66
πρόσωπα θαυμάζοντας, ὁ Σύμμαχος αἰδέσιμον ἔφησεν. Οὕτως οὖν ὁ αἰδέσιμος καὶ ὁ πρεσβύτης δύναται εἶναι ἡ κεφαλή. Κεφαλὴ γὰρ λαῶν ἱερεὺς, ὅταν ὡς ἐφ' ἑνὸς νοῆται σώματος. Ἡ δὲ οὐρὰ, ὁ διδάσκων ἄνομα προφήτης, μηδεμίαν μὲν τάξιν ἔχων ἐν τῷ λαῷ, αὐτοχειροτόνητος δὲ καὶ προφητικὸν ἑαυτοῦ πνεῦμα καταψευδόμενος, οἷος ἦν Ἱερεμίου ὁ Ἀνανίας, καὶ ἐπὶ Μιχαίου· ἐν οἷς ἐγένετο τὸ πνεῦμα τὸ ψευδὲς, ὃ ἐξηπάτα τὸν Ἀχὰβ τοῖς Σύροις συμπλέκεσθαι. Ἕτεροι δέ φασιν, ὡς λέγοι ἄν τινας τὸν Μωϋσέως ἑρμηνεύοντας νόμον, ᾧπερ ἐπῆγον παραδόσεις ἀγράφους, ἐντάλματα ἀνθρώπων, οἳ καὶ πεπείκασιν ἀπειθῆσαι Χριστῷ, οἳς οὐρὰν ὀνομάζει, ὡς ταῖς γνώμαις ἑπομένους τῶν ἱερέων, οὓς καὶ προφήτας καλεῖ, καὶ διδάσκοντας ἄνομα. Ἦσαν μὲν γὰρ ἐν Ἰσραὴλ ψευδοπροφῆται, καθ' ὃν ἦσαν καιρὸν οἱ ἐξ ἀληθείας προφῆται. Μετὰ δὲ τὴν ἅλωσιν Ἱερουσαλὴμ οὐκ ἂν ἔχοιμεν λέγειν τοιούτους γεγονότας τινὰς, πλὴν εἰ μήτις λέγοι Θευδᾶν τε καὶ Ἰούδαν, ὧν ἐμνήσθη Γαμαλιὴλ, τοὺς δ' οὖν λέγοντας παρὰ ταῦτα, καὶ μακαρίζοντας τὸν λαὸν, πλάνους εἶναί φησιν, ἵνα τὸν λαὸν τοῖς κέρδεσι καταπίνωσιν. Προὔτρεπον γὰρ αὐτοὺς δωροφορεῖν τῷ Θεῷ διὰ κέρδος, οὐ δι' εὐσέβειαν. ∆ι' ἣν αἰτίαν, οὔτε Χριστὸν αὐτοὶ προσήκαντο, καὶ τοῖς ἄλλοις τὴν βασιλείαν ἀπέκλεισαν. ∆ιὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται Κύριος. Νεανίσκοι μὲν οὖν ἐν Ἐκκλησίαις, οἳ τὴν πνευματικὴν ἀνειληφότες ἰσχύν· οἷς φησιν Ἰωάννης, ὅτι ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν. Ἦσαν δὲ καὶ πρὸ τῆς ἐπιδημίας τινὲς ἀνδριζόμενοι πληρῶσαι τὴν ἐντολήν. Μετὰ δὲ τὴν ἐν νόμῳ σκιὰν οὐκ εὐφραίνεται Κύριος ἐπὶ τοῖς νεανίσκοις ἀντεχομένοις τοῦ γράμματος. Ὀρφανοὺς δέ φησι τοὺς ἀνατροφῆς πνευματικῆς ἐνδεεῖς· χήρας δὲ ἐν αἷς ὁ θεῖος Λόγος ἐπισπείρων ἐξέλιπεν πείσονται ταῦτα ὡς ἄνομοι καὶ πονηροί· τὸν καλοῦντα γὰρ πρὸς ζωὴν ἐθανάτωσαν. Ταῦτα δὲ ὡς ἀγαθὸς προλέγει, ὡς ἂν ἡ ἐν αὐτοῖς ἀνομία δίκην ὑλομανοῦς βοτάνης ὑπὸ πυρὸς ἀναλισκομένοις ἀφανισθῇ· τοῦτο 2021 γὰρ δηλοῖ τὸ, καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ τὰ ἑξῆς. Ἀνομίαν δὲ τοὺς ἀνόμους δηλοῖ, ἄγαν αὐτοὺς τῇ ἀνομίᾳ πεποιῶσθαι δηλῶν. Τὸ δὲ, ὡς πῦρ καυθήσεσθαι, φασὶ σημαίνειν τινὲς, ὡς αὐτοὶ καθ' ἑαυτῶν γενήσονται πῦρ. Οὐ γὰρ ἕτερος αὐτοῖς ἐποίσει τὴν φλόγα, πρὸς τοῦτο δὲ ἀλλήλοις ἀρκέσουσιν· ὃ δὴ φλογός ἐστι χείρονος. Πρὸς δὲ τὸ κρεῖττον ἕτεροι πάλιν δεινῶς ἐξέλαβον τὴν ἄγρωστιν φυσιολογήσαντες. Ἕως μὲν γὰρ ἐγκέχωσται τοῖς γηΐνοις πάθεσιν ἡ ψυχὴ, τὰ ταύτης πάθη καθάπερ τις ἄγρωστις ἐκ τῆς σαρκὸς ἐκφυόμενα διέρπει δι' ἀλλήλων τὴν γέννησιν ἔχοντα. Πολύγονος γὰρ ἡ πόα, καὶ οὐδαμοῦ καταλήγει ταύτης ἡ γένεσις. Τὸ δὲ πέρας τῆς πρώτης γεννήσεως ἀρχὴ τοῦ ἐφεξῆς γίνεται. Τοιαύτη τῶν ἁμαρτημάτων ἡ φύσις. Πορνεία γὰρ πορνείαν ἐφέλκεται, καὶ κλοπὴ κινεῖ πρὸς κλοπὴν, καὶ ψεύδει ψεῦδος ἀκολουθεῖ. Ἀλλ' ἐὰν διὰ τῆς ἐξομολογήσεως τὴν ἁμαρτίαν γυμνώσωμεν, ξηρὰν αὐτὴν ἐργαζόμεθα ἀξίαν τοῦ ὑπὸ πυρὸς καταβρωθῆναι. Αὐτὴ δὲ καίεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν πολεμούμενος ὁ λαὸς εἰσῆλθεν εἰς τὸν δρυμὸν, καὶ ἐκλείπει μὴ ἐσθίων. Καὶ ὁ Ἀβεσαλὼμ πολεμούμενος εἰς δρυμὸν εἰσέρχεται. Λέγοι δ' ἂν τοὺς ὑπούλους καὶ συνεσκιασμένους τῇ διανοίᾳ, καὶ πλεῖστα ταύτῃ τηροῦντας κακά. Τινὲς δέ φασιν, ὡς νέμονται μᾶλλον αἱ φλόγες εἰς ὕλην πεσοῦσαι τὴν εὐκατάπρηστον. Τῆς οὖν τούτων φλογὸς παρίστησι διὰ τούτου τὸ μέγεθος. Ἄγρωστιν δὲ, φασὶ, ξηρὰν καὶ δασῆ δρυμοῦ τὴν ἀγελαίαν ὀνομάζει πληθὺν, συῤῥαγέντων ἀλλήλοις ἐνστάσει τῶν δήμων, ὡς Ἰώσηπος ἱστορεῖ. Ἀλλὰ καὶ τῶν εἶναί τι δοκούντων ἅψεται τὸ δεινόν· ὃ δηλοῖ διὰ τοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τοῦ βουνοῦ πάντα. Βουνοὺς γὰρ τοὺς κατά τι τῶν ἄλλων ὑπερανεστηκότας καλεῖ. Τοῖς γὰρ τοιούτοις τὸ στασιάζον ἐν ταῖς πόλεσιν ἐπεφύετο. Ἁπλούστερον δὲ νοητέον, ὅτι κατὰ ταῦτα τὰ παραδείγματα μετελθοῦσα τοὺς προλεχθέντας ἡ ὀργὴ τοῦ Θεοῦ μεγάλην ἐν αὐτοῖς ἐργάσεται σύγχυσιν, ὡς μηδὲ γένους εἶναι φειδώ. Ἐγκλινεῖ δέ τις προσιόντα τὸν ἀδελφὸν ἐπὶ