De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τῶν δεσποτῶν ὁ πραιπόσιτος καὶ λέγει· "Κελεύσατε" καὶ ἐξέρχονται ἐπευχόμενοι, καὶ ἀπέρχονται οἱ πατρίκιοι εἰς τὸ Ὀνοπόδιον, καὶ οἱ ὕπατοι εἰς τὸν πόρτηκα τῶν ιθʹ 2.18 Ἀκκουβίτων, καὶ ἵστανται κονσιστώριον εἰς τὸ σχιστὸν βῆλον, οἱ δὲ κόμητες καὶ οἱ κανδιδάτοι καὶ οἱ δομέστικοι καὶ οἱ λοιποὶ ἀπέρχονται ἐν τῷ Τριβουναλίῳ, καὶ ἵστανται ἔμπροσθεν τῶν σκευῶν. Καὶ ἐξελθόντος τοῦ σεκρέτου ἀπὸ τοῦ πόρτηκος τοῦ Αὐγουστέως, εὐθέως εἰσάγει ὁ τῆς καταστάσεως μετὰ καὶ ἑτέρου σιλεντιαρίου, κρατοῦντες τὴν πρώτην τῶν συγκλητικῶν, καὶ ὄπισθεν αἱ λοιπαὶ ἀκολουθοῦσαι, ἔμπροσθεν δὲ ὀστιάριος μετὰ βεργίου, καὶ ἔνθα νεύσει, προσκυνοῦσι τρίτον. Καὶ εἰσάγονται αἱ προρρηθεῖσαι ὑπὸ σιλεντιαρίων κρατούμεναι, καὶ προσκυνοῦσι τὰ γόνατα τῶν δεσποτῶν, ὁμοίως καὶ τῆς Αὐγούστης, καὶ ὅτε πληρώσωσιν αἱ συγκλητικαὶ τὴν προσκύνησιν, ἐξέρχονται αὐταὶ εἰς τὴν Χρυσῆν Χεῖρα καὶ ἵστανται ἔνδοθεν τῆς κορτίνας. Καὶ τῆς Αὐγούστης ἐξελθούσης εἰς τὴν Χρυσῆν Χεῖρα, εἰσέρχονται ὄπισθεν αὐτῆς αἱ πατρικίαι καὶ αἱ λοιπαὶ συγκλητικαί, καὶ ἐξέρχεται ἡ Αὐγοῦστα ἐν τῷ Ὀνοποδίῳ, ὀψικευομένη ὑπὸ τοῦ κουβουκλείου, καὶ ἵστανται οἱ πατρίκιοι κονσιστώριον εἰς τὸ αὐτὸ Ὀνοπόδιον, καὶ στάσης αὐτῆς, πίπτουσιν οἱ πατρίκιοι. Καὶ ἀναστάντων αὐτῶν, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ ἀποκινοῦσιν ὀψικεύοντες, καὶ αἴρεται ἡ κορτίνα ὑπὸ δύο σιλεντιαρίων, καὶ ἵσταται πάλιν ἡ Αὐγοῦστα εἰς τὸ ∆ικιόνιον, καὶ πίπτουσιν οἱ συγκλητικοὶ ἅμα τοῖς πατρικίοις, καὶ ἀναστάντων αὐτῶν, νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται. Καὶ ἀποκινεῖ ἡ σύγκλητος, καὶ ἐξέρχεται διὰ τοῦ μέσου πυλῶνος τοῦ Τριβουναλίου ἔνθεν κἀκεῖθεν εἰς τὴν κεφαλὴν τῶν βάθρων, καθὼς ὀψικεύουσιν· οἱ δὲ λοιποὶ ἄρχοντες τῶν ταγμάτων κατέρχονται ἐν τῷ αὐτῷ Τριβουναλίῳ, ἔνθα ἵσταται ὁ σταυρὸς καὶ τὰ σκῆπτρα, λάβουρά τε ἅμα καὶ 2.19 τῶν λοιπῶν σκευῶν, τὰ δὲ δύο μέρη ἐν τῷ ἅμα, καὶ τὸ λοιπὸν ἅπαν τοῦ λαοῦ καὶ οἱ ἄρχοντες τῶν ταγμάτων ἵστανται ἔμπροσθεν τῶν σκευῶν εἰς τοὺς τόπους αὐτῶν. Καὶ ὅτε ἐξέλθῃ ἡ σύγκλητος ἅμα τοῖς πατρικίοις καὶ στῶσιν, ἀναφαίνει ἡ Αὐγοῦστα, ὁδηγουμένη ὑπὸ τοῦ πραιποσίτου καὶ πριμικηρίου, καὶ στάσης αὐτῆς εἰς τὴν μέσην τοῦ ἡλιακοῦ, ἀνακράζουσι τὰ μέρη καὶ ἅπαν τοῦ λαοῦ· "Ἅγιος, Ἅγιος, Ἅγιος. ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶγῆς εἰρήνη." Καὶ ἀκτολογοῦσι τὰ μέρη τὰ τῷ στεψίμῳ ἁρμόζοντα. Καὶ ἀποκινεῖ ἡ Αὐγοῦστα εἰς τὴν μέσην τοῦ ἡλιακοῦ, καὶ ὅτε ἀπέλθῃ εἰς τὸ μέσον κάγκελον, ἵσταται, καὶ ἐπιδίδωσιν ὁ ὀστιάριος ζυγὴν κηροὺς καὶ λαβοῦσα τοὺς κηροὺς ποιεῖ προσκύνησιν ἐπὶ τὸν σταυρόν, καὶ εὐθέως πίπτουσιν οἱ ἄρχοντες καὶ προσκυνοῦσιν αὐτὴν καὶ τὰ σκεύη πάντα, σκῆπτρα, λάβουρα καὶ τὰ λοιπά. Καὶ ὅτε πληρώσωσιν τὰ μέρη τὰ ἄκτα τῆς ἀναγορεύσεως, καὶ εἴπωσι· "Τοῦτο τὸ βασίλειον, Κύριε, στερέωσον", εὐθέως εἰσέρχεται ἡ σύγκλητος εἰς τὸν πόρτηκα τῶν ιθʹ Ἀκκουβίτων, καὶ ἵστανται κονσιστώριον μέχρι τοῦ ∆ικιονίου καὶ Ὀνοποδίου, αἱ δὲ συγκλητικαὶ γυναῖκες ἀκολουθοῦσαι, ὅτε ἀποκινήσῃ ἡ σύγκλητος τὴν ἔσω, μεθίστανται αἱ γυναῖκες καὶ ἀπέρχονται ἐπὶ τοὺς ἐλεφαντίνους πυλῶνας τοῦ Καστρησιάκου, καὶ ἐκδέχονται ἐκεῖσε, μέχρις ἂν εἰσέλθῃ ἡ Αὐγοῦστα εἰς τὸν Αὐγουστέα. Ἡ δὲ σύγκλητος ἵσταται, μέχρις ἂν πληρώσωσι τὰ μέρη· "Πολλὰ τὰ ἔτη," καὶ τὰ ἑξῆς, καὶ ὅτε πληρώσωσι τὴν εὐφημίαν τὰ μέρη, προσκυνεῖ ἡ Αὐγοῦστα ἔνθεν κἀκεῖσε πρὸς τὰ δύο μέρη, καὶ ἀποκινεῖ τὴν ἔσω, καὶ λέγουσι τὰ δύο μέρη· "Περισώσῃ ὁ Θεὸς τὴν Αὐγοῦσταν", αἱ δὲ πατρικίαι ἵστανται ἔνδον τῆς πύλης τοῦ Τριβουναλίου, καὶ ὅτε εἰσέλθῃ ἡ Αὐγοῦστα ἀπὸ τοῦ ἡλιακοῦ, ἀποκινοῦσιν οἱ πατρίκιοι μέχρι τῆς Χρυσῆς Χειρὸς ὀψικεύοντες· τὸ δὲ 2.20 σέκρετον τῶν ὑπάτων ἵσταται μέχρι τοῦ ∆ικιονίου, καὶ ὅτε μεσάσῃ ἡ Αὐγοῦστα εἰς τὴν μέσην τῶν ὑπάτων, ἐπεύχονται τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Ὁμοίως καὶ οἱ πατρίκιοι εἰς τὴν Χρυσῆν Χεῖρα, καὶ διέρχεται ἡ Αὐγοῦστα, καὶ εἰσέρχεται εἰς τὸν Αὐγουστέα, καὶ ἵσταται τὸ πᾶν τοῦ κουβουκλείου εἰς τὸν Αὐγουστέα, καὶ ῥωμαΐζουσιν· "Βαῖνε, βαῖνε, ἡ Αὐγοῦστα· καλῶς ἦλθες, ἡ Αὐγοῦστα." Καὶ εἰσέρχεται ἡ Αὐγοῦστα εἰς τὸ Ὀκτάγωνον τὸ ἔξω τοῦ Ἁγίου Στεφάνου, καὶ εἰσέρχεται ὁ βασιλεὺς καὶ ἡ Αὐγοῦστα εἰς τὸν Ἅγιον Στέφανον, καὶ γίνεται τὸ μνῆστρον καὶ ἐξέρχονται τῆς ἐκκλησίας. Καὶ λειτουργεῖ ὁ πατριάρχης, καὶ ὅτε ἀπολύσῃ ἡ λειτουργία, εἰσέρχονται οἱ δεσπόται καὶ ἡ Αὐγοῦστα, καὶ γίνεται τὸ στεφάνωμα.