Θηβῶν πόλιν· τὴν γὰρ Κόρινθον κατέλιπε τῷ κηδεστῇ αὐτοῦ Θεοδώρῳ τῷ βασιλέως ἀδελφῷ. τὴν δὲ Ἀθηνῶν πόλιν, ἀφελόμενος ταύτην τὸ πρόσθεν τοὺς Κελτίβηρας ἀπὸ Ναβάρης (εἶχον γὰρ δὴ καὶ ταύτην οἱ Ἴβηρες καταστρεψάμενοι) κατέλιπε τοῖς Οὐενετοῖς. ὁ μέντοι παῖς αὐτοῦ Ἀντώνιος οὗτος, ὡς παρὰ τοῦ πατρὸς παρεδέξατο τὴν τῆς Βοιωτίας ἀρχὴν (τὴν γὰρ δὴ Φωκίδα χώραν ἄλλην καὶ Λεβάδειαν ὑπηγάγετο Παιαζήτης ὁ Ἀμουράτεω, προσθέμενος τῇ ἑαυτοῦ ἀρχῇ, ὡς πρότερόν μοι δεδήλωται), οὗτος δὴ οὖν ἐπὶ τοὺς Οὐενετοὺς ἐξήνεγκε πόλεμον, καὶ τὰς Ἀθήνας ἐπολιόρκει προσέχων ἐντεταμένως. οἱ μέντοι Οὐενετοὶ δεινὸν ποιησάμενοι πολιορκεῖσθαι τὴν πόλιν αὐτῶν, καὶ ἀμύνειν βουλόμενοι, καὶ ἐπὶ τὴν Θηβῶν διανοούμενοι πόλιν ἰέναι, στρατόν τε τὸν ἀπὸ τῆς Εὐβοίας, ὅσον ἠδύναντο, 1.201 συλλέξαντες καὶ ὁπλισμόν, ἀπὸ τῆς Εὐβοίας ἐχώρουν ἐπὶ τὴν Βοιωτίαν καὶ ἐπὶ τὴν πόλιν. Ἀντώνιος δὲ πυθόμενος τοὺς Οὐενετοὺς στρατευομένους ἐπ' αὐτόν, λόχους ποιησάμενος διττοὺς κατὰ τὴν ὁδόν, ᾗ ἐπύθετο μέλλοντας διαπορεύεσθαι τούς τε Εὐβοέας ἅμα καὶ Οὐενετούς, τὸν μὲν ἐνεδρεύσας ἐς τὸ πρόσω τῆς ὁδοῦ, τὸν δὲ ἐς τὸ ὄπισθεν, ἐπέμενεν ἐμβαλεῖν ἐς τὸ μέσον τοὺς πολεμίους. ἐνταῦθα οὖν ὡς οἱ Οὐενετοὶ ἐπορεύοντο ἐπὶ τὴν Θηβῶν πόλιν (διέχει δ' ἡ πόλις αὕτη ἀπὸ Εὐβοίας σταδίους ὡσεὶ ρνʹ) καὶ ᾔεσαν ἐξωπλισμένοι τε ἅμα καὶ πολλοὶ ὄντες ἐπὶ τὰς Θήβας (ἦσαν δὲ ἀμφὶ τοὺς ἑξακισχιλίους), ἐπιπεσὼν τούτοις ἄφνω ὁ Ἀντώνιος, ἔχων κατὰ τοὺς λόχους οὐ πλείους τῶν τριακοσίων, καὶ ἐπ' ἀμφοῖν ἅμα ἐπιφανεὶς τοῖς Οὐενετοῖς ἐς φυγήν τε ἐτρέψατο, καὶ πολλούς τε αὐτῶν διέφθειρε, τοὺς δὲ ἐζώγρησε, καὶ τοὺς τότε ἡγεμόνας τῆς χώρας αὐτῶν ἐζώγρησε. καὶ ἀπιὼν αὖθις ἐς τοὐπίσω ἐπολιόρκει τὴν Ἀθηνῶν πόλιν, ἐς ὃ δὴ προδοσίαν συνθεμένων αὐτῷ τῶν Ἀθηναίων τήν τε πόλιν κατέσχε, καὶ οὐ πολλῷ ὕστερον πολιορκῶν τὴν ἀκρόπολιν παρεστήσατο, καὶ ἐτυράννευε τῆς τε Ἀττικῆς ἅμα καὶ Βοιωτίας. καὶ ἀφικόμενος ἐς τὰς Παιαζήτεω μὲν πρῶτα θύρας, τοῦ πατρὸς αὐτοῦ ἔτι περιόντος, μετὰ δὲ ταῦτα ἐς τὰς Μωσέως τε καὶ Μουσουλμάνεω καὶ δὴ καὶ Μεχμέτεω θύρας, ἐθεράπευέ τε χρήμασι τὰς βασιλέως θύρας, καὶ κατὰ τὴν χώραν ἄρχων ἀδεῶς τοῦ λοιποῦ διῃτᾶτο. λέγεται μὲν δὴ καὶ οὗτος καὶ δοκεῖ γενέσθαι ἀνὴρ τά τε ἄλλα εὐδοκιμῶν, καὶ ἐπεί τε παρέλαβε τὴν 1.202 Ἀθηνῶν πόλιν, ἐπί τε τὰς βασιλέως θύρας οὐδέν τι πολλῷ ἀφικόμενος, ἐπιτηδείους τε αὑτῷ σχεῖν καὶ συνήθεις τοὺς ἀμφὶ τὸν βασιλέα. ἐτυράννευε δὲ γήμας γυναῖκα ἀνδρὸς ἰδιώτου ἀπὸ Θηβῶν. ὡς γὰρ ἀνῆγον οἱ Θηβαῖοι χοροὺς ἐπὶ γάμῳ τινί, καὶ ἦν ἰερέως θυγάτηρ ὑπ' ἀνδρὶ γεγενημένη, οὐκ ἀηδὴς μέντοι, τὸν δὲ τρόπον ἐπιεικής τε ἅμα καὶ σώφρων, ἠράσθη τε αὐτῆς ἐν τῷ χορῷ ἅμα, καὶ ἐρασθεὶς ἀπάγεται ταύτην. ἐπιμανεὶς δὲ τῷ ἔρωτι οὐ πολλῷ ὕστερον ἔγημέ τε αὐτήν, καὶ εὐδαιμόνως βιοτεύων ἐτύγχανεν, ἐξοικονομῶν τε τὴν ἀρχὴν ἐπὶ τὸ ὡς κάλλιστα ἔχειν δοκοῦν ἅμα τοῖς τε ἐν τῇ χώρᾳ καὶ τοῖς ἄλλοις. οὗτος μὲν οὖν καὶ πρὸς τὸν ἐν τῇ Αἰγίνῃ ἄρχοντα Γαλεώτου παῖδα, τοῦ ἐπὶ ῥώμῃ σώματος ἐπισήμου ὄντος, ἐπιγαμίαν ποιησάμενος ἐπὶ θετῇ αὐτοῦ θυγατρί, καὶ ἀπὸ Εὐβοίας νεανίαν τῆς Γεωργίου οἰκίας κηδεστὴν ἐπὶ ἑτέρᾳ αὐτοῦ θετῇ ποιησάμενος, πρός τε τοὺς Οὐενετοὺς σπονδάς τε ποιησάμενος ἡσυχίαν ἦγε. καὶ Γαλεώτου τὸν παῖδα, Αἰγίνης δὲ ἄρχοντα, ἐπιτήδειον ἔχων, παρ' αὐτὸν φοιτῶντα ἐθεράπευε, καὶ σωφρονῶν ἐπὶ πολὺ δὴ τοῦ χρόνου διεγένετο εὐδαιμονῶν, ἀπό τε τῆς κατὰ τὴν ἀρχὴν οἰκονομίας πλοῦτον ἑαυτῷ περιποιούμενος καὶ τὴν πόλιν ὡς οἷόν τε μάλιστα κοσμῶν. Τούτων μὲν πέρι ἐς τοσοῦτον ἐπιμνησάμενος, ἐπάνειμι δὴ ἐπὶ Θεόδωρον τὸν βασιλέως παῖδα, ἡγεμόνα Σπάρτης τε καὶ ἄλλης Πελοποννήσου, ὃς ὑπὸ Θεοδώρου τοῦ πάτρωος ἐξετρέφετο ἅμα καὶ ἐπαιδεύθη, μετὰ δὲ ταῦτα κατελείφθη ἐς τὴν ἀρχὴν αὐτοῦ ἡγεμών. ἐς τοῦτον δὲ ἀφικόμενος ὁ πατὴρ αὐτοῦ Ἐμμα 1.203 νουῆλος ὁ Βυζαντίου βασιλεὺς τόν τε παῖδα καθίστη ἐς τὴν ἀρχὴν βεβαιότερον, καὶ ἐπὶ τῷ ἀδελφῷ ἤδη τετελευτηκότι λόγον ἐπικήδειον ἐξετραγῴδει διεξιὼν ἐπὶ τῷ τάφῳ αὐτοῦ, ἀπολοφυρόμενός τε ἅμα τὸν