De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Χρὴ δὲ εἰδέναι ὅτι ὁ βασιλεὺς ἐστεμμένος στεφανοῦται, καὶ ἐξέρχονται ἐστεφανωμένοι ἐπὶ τὴν Χρυσῆν Χεῖρα, καὶ δέχονται οἱ πατρίκιοι ἐν τῷ Ὀνοποδίῳ, καὶ στάντων τῶν δεσποτῶν, πίπτουσιν οἱ αὐτοί. Καὶ ἀναστάντων αὐτῶν, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους" καὶ ἀποκινοῦσιν, ὀψικεύοντες μέχρι τοῦ σεκρέτου τῶν ὑπάτων, καὶ στάντων τῶν δεσποτῶν, πίπτουσιν οἱ συγκλητικοὶ πάντες ἅμα τοῖς πατρικίοις, καὶ ἀναστάντων αὐτῶν, νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ, καὶ λέγει· "Κελεύσατε" καὶ ἀποκινοῦσιν ὀψικεύοντες μέχρι τοῦ παστοῦ. Τὰ δὲ μέρη δέχονται εἰς τὸν τρίκλινον τῶν κανδιδάτων ἔνθεν κἀκεῖθεν πλησίον τῶν γραδηλίων τῆς Μανναύρας, οἱ δὲ κράκται τῶν δύο μερῶν ἡνωμένοι λέγουσιν οἱ ἀμφότεροι ὁμοῦ τὰς ἀναφωνήσεις, τὰ δὲ ὄργανα αὐλοῦσιν ἐπὶ τὸ μέρος τῶν Πρασίνων. Καὶ ὅτε διέλθῃ τὸ στεφάνωμα, εἰσέρχονται τὰ μέρη εἰς τὸν παστόν, καὶ ἵστανται οἱ βασιλεῖς ἐστεμμένοι εἰς τὸν παστόν, καὶ ἀκτολογοῦσιν τὰ μέρη τὰ κατὰ συνήθειαν. Καὶ ἀπέρχονται οἱ δεσπόται 2.21 ἐστεφανωμένοι εἰς τὴν κόγχην τοῦ παστοῦ, ἔνθα ἵσταται ὁ βασιλικὸς κράβαττος, καὶ τιθέασιν τὰ στέμματα ἐπὶ τὸν κράβαττον, καὶ εὐθέως ἀπέρχονται οἱ δεσπόται διὰ τῶν διαβατικῶν, ὡς ἐπὶ τὸν Ἔρωτα, εἰς τὰ ιθʹ Ἀκκούβιτα, καὶ ἀκουβίζουσιν καὶ ὅτε ἀναστῶσιν, ὁρίζει οὓς κελεύει φίλους, καὶ εἰσέρχονται εἰς τὸν παστὸν, ὡς ἔχει ἡ συνήθεια. Χρὴ δὲ γινώσκειν ὅτι οὐ καθέζονται οἱ δεσπόται μετὰ χλανίδια εἰς τὸν παστὸν μετὰ τῶν φίλων, ὁ μέγας βασιλεὺς φορῶν σαγίον χρυσοῦν, ὁ δὲ μικρὸς βασιλεὺς φορῶν τζιτζάκιν, οἱ δὲ φίλοι, καθὼς ἀκουμβίζουσιν. Χρὴ δὲ γινώσκειν ὅτι, ἐὰν ἐξέλθῃ ἡ Αὐγοῦστα ἐστεμμένη ἐν τῷ τρικλίνῳ, οἱ σπαθάριοι μετὰ διστράλια ὀψικεύουσιν, τὸ δὲ ἅρμα οὐκ ἀκολουθεῖ· εἰ δὲ ἐπὶ τῶν ιθʹ Ἀκκουβίτων οὐκ ὀψικεύουσιν οἱ σπαθάριοι τὸ σύνολον. Αἱ δὲ συγκλητικαί, ἀφ' οὗ εἰσέλθῃ ἡ Αὐγοῦστα ἀπὸ τοῦ Τριβουναλίου εἰς τὸν Αὐγουστέα, εἰσέρχονται καὶ αἱ γυναῖκες διὰ τοῦ τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων διὰ τῆς εἰσόδου τοῦ βασιλικοῦ ἀκκουβίτου, καὶ ἀπέρχονται εἰς τὸν πόρτικα τοῦ Αὐγουστέως, ἔνθα κρέμαται ἡ κορτίνα. Καὶ ὅτε διέλθῃ τὸ στεφάνωμα εἰς τὴν Χρυσῆν Χεῖρα, εἰσέρχονται αἱ πατρικίαι καὶ αἱ λοιπαὶ ὄπισθεν τῆς Αὐγούστης μέχρι τῆς γεφύρας, καὶ αἱ κλητωρευθεῖσαι ἀπέρχονται ἐπὶ τὸν κοχλίαν τῆς Ἁγίας Χριστίνης, καὶ αἱ λοιπαὶ ἀναχωροῦσιν. Χρὴ δὲ εἰδέναι ὅτι οὐ φοροῦσιν αἱ πατρίκιαι εἰς τὸ στεφάνωμα τῆς Αὐγούστης προπόλωμα. Χρὴ δὲ γινώσκειν ὅτι ὁρίζει ὁ βασιλεὺς ἐκ τὰς πατρικίας, οἵας θέλει, ἵνα εἰσέλθωσιν εἰς τὸν Αὐγουστέα διὰ τοῦ Ὀκταγώνου, καὶ ἴδωσι τὸ στέψιμον τῆς Αὐγούστης. Ὁμοίως καὶ εἰς τὸ στεφάνωμα ὁρίζει ὁ βασιλεύς, ἵνα εἰσέλθῃ ὁ παράνυμφος, καὶ πατρικίους, οὓς κελεύει, καὶ ὅτε πληρωθῇ 2.22 τὸ στεφάνωμα, ἐξέρχονται οἱ αὐτοὶ πατρίκιοι καὶ ἵστανται εἰς τοὺς τόπους αὐτῶν μετὰ καὶ τοὺς λοιποὺς πατρικίους. Χρὴ δὲ γινώσκειν ὅτι τῇ τρίτῃ τοῦ λουτροῦ, ὅπως ὀφείλει γενέσθαι ἡ ἀκολουθία, ἵσταται τὸ μέρος τῶν Βενέτων εἰς τὸν δεξιὸν ἔμβολον τῆς Μανναύρας, οὗ ἐστιν ἡ πύλη τοῦ Αὐγουστέως, τὰ ἴσα τοῦ πίνσου, ὁμοίως καὶ οἱ Πράσινοι εἰς τὸ ἀντικρὺ μέρος πλησίον τοῦ στάβλου, τὸ δὲ ὄργανον εἰς τὸ ἀναδενδράδιον, καὶ τὸ ἕτερον εἰς τὴν εἴσοδον τοῦ στάβλου, ὀλίγον ἀπὸ διαστήματος, καὶ ἄλλο ὄργανον ἐκεῖθεν τοῦ πουλπίτου τοῦ καταβασίου τοῦ λουτροῦ. Καὶ ὅτε ἐξέλθωσιν τὰ σάβανα, ἡ μυροθήκη, τὰ σκρινία καὶ τὰ σικλότρουλλα, ὀψικεύουσιν αὐτὰ οἱ ὕπατοι μέχρι τοῦ καταβασίου τοῦ λουτροῦ, τὰ θυμελικὰ πάντα ὀψικεύουσιν, ὡς ἔχει ἡ συνήθεια, καὶ ἀποσωθέντων τῶν σαβάνων, ἔρχονται οἱ ὕπατοι, καὶ ἵστανται εἰς τὴν πόδωσιν τῆς γεφύρας κονσιστώριον· οἱ δὲ πατρίκιοι ἵστανται εἰς τὴν τράπεζαν τῆς γεφύρας. Καὶ ὅτε ἐξέλθῃ ἡ Αὐγοῦστα ἀπὸ τοῦ παστοῦ, ἀποκινοῦσιν οἱ πατρίκιοι ὀψικεύοντες ἐπὶ τὸ καταβάσιον τῆς γεφύρας τὸ μέρος τοῦ Ὠάτου, καὶ ἀποκινοῦσιν οἱ ὕπατοι ὀψικεύοντες μέχρι τοῦ καταβασίου τῆς Ἁγίας Χριστίνης. Καὶ δέχεται πρῶτον τὸ μέρος τῶν Βενέτων, ὅτε ἀναφανῇ ἡ Αὐγοῦστα, καὶ ἀκτολογοῦσιν, ὡς ἔχει ἡ συνήθεια. Αὐλοῦσιν καὶ τὰ ὄργανα, καὶ ὅτε μεσάσῃ ἡ Αὐγοῦστα εἰς τὸ ἀναδενδράδιον, ἄρχονται ἀκτολογεῖν καὶ οἱ Πράσινοι ὁμοίως. Καὶ εἰσέρχεται ἡ Αὐγοῦστα εἰς τὸ λουτρόν, καὶ ὅτε ἐξέλθῃ, ὁμοίως γίνεται ἡ ἀκολουθία τοῦ ὀψικίου τῆς συγκλήτου, καὶ εἰσέρχονται ὀψικεύοντες μέχρι τοῦ παστοῦ, καὶ ἵστανται κονσιστώριον ἕως οὗ εἰσέλθῃ ἡ Αὐγοῦστα εἰς τὸ δεξιὸν μέρος τῆς κόγχης. Τὰ δὲ μέρη ἔρχονται καὶ 2.23 αὐτὰ ὄπισθεν ἀκτολογοῦντα ἕως τοῦ παστοῦ, αἱ δὲ κληθεῖσαι γυναῖκες ἀπέρχονται ὄπισθεν τοῦ Ὠάτου. Χρὴ δὲ γινώσκειν ὅτι περιπατοῦσιν τρεῖς ῥοδιῶνες