βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Πυθαγόρας ὁ Σάμιος, καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, καὶ Πλά των ὁ Ἀθηναῖος πρὸς τούτους ἐξεδήμησαν, θεολο γίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθήσεσθαι παρ' αὐτῶν ἐλπίσαντες. Καὶ δὴ καὶ περὶ τοῦ Μωϋ σέως διεξιὼν ὁ θεῖος λόγος ἔφη, ὅτι "Ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων." ̣3 ̣ Τούτους, φησὶν, ἅπαν τας ὁ Σολομὼν ἀπέκρυψεν, ἅτε θεόθεν τῆς σοφίας τὰ δῶρα δεξάμενος, ὅθεν ἐπήγαγεν· "Καὶ ἐσοφίσθη ὑπὲρ πάντα ἄνθρωπον, καὶ ἐλάλησε τρισχιλίας πα ραβολὰς, καὶ ἦσαν αἱ ᾠδαὶ αὐτοῦ εʹ, καὶ ἐλάλησε περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. Καὶ ἐλάλησε περὶ τῶν κτηνῶν, καὶ περὶ τῶν ἑρπετῶν, καὶ περὶ τῶν πετεινῶν, καὶ περὶ τῶν ἰχθύων." ̣4 ̣ (Τὴν δὲ τούτων ἀπόλαυσιν ὁ πολυΐστωρ Εὐσέβιος οὕτως ἔφη· "Τὰς γάρ τοι βίβλους τοῦ Σολομῶντος τὰς περὶ τῶν Παραβολῶν 141 καὶ Ὠδῶν, ἐν αἷς περὶ τῶν φυτῶν καὶ παντοίων ζώων φυσιολογήσας, χερσαίων, πετεινῶν, καὶ πνικτῶν καὶ ἰαμάτων πάθους παντὸς γραφείσας αὐτῷ) ἀφ' ὧν οἱ τῶν Ἑλλήνων ἰατροσοφισταὶ σφετερισάμε νοι καὶ τὰς ἀφορμὰς εἰληφότες τὰς οἰκείας συνεστήσαντο τέχνας· ταύτας, ἀφανεῖς ἐποίησεν Ἐζεκίας ὁ βασιλεὺς, ἐπειδὴ τὰς θεραπείας τῶν νοσημάτων ἔνθεν κομιζόμενος ὁ λαὸς, περιώρα τὰς ἰάσεις αὐτῶν παρὰ τοῦ Θεοῦ." (Καὶ μέντοι καὶ Ἰώσηπος τούτων πολλῶν μέμνηται πονημάτων ἐγ γράφως πεποιημένων, ὡς ὅτι καὶ ἐπῳδὰς κατὰ δαι μόνων καὶ ἐξορκισμοὺς ἐπενόησεν, αἷς φησιν δια χρώμενον Ἐλεάζαρον τὸν Ἰουδαῖον ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου δακτύλιον τιθεὶς ἐν τῇ ῥινὶ τοῦ πάσχον τος ἐν σφραγίδι ῥίζαν ἔχοντα, ἐξ ὧν Σολομὼν ὑπέ δειξε· καὶ ὀσφραινόμενον τὸ δαιμόνιον εὐθὺς ἐξέλκεσθαι, σημείου ὑπὸ τοῦ Ἐλεαζάρου τιθεμένου ποτηρίου μεστοῦ ὕδατος ἢ ποδονιπτῆρος, ὃ καὶ συνέτριβε τὸ δαιμόνιον φεῦγον.) ̣5̣ Καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν ἰδεῖν τὸ πρόσωπον αὐ τοῦ καὶ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ. Καὶ παρεγένοντο φέροντες ἑκάστοτε κατ' ἐνιαυτὸν τὰ δῶρα αὐτῶν, σκεύη χρυσᾶ, καὶ ἱματισμοὺς, καὶ ἡδύσματα καὶ ἵπ πους, καὶ ἡμιόνους· καὶ ἦσαν αὐτῷ #22ατʹ ἅρματα καὶ ἵπποι #22α, τοκάδες δὲ χιλιάδες μʹ, καὶ ἵπποι εἰς ἅρ ματα χιλιάδες ιβʹ. Καὶ ἦν ἡγούμενος τῶν βασι λέων πάντων τῶν ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως γῆς ἀλλοφύλων καὶ ἕως τῶν ὁρίων Αἰγύπτου. 110.252
ΜΓʹ. Περὶ τῆς βασιλίσσης Αἰθιόπων Σιβύλλης. Καὶ βασίλισσα Σαβᾶ, ἥτις ἐλέγετο Σίβυλλα παρ' Ἑλλήνων, ἀκούσασα τὸ ὄνομα αὐτοῦ ἦλθεν εἰς Ἱερουσαλὴμ, πειράσαι αὐτὸν ἐν αἰνίγματι. Καὶ κάμηλοι αἴρουσαι ἡδύσματα πολλά τε καὶ ἐξαίρετα, ̣34b καὶ χρυσὸν, καὶ λίθους τιμίους, καὶ ἐν δυ νάμει βαρείᾳ 142 σφόδρα. Καὶ εἰσελθοῦσα πρὸς αὐτὸν καὶ λαλήσασα πρὸς τοῦτον πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ πάντα διαλύσας αὐτῇ ἐν συν τάξει λόγων καὶ ἑρμηνείᾳ γλυκυτάτῃ, προσέθετο αὐτὸν πειράσαι καὶ ἐν τούτῳ. Εὐόπτους γὰρ παῖδας ἄῤῥενάς τε καὶ θηλείας ὁμοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ περικαλλωπίσασα παρέστησεν αὐτῷ, ζη τοῦσα ἑκατέρου γένους αὐτῶν διάκρισιν ποιήσασθαι. Ἦν γὰρ καὶ αὐτὴ ἡ Σίβυλλα πάνυ ἐπ' ἀγχινοίᾳ τε καὶ σοφίᾳ καὶ πολυπειρίᾳ διαβόητος. Ὁ δὲ βασιλεὺς νίψασθαι τούτους προστάξας τὸ πρόσωπον, τὴν φύσιν ἑκατέρων διέγνωκεν, τῶν μὲν γὰρ ἀῤῥένων εὐτόνως καὶ ἀνδρικῶς τὰς ὄψεις καταψυχόντων, τῶν δὲ θη λειῶν ἁπαλῶς καὶ ἀπειρημένως, ὡς τὴν βασίλισσαν καταπλαγεῖσαν πάνυ· καὶ μέντοι καὶ πᾶσαν αὐτοῦ τήν τε φρόνησιν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν ἰδοῦσα, καὶ τὴν καθέδραν, καὶ τὴν στολὴν αὐτοῦ τε καὶ τῶν ὑπουργῶν αὐτοῦ, καὶ ἐξ ἑαυτῆς γενομένη εἶπεν· "Ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τούτων πάντων, καὶ οὐκ ἐπίστευον. Ἰδοὺ οὐκ ἔστι τὸ ἥμισυ καθὼς ἀπηγγέλη μοι, ὅτι πλείονα ἑώρακα ὧν ἤκουσα. Μακάριαι γοῦν αἱ γυναῖκες καὶ οἱ παῖδές σου οἱ παρεστηκότες οὗτοι ἐνώπιόν σου καὶ ἀκούοντες τοὺς λόγους τῆς φρονήσεώς σου." Καὶ δοῦσα αὐτῷ τάλαντα χρυσίου ρκʹ, καὶ ἡδύ σματα πολλὰ σφόδρα, καὶ λίθους τιμίους, καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν (ἀφ' οὗ ἡ