68
παρὰ τῶν Ἀσσυρίων. Ἐπὶ δὲ του... ...τον Ἐζεκίου πάντα τὸν λαὸν ᾐχμαλώτευσαν ἐπὶ τῇ πρώτῃ πληγῇ μηδαμῶς σωφρονίσαντα· διὰ φιλανθρωπίαν δὲ πάλιν προλέγει καὶ τοῖς ἐν Ἱεροσολύμοις τὰ μέλλοντα, τὴν ἀσέβειαν αὐτῶν αἰτιώμενος. Καὶ οὗτοι γὰρ εἰδωλολάτρησαν ἐπί τε Ἄχαζ καὶ χρόνων τῶν μετ' αὐτόν. Πῶς δὲ ὀλολύζει τὰ γλυπτά; Τὰ μὲν ἀναίσθητα, οὐδαμῶς, τὰ δὲ ὁμώνυμα τούτοις ἐνοικοῦντα δαιμόνια, τῆς ἀπὸ τῶν μιασμάτων ἡδονῆς ἀπολαύοντα· διόπερ οἱ τὰ εἰδωλόθυτα ἐσθίοντες, κοινωνοὶ τραπέζης λέγονται δαιμονίων, ἅπερ δηλοῖ, καὶ τότε φησὶν, "Ἤξει εἰς Αἴγυπτον Κύριος καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται." Ἐσείσθη γὰρ εἰς ἄβυσσον ἐλαυνόμενα κατὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. ∆ιὰ τοῦτο, ἐπικατάρατος ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. Κακὸν γὰρ ἑαυτῷ θησαυρίζει τὸν τῷ γλυπτῷ παρεπόμενον δαίμονα. ιβιθʹ. 9Καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὄρια ἐθνῶν9, κ.τ.λ. Ἔτι φησὶν, Ἔτι τοῖς Ἀσσυρίοις ἐνδίδωμι, μέχρι χειρώσονται καὶ τὴν Ἱερουσαλὴμ ὥσπερ τὸν Ἰσραήλ. Μετὰ ταῦτα γὰρ, ἐπὶ τὸν νοῦν τὸν μέγαν ἐπάξειν φησὶ, τὸν ἐν κακίᾳ μέγαν δηλῶν, ἢ τὸν παρ' ἑαυτῷ, ἢ παρὰ τῶν ὑπηκόων κολακευόντων οὕτω λεγόμενον. Κυρίως γὰρ νοῦς μέγας, ὁ κατ' ἀρετὴν καὶ γνῶσιν τέλειος ὢν, καὶ μηδὲν σμικρὸν περὶ Θεοῦ καὶ τῶν κριμάτων αὐτοῦ λογιζόμενος, ἐπάξειν δέ φησιν, ἐπεὶ μὴ δόξαν δέδωκεν ἐπὶ τοῖς αὐτῷ παραδοθεῖσιν Θεῷ, τὴν ἰδίαν προτάξας ἰσχὺν, ἢ τὴν τῶν εἰδώλων, οἷς ἀνέθηκε καὶ σκεύη τὰ ἱερὰ τοῦ Θεοῦ. Ἀλληγορίας δὲ νόμῳ, νοῦν μέγαν, ἢ τὸν ἀρχέκακόν φησι τὸν συναποστήσαντα πολλοὺς ἑαυτῷ, τροπικῶς νῦν Ἀσσυρίους λεχθέντας· ἤγουν δύναμιν ἀντικειμένην ἀπλῶς, ἄρχουσαν Ἀσσυρίων, ὡς λέγεται ὁ ἄρχων βασιλείας Περσῶν, ἢ Μήδων, ἢ τῶν Ἑλλήνων. Συν 2028 έσει τοίνυν ἰδίᾳ καὶ δυνάμει τὰ πραχθέντα τοῖς Ἀσσυρίοις ἀνέθηκεν οὖν ἑαυτὸν εἶναι μέγαν δοκῶν, μὴ θέμενος πρὸ τῶν ὀφθαλμῶν τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, ὑπερηφάνοις δὲ ὀφθαλμοῖς κατεπαρθεὶς τοῦ Θεοῦ. Λέγοι δ' ἂν καὶ μέγαν νοῦν ὡς φρόνησιν τὴν πανουργίαν ἐπὶ κακῷ, ὡς ὁ ὄφις φρονιμώτερος τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ὅπερ ὁ θεῖος Ἀπόστολος ἐξηγούμενος πρὸς Κορινθίους, "Φοβοῦμαι, φησὶ, μήπως ὡς ὁ ὄφις ἐξηπάτηκεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ." Καὶ ὁ Σωτὴρ δέ φησιν, ὡς ὁ οἰκονόμος τῆς ἀδικίας φρονίμως ἐποίησεν· καὶ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτός. Ἐπεὶ, καὶ νοῦν εἶναί φασι φρόνησιν συνεστραμμένην. Οὗτος οὖν ὁ νοῦς, ἐπεὶ οἶδεν, ὡς σοφοῦ οἱ ὀφθαλμοὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, δοξάζει τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὡς τῶν γηΐνων κρείττων, ἄνω τε βλέπων καὶ μὴ κύπτων εἰς γῆν. Τοιοῦτοι γὰρ οἱ παρ' Ἕλλησι σοφοὶ, ζῶντες μὲν κακῶς· δι' ὧν δὲ περί τε οὐρανοῦ καὶ τῶν μετεώρων φασὶ, δόξαν τινα τοῖς ὀφθαλμοῖς τοῖς ἰδίοις περιτιθέμενοι. Ὀφθαλμοὺς οὖν τὰς ἐννοίας φησίν. Ἀλλ' ὁ καρδίας ὁρῶν καὶ νεφροὺς, καὶ τὰ κεκρυμμένα καθίστησιν ἐναργῆ, λέγων ὡς διενοήθη παντοδαπῇ δυνάμει θαῤῥῶν καὶ τέχνῃ στρατηγικῇ, τὰ μὲν οἷς διώρισται τὰ ἔθνη παρ' ἀλλήλων περιελεῖν, μιᾶς δὲ βασιλείας ἕνα μόνον ὅρον ποιεῖν, τοῖς ἑαυτοῦ σκήπτροις ὑποτάξας αὐτὰ, ἃ δὴ καλῶς διώρισεν ὁ Θεὸς, ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. Μηδένα γὰρ ἐφορᾷν, μηδὲ Θεῷ μέλλειν τῶν ἐπὶ γῆς. Τοῦτο γὰρ ἡ τῶν ὠῶν καὶ νεοττῶν ἐρημία δηλοῖ. Τὰ δὲ ὠὰ μετὰ τοὺς νεοττοὺς ἐν ἐπιτάσει τῆς ὀλιγωρίας ἐπήνεγκεν. Ἐχρῆν δέ σε σκοπῆσαι, φησὶν, ὡς ὄργανον ἐγένου Θεοῦ, καθάπερ ἀξίνη, πρίων τε καὶ ῥάβδος τοῦ κινοῦντος δεόμενα. ∆ύναμιν γὰρ ἀφ' ἑαυτῶν οὐδεμίαν πρὸς κίνησιν ἔχουσιν, ἀλλ' ἐπεὶ μὴ οὕτως ἐλογίσω, μηδὲ τὴν ἰσχὺν ὅθεν ἔχεις ἐπέγνως, ὁ τῶν δυνάμεων Κύριος ἀτιμίᾳ τὴν σὴν τιμὴν διαδέξεται. Τιμὴν δέ φασι τὴν ὑποκειμένην αὐτῷ στρατιὰν, ἐφ' ᾗ καὶ δεδόξαστο. Ἣν καὶ πῦρ ἀναλώσειν φησίν. ∆ιαφέρει δὲ κατά τινας τοῦ κλέους ἡ δόξα.