65
ὕβριν αὐτῶν ὁ προφήτης παρέδωκεν, ὅπως τῶν ἐξ Ἰούδα κατεθρασύνοντο, ἀσθένειαν μὲν ἐκείνοις, ἑαυτοῖς δὲ μαρτυροῦντες ἰσχύν. Τινὲς δὲ οὕτως, ὡς οἱ νῦν τῇ Ἱερουσαλὴμ ἐπερχόμενοι τὴν μὲν Σαμάρειαν οἰκοῦντες, Ἰσραὴλ δὲ χρηματίζοντες καὶ λαὸς Ἐφραῒμ, διὰ τὸ βασιλευθῆναι ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ, χλευάζοντες Ἱερουσαλὴμ, πλίνθοις αὐτὴν ἔλεγον οἰκοδομεῖσθαι, τὰ ἑαυτῶν κρείττω ποιήσειν ἐπαγγελλόμενοι. Καὶ ἀντὶ τοῦ ναοῦ, ὃν ᾠκοδόμησεν Σολομῶν, πύργον ἑαυτοῖς ἠξίουν κατασκευάσασθαι ὅμοια τοῖς ἐν Χαλάνῃ διανοούμενοι. Κακεῖνοι γὰρ ἔλεγον, ∆εῦτε, πλινθεύσωμεν ἑαυτοῖς πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί." Καὶ πάλιν· "∆εῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται 2017 ἕως τοῦ οὐρανοῦ." Ἐκ τίνων δὲ ὁ πύργος ἑξῆς ἐμώρανεν, ὁ Θεὸς σοφίας τοῦ κόσμου ψιλὴν καὶ σμικρὰν δοκούσης ἔχειν γλυκύτητα; Τοιαῦτα γὰρ καὶ κατὰ ταύτην ἐπωνυμίαν ἐστὶ τὰ συκόμορα. Οἱ δὲ τοιοῦτοι, καὶ κέδροι καθ' ἑτέραν ἐπίνοιαν χρηματίζουσιν ἐπὶ τῇ ψευδωνύμῳ ἐπαιρόμενοι γνώσει, σκληρά τε ἤθη καὶ δυσκαμπῆ κεκτημένοι. ∆ιὸ συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Καὶ διὰ τοῦτό φησιν, "Εἶδον τὸν ἀσεβῆ ὑπεραιρόμενον καὶ ὑπερυψούμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου, ὧν ἡ ἐξολόθρευσις ταχεῖα." Παρῆλθον γὰρ, καὶ ἰδοὺ οὐκ ἦν. Οἳ καὶ τὰ ἐν δόγμασι τῶν εὐσεβούντων οἰκοδομήματα πλίνθους εἶναι πεπτωκυίας φασίν. Οὐ μὴν αἱ τοῦ Θεοῦ κέδροι τοιαῦται, ἀλλ' ἄνδρες τὰ ἄνω ζητοῦντες, ἐν οὐρανῷ ἔχοντες τὸ πολίτευμα μετὰ τῶν καρποφόρων ξύλων, εἰς ὕμνον παραλαμβανόμενοι τοῦ Θεοῦ, περὶ ὧν αὖθίς φησιν· "Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν." Ἐπεὶ τοίνυν ἐκεῖνοι τοιαῦτα κατ' Ἰσραὴλ ἐθρασύναντο, τί φησίν; Καὶ ῥήξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ τὸ ὄρος Σιὼν ἐπ' αὐτόν. Ταπεινωθήσονται γὰρ οἱ ἐπαρθέντες κατὰ τοῦ ἐνταῦθα τιμωμένου Θεοῦ. Καὶ πάντας φησὶ τοὺς ἐχθροὺς, τοὺς ἐν ∆αμασκῷ μετὰ τῶν ἐν Σαμαρείᾳ δηλῶν, οἱ καὶ συνεμάχουν τῷ Ἰσραὴλ, πάντας τε τοὺς ἐπανισταμένους τῷ ὄρει Σιὼν (τοῦτ' ἔστι, τῷ ἐνταῦθα τιμωμένῳ Θεῷ καθαίρεσιν ἐπαγγέλλεται), ὧν οἱ μὲν ἦσαν ἀνατολικοί τινες, οἱ δὲ ἀφ' ἡλίου δυσμῶν, μέσοι δὲ τούτων οἱ Ἕλληνες, οἳ τὸν Ἰσραὴλ κατεσθίοντες, δι' ὧν ἀσεβεῖν παρεσκεύαζον, βοηθεῖν ἐπηγγέλλοντο. Ὅλῳ γὰρ κατεσθίουσι στόματι οἱ διὰ τῆς σοφίας τοῦ κόσμου τούτου τῆς εὐσεβείας ἀφέλκοντες. ∆ιόπερ ὁ θυμὸς τοῦ Θεοῦ, τῆς δικαίας κολάσεως ὑπάρχων ἐμφατικῶς κατ' αὐτῶν ηὐτρεπίζετο· οἱ δὲ οὐκ ἐπέστρεφον κατὰ τὴν ἀμετανόητον ἑαυτῶν καρδίαν, θησαυρίζοντες ὀργὴν ἑαυτοῖς ἐν ἡμέρᾳ ὀργῆ· καὶ ἐπεὶ μὴ διὰ λόγου, διὰ δὲ πληγῆς οὗτος ὁ λαὸς θεραπεύεται, γέγραπται. Καὶ πᾶς ὁ λαὸς οὗτος οὐκ ἀπεστράφη, ἕως ἐπλήγη. Ἔχομεν τοίνυν τὴν αἰτίαν, δι' ἣν τὰ σκυθρωπὰ τοῖς ἀνθρώποις ἐπάγεται. ∆εῖ γὰρ εἰδέναι πάντως, ὡς οὐκ ἐπεστράφησαν ἁμαρτάνοντες. ιδʹκαʹ. 9Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν, ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας. Αὕτη ἡ ἀρχὴ, καὶ προφήτην διδάσκοντα ἄνομα. Οὗτος ἡ οὐρά. Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντεσ9, κ.τ.λ. Τὸ ἀφεῖλε, Θεοδοτίων ἀφελεῖ· καὶ οἱ λοιποὶ δὲ ἐπὶ μέλλοντος· ὁ μὲν Ἀκύλας, ὀλοθρεύσει· ὁ δὲ Σύμμαχος, ἐξολοθρεύσει. Πρὶν γὰρ ποιεῖν, ὁ Θεὸς ἐπιστρέφων προλέγει, ἐν μιᾷ δὲ ἡμέρᾳ φησὶν, ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν τοῦ Ῥωμαϊκοῦ δηλονότι 2020 πολέμου. Τινὲς δὲ, μετὰ τὸ φθᾶσαι, φασὶν, ἐπ' αὐτοὺς τὸν λόγον ἀπεσταλμένον, πᾶσαν τὴν κακὴν αὐτῶν διάταξιν συγχυθήσεσθαι λέγει. Κεφαλὴν καὶ οὐρὰν εἰπὼν, ᾐνίξατο ζῶον ἄλογον ᾧ τὸν λαὸν ἀφωμοίωσεν, ἤγουν τὸν λογικὸν καὶ τὸν ἄλογον, ἢ τὸν ἄρχοντα καὶ τὸν τῶν ἀρχομένων ἕκαστον, ὃ δὴ καὶ διεσάφησεν εἰπὼν μέγαν καὶ μικρόν. Πρεσβύτην τε, φησὶ, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, δηλῶν ἴσως τοὺς ἱερᾶσθαι λαχόντας, οἷς δὴ καί φασι προσφωνοῦντες οἱ μαθηταὶ, "Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπ' εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς·" οἳ καὶ δωροδοκοῦντες ἐν κρίσει τὰ τῶν πλουσίων ἐθαύμαζον πρόσωπα· ἀντὶ δὲ οὗ, τοὺς τὰ