βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
καὶ συνεργήσαν τος. Οὐ γὰρ γέγονε τοιοῦτος ναὸς ἐπὶ τῆς γῆς, ὅθεν καὶ Ἰουδαῖοι ἐπὶ τῇ μεγαλουργίᾳ τούτου καὶ πολυολβίᾳ σεμνυνόμενοι ἔλεγον· "Ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου." Καὶ γὰρ ὁ διαταξάμε νος ἐκέλευσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολ λῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλ κοντο καὶ ἐφέποντο. Καὶ οὐκ ἐν τούτοις μόνον σεμνὸς ἦν, ἀλλὰ καὶ ἐν τῷ εἶναι καὶ μόνον ἐν τῷ κόσμῳ· οἱ γὰρ ̣33b ἀπὸ τῶν περάτων τῆς γῆς ἐκεῖσε ἤρχοντο καὶ μάλιστα μετὰ τοὺς μετέπειτα χρόνους· καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς ἐν ταῖς Πράξε σιν ἔλεγεν. "Ἦσαν ἐκεῖ Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην." Οἱ οὖν πανταχοῦ τῆς οἰκουμένης ἐκεῖ συνήγοντο, καὶ πο λυθρύλλητον ἄγαν καὶ διαβόητον ἐτύγχανε τοῦ ναοῦ τὸ ὄνομα. Κἂν διαφόρως κατελύθη, καὶ πάλιν 110.248 ᾠκοδομήθη μέχρι τῆς ἐσχάτης αὐτοῦ καταπτώσεως. Καὶ ἁπλῶς ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία, τῷ θεσπεσίῳ Ἰεζεκιὴλ ὦπται σαφῶς μετὰ τὴν καταστροφὴν τῆς πόλεως καὶ τοῦ ναοῦ, τὴν εἰς Βαβυ λῶνα τοῦ λαοῦ αἰχμαλωσίαν. ̣21 ̣ Ὁ τοίνυν Σολομὼν ποιήσας ἐλεφάντινον θρόνον ἐκ μεγάλων ὀδόντων, ἔχοντα σταθμοὺς ϛʹ καὶ προτομὰς μόσχων ἐκ τῶν 139 ὀπίσω αὐτοῦ ἔνθεν καὶ ἔνθεν καὶ λέοντας ιβʹ παρὰ τὰς χεῖρας ἑστηκότας, καὶ ἄλλους ιβʹ λέοντας ἑστῶτας ἐπὶ τῶν ἔξω ἀναβαθμῶν (ἑκατέρωθεν περιεχρύσωσεν αὐτοὺς χρυσίῳ δοκίμῳ, ὅπερ "οὐ γέγονεν οὕτω πάσῃ βασιλείᾳ" πώποτε, ἐφ' ᾧ καθεζόμενος μετὰ λαμπρᾶς καὶ πολυτελοῦς ἐσθῆτος ὁ θαυμάσιος καὶ πάνσοφος ἀνὴρ ἐκεῖνος, τὰς τοῦ θείου Πνεύματος χάριτας διηγόρευσεν. ∆ιό φησιν ὁ Κύριος· "Οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων," ὑπεμφαίνων ὡς ὑπέρτερος ἦν καὶ περιφανέστερος βασιλέων πάντων ἔν τε πλούτῳ καὶ δόξῃ). ̣22 ̣ "Καὶ σὺν τούτοις ἐποίησε θυρεοὺς χρυσοῦς ἐλατοὺς ωʹ μεγά λους, καὶ δόρατα τʹ, καὶ ἕτερα ὅπλα χρυσᾶ πλεῖ στα. Καὶ μέντοι καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ καὶ οἱ λουτῆρες χρυσᾶ πάντα ὑπῆρχον. Καὶ οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ταῖς ἡμέραις αὐτοῦ, ὅτι ναῦς αὐτοῦ ἐπορεύετο εἰς Θαρσὶς καὶ διὰ χρόνων γʹ ἤρχετο φέρουσα χρυσίον πολὺ, καὶ ἀργύριον, καὶ λίθους τορνευτοὺς, καὶ ὀδόντας ἐλεφάντων, καὶ πιθήκους." Καὶ ἔδωκε Σολομὼν τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθον, καὶ τὰς κέδρους ὡς συκαμίνους εἰς πλῆθος." (Τὰς γάρ τοι κέδρους ἐκείνας ἀσήπτους ἔφη Θεοδώρητος εἶναι, καθάπερ δὴ καὶ τὰς κυπαρίσσους τὰς πεύκας δυσφθάρτους, καὶ λευκοτάτας, καὶ ταῖς παρ' ἡμῖν ἀνομοίας ὑπαρχούσας.)
ΜΑʹ. Περὶ τοῦ ἀρίστου Σολομῶντος. "Τὸ δέ γε ἄριστον αὐτοῦ ἦν καθ' ἡμέραν κόροι σεμιδάλεως λʹ, καὶ κόροι ἀλεύρου κεκοπανισμένου ξʹ, καὶ μόσχοι ἐκλεκτοὶ ιʹ, καὶ πρόβατα ρʹ ἐκτὸς ἐλάφων καὶ δορκάδων, ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν." (Καὶ ὁ μὲν κόρος ἐπότει μοδίους λʹ, ὁμοῦ γενόμενα μοδίους #22ρψʹ. Οἱ δὲ χορηγοῦντες αὐτὰ ἐξ Αἰγύπτου καθ' ἕκαστον μῆνα ἄρχοντες ἦσαν ιβʹ.)
ΜΒʹ. Περὶ τῆς βασιλείας. 140 Περὶ δὲ τῆς πολλῆς φρονήσεως αὐτοῦ καὶ σοφίας ἧς ἔλαβε παρὰ τοῦ Θεοῦ, ἄκουσον πάλιν τί φησιν ὁ Θεὸς πρὸς αὐτόν· "Ἰδοὺ, δέδωκά σοι καρ δίαν φρόνιμον καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἔμπροσ θεν, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι· καὶ πλοῦτον, καὶ χρήματα καὶ δόξαν δώσω σοι· ὡς σὺ οὐκ ἐγεννήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσιν, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται." Τοῦτο δηλοῦσα ἡ Γραφὴ ἐπάγει λέγουσα· "Καὶ ἔδωκεν ὁ Θεὸς τῷ Σολομῶντι φρόνησιν καὶ σοφίαν πολλὴν σφόδρα, καὶ χύμα σο 110.249 φίας ὠσεὶ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, καὶ ἐπλη θύνθη ̣34a ἡ φρόνησις αὐτοῦ ὑπὲρ πᾶσαν φρόνησιν πάντων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύ πτου." ̣2 ̣ ∆εῖξαι γοῦν βουλόμενος τὴν σοφίαν αὐτοῦ εἰκότως ἐκ τῶν παραλλήλων, καὶ τῶν πάλαι γεγενη μένην ἀρίστων σοφῶν ἐμνήσθη· καὶ τοὺς Αἰγυπτίους προσέθηκεν ὡς δοκοῦντας παρὰ πάντας εἶναι σοφω τέρους καὶ φρονιμωτέρους. Καὶ γὰρ, ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύριος, καὶ