67
τὸ τυχεῖν τινος ἀντιλήψεως εἰς τὰ δεξιά. Λιμῷ γὰρ καιόμενοι τῇδε κἀκεῖσε περιστραφήσονται καταδάκνοντες τοὺς ἐκ δεξιῶν, τοὺς ἐξ εὐωνύμων. Ἀλλ' οὐδὲ σαρκῶν φείσονται τῶν ἰδίων, κατεξαναστήσονται δὲ ἀλλήλων ἀδελφοὶ, εἷς τε καθ' ἑνὸς, καὶ καθ' ἑτέρου δύω, ὡς Ἐφραῒμ καὶ Μανασσῆς ἀλλήλους τε δάκνοντες, καὶ κοινῇ τὸν Ἰούδαν, δι' ὧν δηλοῖ τὰς φυλάς. Ὑπὸ μίαν γὰρ ἦσαν βασιλείαν ἀμφότεραι, καὶ μίαν ᾤκουν πόλιν Σαμάρειαν, ἐξ ἑνὸς τοῦ Ἰωσὴφ καταγόμεναι, καὶ ὅμως ἀλλήλαις ἐπαναστήσονται, καὶ ταύτας φησὶ τῷ κατὰ Ἰούδα πολέμῳ μηκέτι σχολαζούσας, ἀλλήλας δὲ δαπανώσας τοῖς ξίφεσιν. 2024 Καὶ ταῦτα ἔσται ταύταις κατὰ θείαν ὀργὴν τὴν ἐχθρὰν αὐταῖς ἐμβαλούσης ἐπὶ συμφέροντι, καθάπερ ἀνὰ μέσον τῆς γυναικὸς καὶ τοῦ ὄφεως τὴν ἐπὶ κακῷ διαλυούσης ὁμόνοιαν. Πρὸς ὃ καὶ ὁ Σωτήρ φησιν, ὡς οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Ἀλλήλοις δέ φησι, κακῶς διακείμενοι ἐν τῇ κατὰ τῶν πλησίον ἐπιβουλῇ συμφωνήσουσιν. Ἅμα γὰρ πολιορκήσουσιν τὸν Ἰούδαν, τοὺς ἐξομολογουμένους Θεῷ, καὶ λατρείᾳ τῇ αὐτοῦ παραμένοντας. Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Ἡ γὰρ κακίας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Ἡ γὰρ κακία πρὸς ἑαυτὴν ἀσύμφωνος οὖσα, τῇ μάχῃ τῇ κατ' ἀρετῆς συμφωνεῖ. Οἷον θρασύτης καὶ δειλία πρὸς ἀλλήλας μὲν ἐναντίαι, μέσην δὲ πολιορκοῦσιν ἑκατέρωθε τὴν ἀνδρείαν. Νοητέον δὲ καὶ τὸ, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ. Ὁ γὰρ μὴ ἐργαζόμενος δεξιᾷ καὶ ἀποδοχῆς ἄξια, ἐκ τῶν ἀπηγορευμένων καὶ σκαιῶν ἐμπλησθήσεται. ∆ι' ὅλων δὲ τὸ θηριῶδες τῆς στάσεως καὶ τὴν ἀλληλοφαγίαν ἐμήνυσεν. ΚΕΦΑΛ. Ιʹ. αʹδʹ. 9Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν. Ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες χρήματα πενήτων τοῦ λαοῦ μου, ὥς τε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομὴν9, κ.τ.λ. Καὶ ταῦτα πρὸς τοὺς ἐξ Ἰσραὴλ βασιλευόμενος ἐν Σαμαρείᾳ, παρ' οἷς ἦσάν τινες διὰ φιλονεικίαν τὴν πρὸς τοὺς προφήτας, ψευδεῖς γράφοντες προφητείας, οἳ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους ἐπ' ὀρφανῶν καὶ χηρῶν ἀδικίᾳ. Τινὲς δὲ περὶ γραμμάτων τῶν τὸν νόμον παρεξηγουμένων εἰρῆσθαι ταῦτά φασιν, ὡς ἂν χαρίσωνται τοῖς καταδυναστεύουσιν ὀρφανούς τε καὶ χήρας. Μή ποτε δὲ πᾶς ἁμαρτάνων ὀφλημάτων γράφει χειρόγραφον, ἐπισκοπῆς δέ φησιν ἡμέραν, τὸν τοῦ πολέμου καιρὸν, καθ' ὃν αὐτοῖς ἐπάγει τὴν δίκην ὁ τὰ δρώμενα παρὰ τούτων ἐπισκοπῶν. Πόῤῥωθεν δέ φησιν, οὐκ ἐκ τῶν ὁμόρων, ὡς πρώην ἐθνῶν, ἀλλ' ἐξ αὐτῆς τῆς Ἀσσυρίας, ἤτι φιλανθρωπία Θεοῦ ταύτην ἐλαυνομένην αὐτοὶ καθ' ἑαυτῶν ἐλθεῖν ἐκβιάζονται. Ὑψηλὴ δὲ πάλιν ἡ χείρ. Ὁ γὰρ θεῖος παραμένει θυμὸς τοῖς ἐπιμένουσι τοῖς ἁμαρτήμασιν. Οὗ παρελθόντος, Ποῦ, φησὶ, καταλείψετε τὴν δόξαν, ἣν εἴχετε πολλάκις τῶν πολεμίων περιγινόμενοι; ἐπαγωγὴν δέ φησι τὴν ἐπαγομένην τιμωρίαν ὑπὸ Θεοῦ. Τοῦτο δὲ πέρας τῶν πρὸς τὸν λαὸν ἀπειλῶν, αἱ μικρὸν ὕστερον τῶν Ἀσσυρίων ἐπελθόντων εἰς πέρας ἐξέβησαν. εʹιαʹ. 9Οὐαὶ Ἀσσυρίοις. Ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ. Καὶ τῷ ἐμῷ λαῷ συγκατάξω ποιῆσαι σκύλα, καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτὸν9, κ.τ.λ. Ταῦτα μετὰ τὴν ἅλωσιν Σαμαρείας ὁ προφήτης φησίν. Τοιγαροῦν ὁ Ἀσσύριος εἴληφεν, καὶ, φησὶν, 2025 Ἀραβίαν, καὶ ∆αμασκὸν, καὶ Σαμάρειαν. Θεὸς μὲν οὖν ὀργάνῳ τούτῳ χρησάμενος, τὸ ἴδιον νομιζόμενον τούτῳ παρεδίδου λαὸν ἀποκτεῖναι τοὺς ἄνδρας καὶ γυμνῶσαι κειμένους, καὶ διελέσθαι τὰ σκῦλα (προνομὴν γὰρ τοῦτο καλεῖ) καθελεῖν τε τὰς πόλεις εἰς ἔδαφος. Αὐτὸς δὲ μὴ τούτῳ συνιεὶς, ὡς ἰδίᾳ δυνάμει κρατήσας μείζω φαντάζεται, πρὸς τοῦτο τὸν νοῦν ἀπαλλάττων, καὶ καθιστὰς, τῶν ὑπηκόων ὡς μόνον ἄρχοντα θαυμαζόντων αὐτόν. Μήπω με, φησὶ, καλέσητε Κύριον, πρὶν ἂν τῶν ἄλλων κρατήσαιμι. Τῶν γὰρ ἐπάνω Βαβυλῶνος οὔπω κεκράτηκα, οὐδὲ Χαλάνης, ἐν ᾗ διεῖλε τὰς γλώττας ἐπὶ τῇ πυργοποιΐᾳ Θεός. Ἐν ἡμέραις μὲν οὗν Ἄχαζ μέρος ἐλήφθη τοῦ ἐν Σαμαρείᾳ λαοῦ