παθητικῶς λεχθέν, ἡ δὲ κοινὴ χρῆσις ἀνέσχε χεῖρά φησι καὶ ἔγχος καὶ τὰ ὅμοια. Λέγει δὲ καὶ μετοχὴν παθητικὴν ἀνασχόμενος. δῆλον δὲ ὡς οἶδε καὶ τὰ ἐνεργητικά, ἤγουν τὸ ἀνέσχε καὶ τὸ ἀνασχών. (ῃ. 656) Ὅτι ἁμαρτῇ, τουτέστιν ὁμοῦ, ὅ τε Σαρπηδὼν καὶ ὁ Τληπόλεμος ἀφῆκαν δούρατα μακρὰ κατ' ἀλλήλων, καὶ ὁ μὲν αὐχένα μέσον βληθεὶς τέθνηκε, (ῃ. 660-7) Σαρπηδὼν δὲ μηρὸν ἀριστερὸν βάλλεται καὶ ἡ αἰχμὴ τῷ ὀστέῳ ἐγχρίμπτεται, οὐ θνῄσκει δέ, ἀλλὰ δῖοι ἑταῖροι ἐξέφερον αὐτὸν πολέμοιο, ταμιευόμενον ἀλλαχοῦ εἰς ἀναίρεσιν τῷ Πατρόκλῳ. ∆ιό φησι «πατὴρ δ' ἐπὶ λοιγὸν ἄμυνε. βάρυνε δέ», φησίν, «αὐτὸν δόρυ μακρὸν ἑλκόμενον. οὐ γάρ τις ἐπεφράσατο οὐδ' ἐνόησε» μηροῦ ἐξελκῦσαι αὐτό, «ὄφρ' ἐπιβαίη, σπευδόντων», τουτέστιν ὀρθὸς σταίη, «τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες». Καὶ σημείωσαι ὅπως ἡ σπουδὴ καὶ ἀγωνία ἐκκρούει τινὰς τοῦ δέοντος. Ἰστέον δὲ ὅτι τὸ ἁμαρτῇ, ὃ γίνεται ἀπὸ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ, ἡ μὲν συνήθεια περισπᾷ, ὡς τὸ εἰκῇ, πολλαχῇ, καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ τὸ ἡσυχῇ, καὶ βῆ-ὄνομα φωνῆς προβάτου ὀνοματοποιηθέν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται-, Ἀρίσταρχος δὲ ὀξύνει, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρουφέρεται, λέγων ἐκ τοῦ ἁμαρτήδην συγκοπῆναι αὐτό. Ἰστέον δὲ ὡς, εἰ καὶ ὁμαρτῇ τὸ ῥηθὲν ἐπίρρημα γράφεται κατά τινα τῶν ἀντιγράφων, ἔχεται λόγου διὰ τὸ καὶ τὸ ἀκολουθεῖν ἁμαρτεῖν τε λέγεσθαι διὰ τοῦ ˉα καὶ ὁμαρτεῖν διὰ τοῦ 2.168 ˉο ἐκ τῆς αὐτῆς ἐτυμολογίας τῷ ἐπιρρήματι, ὡς ἔστι γνῶναι καὶ αὐτὸ ἐκ τῶν παλαιῶν. (ῃ. 664) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ ἐξέφερον, ἤτοι φοράδην ἀπῆγον, τὸν Τληπόλεμον καὶ τὸν Σαρπηδόνα. (ῃ. 665) Τὸ δὲ «οὐκ ἐπεφράσατο οὐδ' ἐνόησε» δοκοῦσι διαφορὰν ἔχειν τινά. Ἐπιφράσασθαι μὲν γὰρ τὸ βουλεύσασθαι καὶ χρόνον τινὰ τρῖψαι τῇ καταλήψει, νοῆσαι δὲ τὸ δίχα βουλῆς ἀχρόνως οἷον τὸ δέον καταλαβεῖν, οἷον «νόησε δὲ δῖος Ὀδυσσεύς», ὃ μετ' ὀλίγα «ὀξὺ νόησε» φησὶν ἐπὶ Ἕκτορος. Ἢ καὶ ἄλλως διαφέρει τὸ νοῆσαι τοῦ ἐπιφράσασθαι ᾧ λόγῳ καὶ Προμηθεὺς καὶ Ἐπιμηθεύς, ὡς προηγεῖσθαι μὲν τὸ νοῆσαι, δευτερεύειν δὲ τὸ ἐπιφράσασθαι, εἰ καὶ ὁ ποιητὴς ἄλλως κατὰ ὑστερολογίαν ἐσχημάτισεν. (ῃ. 656 ς.) Ἐν δὲ τοῖς εἰρημένοις καὶ τὸ τάχος τῶν ἀφεθέντων δοράτων ἐμφαίνων οὐχ' ἁπλῶς κινηθῆναι αὐτὰ εἶπεν, ἀλλὰ συντόνως, ὡσεὶ καὶ ἄημα, ὅ ἐστι πνεῦμα. οὗ θέμα τὸ ἄω, οὗ παράγωγον τὸ ἀΐσσω. Ἔφη γὰρ «τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ ἐκ χειρῶν ἤϊξαν», ὡσεὶ καὶ ἀκόντων ἐκείνων ἐξώρμησαν οἷά τινα ἔμψυχα. Οὕτω δὲ ὑποκαταβὰς ἔφη ὡς ἐπὶ ἐμψύχου τὸ «αἰχμὴ δὲ διέσσυτο μαιμώωσα», ὅπερ ἐπὶ Ὀδυσσέως μετ' ὀλίγα κυριολεκτῶν ἐρεῖ ἐν τῷ «μαίμησε δέ οἱ φίλον ἦτορ». Ψυχοῖ γὰρ οἷον αὐτονόμως πολλαχοῦ τὰ βέλη ὁ ποιητής, ὅτ' ἂν ἐνθέρμως καὶ μετὰ συντονίας πέμπωνται. (ῃ. 670) Ὅτι Ὀδυσσεὺς ἀλλαχοῦ μὲν τλήμων ὑπὸ τοῦ ποιητοῦ ὀνομάζεται, ἐνταῦθα δὲ τλήμονα θυμὸν ἔχειν λέγεται, ὃ καὶ αὐτὸς ἐκεῖνος δηλοῖ ἐν τῷ «τέτλαθι, κραδίη, καὶ κύντερον ἄλλο ποτ' ἔτλης». ἐξ οὗπερ ἄλλοι τὸν τλησικάρδιον συντεθείκασι. Σημείωσαι δὲ ὅτι κυρίως μὲν τλήμων ὁ εὔτολμος, ὡς καὶ Ἄτλας ὁ οἱονεὶ 2.169 πολύτλας, Τραγικοὶ δὲ ἐπὶ δυστυχοῦς τὴν λέξιν τιθέασιν, ὡς καὶ τὸ τάλας. (ῃ. 669-73) Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω «νόησε δὲ δῖος Ὀδυσσεύς, τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ, μερμήριξε δέ» καὶ ἑξῆς. Ταῦτα δὲ ἀνδρείῳ βουλευτῇ οἰκεῖά εἰσιν, ἐν οἷς τὸ μερμήριξε διασαφητικόν ἐστι τοῦ «μαίμησε δέ οἱ φίλον ἦτορ». Ἐνθυμητέον δ' ἐνταῦθα καὶ ὅτι τὸ ἔχειν καὶ τὸ τλῆναι τὴν γεωργικὴν ἐχέτλην συντίθησιν, ἣν δηλαδὴ ὁ ἔχων τάλας τὸν βίον ἐστίν, [ἢ καί, ἄλλως εἰπεῖν, τλήμων διὰ τὸ ἐργατικόν.] (ῃ. 671-6) Ὅτι πολλαχοῦ ὁ ποιητὴς τὴν τοῦ λόγου προθεωρίαν ἑτέροις δῆθεν ἀνατιθείς, ποιεῖ οὕτω καὶ ἐνταῦθα, καὶ σκοπῶν αὐτός, ποῖον ἂν εἴη κάλλιον, ἆρά γε τὸ ποιῆσαι τὸν Ὀδυσσέα ἐπιτρέχοντα τῷ Σαρπηδόνι ἢ κατὰ τῶν Λυκίων ἀνδραγαθοῦντα, κρίνει διὰ τῆς ῥητορικῆς Ἀθηνᾶς, ἤτοι τῆς κατ' αὐτὸν δεινότητος, κάλλιον τοῦτο εἶναι. Τὸ γὰρ ἐπιδραμεῖν τῷ Σαρπηδόνι ἀλυσιτελές. οὐ γὰρ μόρσιμον ἦν, φησί, θανεῖν ἐκεῖνον ὑπὸ τῷ Ὀδυσσεῖ.