De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Αὐγούστης φορούσης μαφόριον, ποιεῖ ὁ πατριάρχης τὰς συνήθεις εὐχάς. Καὶ ὅτε πληρώσῃ τὴν εὐχήν, ἐκδύουσιν τὴν Αὐγοῦσταν τὸ μαφόριον, καὶ ἐνδύουσιν αὐτὴν οἱ δεσπόται τὴν χλαμύδα, καὶ αὖθις ποιεῖ εὐχὴν ὁ πατριάρχης ἐπὶ τοῦ στέμματος, καὶ μετὰ τὴν πλήρωσιν τῆς εὐχῆς, λαμβάνει ὁ πατριάρχης τὸ στέμμα καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, κἀκεῖνος τίθησιν αὐτὸ 2.12 εἰς τὴν κεφαλὴν τῆς Αὐγούστης, καὶ συντάσσεται ὁ πατριάρχης τοῖς δεσπόταις, καὶ ἐξέρχεται διὰ τοῦ Ὀκταγώνου κοιτῶνος, καὶ καθέζονται οἱ δεσπόται καὶ ἡ Αὐγοῦστα ἐπὶ σελλίων εἰς τὸ δεξιὸν μέρος, τοῦ Ἁγίου Στεφάνου. Καὶ εἰσέρχονται οἱ πατρίκιοι καὶ οἱ λοιποὶ πάντες, κρατούμενοι ὑπὸ σιλεντιαρίων πίπτοντες καὶ φιλοῦντες τὰ δύο γόνατα αὐτῶν, καὶ ἀπευχαριστοῦντες, καὶ ὅτε πληρωθῇ ἡ εὐχαριστία, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ κἀκεῖνος λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται πάντες· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους" καὶ ἐξέρχονται. Καὶ εὐθέως εἰσέρχεται τὸ σέκρετον τῶν γυναικῶν, βῆλον αʹ· αἱ ζωσταί, βῆλον βʹ· αἱ πατρικίαι, βῆλον γʹ· αἱ πρωτοσπαθαρίαι καὶ σπαθαρίαι, βῆλον δʹ· ὑπάτισσαι, βῆλον εʹ· στρατώρισσαι, βῆλον ϛʹ· κομήτισσαι, κανδιδάτισσαι, βῆλον ζʹ· σκριβώνισσαι, δομεστίκισσαι, βῆλον ηʹ· βεστητώρισσαι, σιλεντιάρισσαι, βῆλον θʹ· μανδατόρισσαι βασιλικαί, κομήτισσαι τοῦ ἀριθμοῦ, τῶν ἱκανάτων, βῆλον ιʹ· τριβούνισσαι, κομήτισσαι πλοΐμων, βῆλον ιαʹ· πρωτικτόρισσαι, κεντάρχισσαι. Εἰσέρχονται κατὰ τάξιν, προσκυνοῦσαι τὰ δύο γόνατα τῶν δεσποτῶν ὁμοίως καὶ τῆς Αὐγούστης, καὶ ἵστανται κονσιστώριον, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· "Κελεύσατε" καὶ ἐξέρχονται. Τὸ δὲ λοιπὸν τοῦ λαοῦ τῆς πόλεως καὶ τῶν ταγμάτων καὶ τῶν νουμέρων καὶ τὰ σκεύη πάντα ἑτοιμάζονται εἰς τὸ Τριβουνάλιον τῶν ιθʹ Ἀκκουβίτων. Καὶ ἵστανται οἱ πατρίκιοι ἐν τῷ Ὀνοποδίῳ, οἱ δὲ συγκλητικοὶ εἰς τὸν πόρτικα τῶν ιθʹ Ἀκκουβίτων. Καὶ ἐξέρχεται ἡ Αὐγοῦστα, ὀψικευομένη ὑπὸ τοῦ κουβουκλείου, καὶ συνεξέρχονται δὲ αὐτῇ καὶ οἱ δεσπόται μέχρι τῆς Χρυσῆς Χειρός, καὶ ὑποστρέφουσι. Καὶ ἐξελθούσης αὐτῆς εἰς τὸ Ὀνοπόδιον, πίπτουσιν οἱ πατρίκιοι μετὰ τῶν 2.13 λοιπῶν συγκλητικῶν, καὶ ἀναστάντων αὐτῶν, νεύουσιν τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους" καὶ ὀψικεύουσιν αὐτὴν μέχρι τοῦ ἡλιακοῦ τοῦ Τριβουναλίου. Καὶ κατέρχονται οἱ ὕπατοι καὶ οἱ λοιποὶ συγκλητικοί, οἱ δὲ πατρίκιοι ἵστανται εἰς τὰ βάθρα ἔνθεν κἀκεῖθεν, καὶ δεικνυούσης αὐτῆς τὴν ὄψιν, ἀνακράζουσιν τὰ μέρη· "Ἅγιος, Ἅγιος, Ἅγιος. ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη." Καὶ ἀκτολογοῦσι τὰ μέρη τὰ τῷ στεψίμῳ ἁρμόζοντα, καὶ λαμβάνει ἡ Αὐγοῦστα κηρούς, καὶ ἅπτει πρὸς τὸν τίμιον σταυρόν, καὶ εὐφημεῖ ὁ λαὸς τοὺς δεσπότας, εὐφημεῖ καὶ τὴν Αὐγοῦσταν, καὶ ὅτε πληρωθῇ ἡ εὐφημία, προσκυνεῖ ἡ Αὐγοῦστα ἔνθεν κἀκεῖθεν, καὶ ὑποστρέφει διὰ τοῦ Αὐγουστέως ὀψικευομένη· οἱ δὲ ὕπατοι ἵστανται εἰς τὸν πόρτικα, οἱ δὲ πατρίκιοι μέχρι τῆς Χρυσῆς Χειρός, καὶ δίδονται μίνσαι. Ἀκτολογία τῶν δήμων ἐπὶ στεψίμῳ Αὐγούστησ Τῆς συνήθους πάσης τάξεως τελουμένης τοῦ στεψίμου ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, καὶ ἀπὸ τῶν ἐκεῖσε, κατὰ τὸν εἰωθότα τύπον, ὀψικευομένης τῆς Αὐγούστης ὑπὸ πάσης τῆς συγκλήτου, οἱ μὲν τῆς συγκλήτου ἐξέρχονται διὰ τοῦ μεγάλου πυλῶνος τοῦ Τριβουναλίου, οἱ δὲ τῶν ταγμάτων ἄρχοντες ἵστανται ἐν τῷ αὐτῷ Τριβουναλίῳ, ἔνθα ἵσταται ὁ σταυρός, τά τε σκῆπτρα καὶ τὰ λοιπὰ σκεύη μετὰ καὶ τῶν λαβούρων, τὰ δὲ δύο μέρη ἅμα ἵστανται ἔμπροσθεν τῶν σκήπτρων καὶ σκευῶν καὶ βάνδων. Καὶ δὴ τῆς Αὐγούστης ὀψικευομένης ὑπό τε τοῦ πραιποσίτου καὶ τῆς λοιπῆς τάξεως τοῦ κουβουκλείου, καὶ τὸ ἐξελ 2.14 θεῖν αὐτὴν καὶ στῆναι ἐπὶ τοῦ ἡλιακοῦ, κράζουσι τὰ δύο μέρη· "Ἅγιος, Ἅγιος, Ἅγιος" καὶ εὐθέως προσκυνοῦσιτά τε σκῆπτρα καὶ σκεύη μετὰ τῶν βάνδων. Καὶ λέγουσιν οἱ κράκται· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη" Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "ἐν ἀνθρώποις Χριστιανῶν εὐδοκία," Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Αὕτη ἡ ἡμέρα Κυρίου ἡ μεγάλη." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Αὕτη ἡ ἡμέρα τῆς ζωῆς τῶν Ῥωμαίων." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Αὕτη ἡ χαρὰ καὶ ἡ δόξα τοῦ κόσμου" Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "ἐν ᾗ τὸ στέφος τῆς βασιλείας τῇ κορυφῇ σου ἀξίως περιετέθη." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "∆όξα Θεῷ τῷ ∆εσπότῃ πάντων." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "∆όξα Θεῷ τῷ ἀναδείξαντι σε βασίλισσαν." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται. "∆όξα Θεῷ τῷ στέψαντι τὴν κορυφήν σου." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "∆όξα Θεῷ τῷ εὐδοκήσαντι οὕτως." Ὁ λαὸς