1.158 μόναις ὢν ἔτι ταῖς σκέψεσι τῶν ἀνοσίων ἐγχειρημάτων. ᾤετο γὰρ δὴ, καὶ σφόδρα εἰκότως, ἀγανακτήσειν τὸν Ἰσραὴλ, εἰ διαπύθοιτό τι τοιοῦτον, καὶ τῶν πατρῴων ἐθῶν τὴν παρά- βασιν οὐκ ἐν μικρῷ ποιήσεσθαι λόγῳ. ἐπειδὴ δὲ προσπεφώ- νηκε μὲν τοῖς ὄχλοις αὐτὸς, ὅτι χρὴ ταῖς δαμάλεσι προσκυνεῖν, προσήκαντο δὲ ἀσμένως τὴν σκέψιν αὐτοὶ, καὶ ὁμοῦ τοῖς ἄρχουσιν ἐπεκρότουν, ὡς ὀρθὰ καὶ συμφέροντα φρονεῖν τε καὶ δρᾶν ᾑρημένοι, ἀπέστη δειμάτων, ἀποκεχώρηκεν ὑποψίας, εὔθυμός τε διετέλει λοιπὸν, καὶ τρυφῆς ἦν πλέως. οὐκοῦν ἐν τῷ καταῤῥάσσειν αὐτοὺς, τουτέστι, κατ' ἐκεῖνο καιροῦ, ὅτε κατέπιπτον εἰς ὄλεθρον καὶ ἀπώλειαν, συγκατανεύοντές τε καὶ συναινοῦντες αὐτῷ, καὶ τῆς εἰς Θεὸν ἀγάπης τιμῶντες τὴν παράβασιν, τότε φησὶν, ὁ Ἐφραῒμ, τουτέστιν ὁ ἐκ φυλῆς Ἐφραῒμ Ἱεροβοὰμ, ὅλην ἐκοιμήθη τὴν νύκτα. ὅμοιον ὡς εἰ λέγοι, καίτοι πάλαι διεγρηγορὼς ἐκ δειμάτων καὶ ὑπο- ψίας, ἄφροντις ἦν, ἐτρύφα λοιπὸν, καὶ ἐν μαλακαῖς ἦν εὐναῖς ὅλην τὴν νύκτα κοιμώμενος. ἐπειδὴ δὲ πρωῒ γέγονε, θερμό- τερος ἦν τῶν ἄλλων. ἀνεκαύθη γὰρ ὡς πῦρ φέγγος, καὶ τοῖς ὄχλοις συνεθερμαίνετο, οὐδ' ὅσον εἰπεῖν μελλησμοῦ τὴν ὑπόθεσιν ἀξιῶν, ἀλλ' εἰς πέρας ἄγων, καὶ μάλα προθύμως, τῶν ἀνοσίων ἐγχειρημάτων τὴν ἀνάδειξιν. 9Πάντες ἐθερμάνθησαν, ὡς κλίβανος αἱ καρδίαι αὐτῶν, καὶ κατέ- φαγεν τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσον, οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με.9 Ἀληθῆ μὲν οὖν ἅπερ ἔφην· τεθέρμανται γὰρ οἱ ἀμφὶ τὸν ἐπάρατον Ἱεροβοὰμ, καὶ "ἀνεκαύθησαν ὡς πυρὸς φέγγος." ἆρ' οὖν μέχρι τῶν ἐκείνῳ τετολμημένων τὰ τῆς δυσσεβείας προβέβηκεν; οὐδαμῶς, φησίν· ἐθερμάνθησαν γὰρ πάντες, καὶ οἱ 1.159 μετ' ἐκεῖνον ἔτι, καὶ τῆς τοιαύτης θερμασίας τὸ ὀλέθριον πῦρ πάντας μὲν αὐτῶν δεδαπάνηκε τοὺς κριτάς· ἀνεῖλε δὲ καὶ πάντας τοὺς καθεξῆς μετ' ἐκεῖνον βεβασιλευκότας. οὐ γὰρ ἦν ἐν αὐτοῖς ὁ προσκυνεῖν ἐθέλων ἐμὲ, καὶ τὸν τῶν ὅλων Θεὸν ἐκλιπαρεῖν ἀξιῶν, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἔχων ἐφ' ἑαυτῷ τὰ αὐχήματα. 9Ἐφραῒμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμίγνυτο· Ἐφραΐμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος.9 Καταψέγει λίαν τοὺς ἐκ φυλῆς Ἐφραῒμ τὴν βασιλίδα τιμὴν ἀνημμένους ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ, ὡς οὐδὲν ἄμεινον τῶν ὑπὸ χεῖρα καὶ ἀγελαίων φρονεῖν εἰωθότας· ἀλλ' εἰς ἅπαντα αὐτοῖς συνθέοντάς τε καὶ συναποφερομένους εὐ- κόλως, καίτοι δέον, ὡς ἡγουμένους, ποδηγεῖν εἰς τὸ ἀγαθὸν, καὶ ὑψηλοτέραις διασκέψεσι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίαν ὁρᾶν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων· συνανεφύροντο δὲ τοῖς ὄχλοις, μίαν οἱ πάντες καὶ ἴσην ἀῤῥωστοῦντες τὴν ἀβουλίαν, καὶ πρός γε τούτῳ τὸ ἔμμονον εἰς φαυλότητα, καὶ ἀμεταποίη- τον τῆς γνώμης οὐ μεθιεμένης παντελῶς ὧν ἂν ἕλοιτο δρᾶν, κἂν εἰ ὀλέθρου πρόξενα καὶ ἀπωλείας αὐτοῖς ὑπάρχει ταυτί. ἐγκρυφίαν δὴ οὖν οὐ μεταστρεφόμενον γεγενῆσθαί φησι τὸν Ἐφραῒμ, ὡς ἐξ εἰκόνος ἤγουν παραδείγματος τῶν ἐπὶ λίθοις ὀπτωμένων ἄρτων, οὓς εἰ μή τις μεταστρέφοι, πάσα δήπως ἀνάγκη καταφρύττεσθαί τε, καὶ ἀχρείους ὁρᾶσθαι λοιπὸν, καὶ τῇ τῆς φλογὸς ἀφθονίᾳ ζημιοῦσθαι τὸ ἐδώδιμον. 9Κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω.9 Ἀλλοτρίους ὀνομάζει τοὺς ἀλλοφύλους καὶ ἑτερογενεῖς, 1.160 Πέρσας δὴ λέγω, καὶ τοὺς ὁμόρους αὐτοῖς καὶ γείτονας Μωαβίτας καὶ Ἰδουμαίους, καὶ τὰ Σύρων ἔθνη, οἳ μονονουχὶ κατεδηδόκασι τὸν Ἐφραΐμ. ἐπειδὴ γὰρ ἄρτον αὐτὸν ἐγκρυ- φίαν ἔφη, μεμένηκεν ἐν τῇ τοῦ λόγου τροπῇ. ἰσχὺν δὲ αὐτοῦ φησὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν· πολυανδροῦσα γὰρ λίαν ἡ φυλὴ μάλιστα τοῦ Ἐφραῒμ, καὶ ὑψηλὴν ἐπὶ τούτῳ τὴν ὀφρὺν ἀνατείνουσα, δεινὴ καὶ ἀνανταγώνιστος ᾤετό που καὶ αὐτοῖς ἔσεσθαι τοῖς Ἀσσυρίων καθηγηταῖς ἤτοι στρατηγοῖς. ἐπειδὴ δὲ παραγεγόνασι τὸν κατ' αὐτῶν ἀράμενοι πόλεμον, ἀκονιτὶ δεδαπάνηνται, καὶ ἤγοντο πρὸς αἰχμαλωσίαν. ἀλλ' οὐκ ἔγνω φησὶ, τουτέστιν, οὐκ ἐνενόησε τῆς συμφορᾶς τὴν αἰτίαν, καίτοι δέον αὐτὸν κἂν γοῦν διὰ τῶν συμβεβηκότων ἰέναι πρὸς αἴσθησιν. ὃ