De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ὁμοίως ἐκ τρίτου. Οἱ κράκται· "Ἀλλ' ὁ στέψας σε ὁ δεῖνα αὐτοχείρως" Ὁ λαὸς ἐκ τρίτου ὁμοίως. Οἱ κράκται· "φυλάξῃ σε εἰς πλήθη χρόνων ἐν τῇ πορφύρᾳ" Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "εἰς δόξαν καὶ ἀνέγερσιν τῶν Ῥωμαίων." Ὁλαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Ἀκτολογία εἰς τοὺς βασιλέας. Οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων." Ὁ λαός· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ 2.15 Κυρίου." Ὁ λαός· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, τῶν σκήπτρων ἡ εὐτυχία." Ὁ λαός· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοί σου χρόνοι, ὁ δεῖνα βασιλεῦ τῶν Ῥωμαίων." Ὁ λαός· "Πολλοί σου χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Ὁ λαός· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Ἀλλ' ὁ πάντων Ποιητὴς καὶ ∆εσπότης" Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "ὁ στέψας ὑμᾶς τῇ αὐτοῦ παλάμῃ", Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· "τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις" Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· "εἰς τελείαν σύστασιν τῶν Ῥωμαίων." Καὶ ἀπὸ τούτων εὐφημοῦσι τὰ δύο μέρη, καὶ λέγουσιν· "Πολλὰ τὰ ἔτη τῶν βασιλέων" καὶ τὰ ἑξῆς τοῦ καταλέγματος. Καὶ μετὰ ταῦτα ἐπεύχονται καὶ ἐξιοῦσιν.
2.16 Νʹ (ΜΑʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ στεψίμῳ Αὐγούστης καὶ στεφανώματος.
Πρὸ μιᾶς δίδοται ἀπόκρισις ἀλλαξίμων, καὶ τῇ ἑξῆς τάχιον προέρχονται πάντες οἱ συγκλητικοί, καὶ ἀλλάσσουσιν ἐν τῷ Κονσιστωρίῳ, καὶ ὅτε κελεύουσιν οἱ δεσπόται, ἀνέρχονται οἱ πατρίκιοι καὶ οἱ λοιποὶ τοῦ σεκρέτου εἰς τὴν Χρυσῆν Χεῖρα, καὶ τιθέασιν σελλία εἰς τὸν Αὐγουστέα, καὶ καθέζονται οἱ δεσπόται ἐστεμμένοι, καὶ δέχονται τὸ σέκρετον βῆλα βῆλα, καθὼς ἔχει ἡ συνήθεια. Καὶ μετὰ τὸ στῆναι τὸ σέκρετον ὅλον, συνεισέρχεται ὁ τῆς καταστάσεως μετὰ καὶ ἄλλων πέντε σιλεντιαρίων ὄπισθεν τοῦ σεκρέτου ἔνθεν κἀκεῖθεν, καὶ νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχονται εἰς τὸν Ἅγιον Στέφανον, καὶ προσκαλεῖται τὸν πατριάρχην, καὶ ἐξέρχεται εἰς τὸν Αὐγουστέα, καὶ μετὰ τὸ ἐξελθεῖν τὸν πατριάρχην, ἐγείρονται οἱ δεσπόται καὶ δέχονται αὐτόν. Καὶ ὄπισθεν τῶν βασιλικῶν σελλίων ἵσταται ἀντιμίσιον, ἔνθα κεῖται ἡ βασιλικὴ χλαμύς, καὶ στάντος τοῦ πατριάρχου εἰς τὸ ἀντιμίσιν, νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχονται οἱ ἐπίσκοποι καὶ ὁ κλῆρος τοῦ σεκρέτου τοῦ πατριάρχου, καὶ ἵστανται ὄπισθεν τοῦ βασιλικοῦ σεκρέτου ἐπὶ τὸ τῆς ἀψίδος μέρος. Καὶ εὐθέως νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ εἰσάγει τὴν Αὐγοῦσταν ἀπὸ μαφορίου, φοροῦσαν καὶ στιχάριν βασιλίκιν, διὰ 2.17 τοῦ διαβατικοῦ τοῦ Ἁγίου Στεφάνου εἰς τὸν Αὐγουστέα, οὔσης αὐτῆς εἰς τὸν κοιτῶνα ἔνδον τοῦ Ὀκταγώνου, πρὸς τοὺς δεσπότας, καὶ εὐθέως ἄρχεται ὁ πατριάρχης τὴν εὐχὴν εἰς τὴν χλαμύδα. Καὶ ὅτε ἡ εὐχὴ παρὰ τοῦ πατριάρχου τελεῖται, λαμβάνει ἡ Αὐγοῦστα κηρούς, καὶ πληρωθείσης τῆς εὐχῆς ἐπιδίδωσι τοὺς κηροὺς τῷ πριμικηρίῳ εἴτε τῷ ὀστιαρίῳ, καὶ ἀποσκεπάζουσιν οἱ δεσπόται τὸ μαφόριον τῆς Αὐγούστης, καὶ λαμβάνουσιν αὐτὸ οἱ κουβικουλάριοι ἁπλοῦντες αὐτὸ γύροθεν αὐτῆς. Καὶ λαμβάνει ὁ πατριάρχης τὴν χλαμύδα καὶ ἐπιδίδωσι τοῖς δεσπόταις, καὶ εὐθέως περιτιθέασιν οἱ δεσπόται τὴν χλαμύδα τῇ Αὐγούστῃ, καὶ φιβλώνουσιν αὐτὴν οἱ αὐτοί, καὶ πάλιν ποιεῖ εὐχὴν ἐπὶ τοῦ στέμματος καὶ τῶν πρεπενδουλίων, καὶ ὅτε πληρώσῃ τὴν εὐχὴν ὁ πατριάρχης, ἐπιδίδωσι τὸ στέμμα τοῖς δεσπόταις, καὶ οἱ δεσπόται ἐπιτιθέασιν αὐτὸ εἰς τὴν κεφαλὴν τῆς Αὐγούστης. Ὁμοίως ἐπιδίδωσιν ὁ πατριάρχης καὶ τὰ πρεπενδούλια τοῖς δεσπόταις, καὶ κρεμῶσιν αὐτὰ οἱ δεσπόται ἐν τῷ στέμματι τῆς Αὐγούστης, καὶ εὐθέως εἰσέρχεται ὁ πατριάρχης εἰς τὸν Ἅγιον Στέφανον καὶ οἱ ἐπίσκοποι καὶ τὸ σέκρετον τοῦ πατριάρχου, καὶ τίθεται σελλίον ἄλλο λόγῳ τῆς Αὐγούστης, καὶ εὐθέως καθέζονται οἱ δεσπόται καὶ ἡ Αὐγοῦστα. Καὶ μετὰ τοῦτο εἰσάγονται παρὰ τοῦ τῆς καταστάσεως πάντες, προσκυνοῦντες τὰ γόνατα τῶν δεσποτῶν καὶ τῆς Αὐγούστης, καὶ μετὰ τὸ προσκυνῆσαι πάντας τοῦ σεκρέτου, (ἵστανται καὶ οἱ σιλεντιάριοι, καὶ εἰσάγει αὐτοὺς ὁ τοποτηρητὴς τῷ κόμητι τῶν ἀδμησιόνων, καὶ προσκυνοῦσιν καὶ ἵστανται ὄπισθεν, καὶ προσκυνεῖ καὶ ὁ τῆς καταστάσεως), καὶ εὐθέως λαμβάνει νεῦμα παρὰ