69
Τὴν μὲν γὰρ εἶναι τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον. Τὸ δὲ κλέος τὸν ἀπὸ τῶν ἀγαθῶν. Καὶ τιμὴ μὲν ἡ ἀπὸ τῶν τυχόντων ἔσθ' ὅτε. Τὸ δὲ γέρας ἆθλόν ἐστιν ἀρετῆς. Εἶτα τούτοις ἐπήνεγκεν, ὡς ὁ πάλαι φωτίζων τὸν ἑαυτοῦ λαὸν καὶ ἁγιάζων αὐτὸν Θεὸς, σοὶ τῷ ὑπερηφάνῳ γενήσεται πῦρ. Ἀντὶ γὰρ τοῦ, καὶ ἁγιάσει αὐτὸν ἐπὶ πυρὶ καιομένῳ, ἐξέδωκε Σύμμαχος· καὶ ὁ ἅγιος αὐτοῦ εἰς φλόγας. Ἀντὶ δὲ τοῦ, καταφάγεται ὡσεὶ χόρτον τὴν ὕλην· καταφάγεται τὰ ἀποκείμενα αὐτοῦ, καὶ τὰ πεφυλαγμένα αὐτοῦ, ἐν ἡμέρᾳ μιᾷ. Καὶ ἡ δόξα τοῦ δρυμοῦ αὐτοῦ, καὶ τοῦ Καρμήλου αὐτοῦ; ἀπὸ ψυχῆς ἕως καρπὸς ἀναλωθήσεται. Καὶ ἔσται ὡς τετμημένος φεύγων. Τὰ δὲ ἐπίλοιπα τῶν ξύλων τοῦ δρυμοῦ αὐτοῦ ἀριθμῷ ἔσονται, καὶ παιδίον γράψει αὐτά. ∆ρυμὸν μὲν 2029 λέγων τὰ πλήθη τὰ σὺν αὐτῷ· Κάρμηλον δὲ, αὐτοῦ τὸν πλοῦτον καὶ τὴν τρυφήν· ἅπερ ἀναλωθῆναί φησιν ὑπὸ τῆς κολαστικῆς δυνάμεως τοῦ προλεχθέντος πυρός. Ὧν αὐτῷ συμβάντων δρασμῷ χρησάμενος φεύξεται σὺν τοῖς μετ' αὐτοῦ· οἱ δὲ περιλειφθέντες οὕτως ἔσονται βραχεῖς ὡς καὶ παιδίον αὐτῶν γραφῇ παραδοῦναι τὸν ἀριθμόν. Καθῃρέθη δὲ παραχρῆμα κατὰ τὰ προθεσπισθέντα τῶν Ἀσσυρίων ἡ δυναστεία. Τινὲς δὲ, τὸ ἁγιάσει αὐτὸν, τοῦτ' ἔστιν ἀνακείμενον τῷ Θεῷ δείξει τὸν Ἰσραήλ· τοιοῦτον γὰρ καὶ τὸ, Ἁγίασόν μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ, ἀντὶ τοῦ, Ἀνάθες. Ἁγιάσεσθαι γὰρ οὐ πάντως τὸ μετέχειν ἁγιασμοῦ, ἀλλὰ καὶ τῷ Θεῷ ἀνακεῖσθαι. Εἰ γὰρ μὴ ἴδιον ἡγεῖτο λαὸν, οὐκ ἂν ἐξέκαυσε κατὰ τῶν ἐναντίων τὸ πῦρ. Βουνοῖς δὲ καὶ ὄρεσι καὶ δρυμοῖς, τὴν τῶν Ἀσσυρίων μετὰ τῶν ἡγουμένων ἀπεικάζει πληθὺν, οἵπερ ἀποσβεσθήσονται πάλαι ὄντες δεινοὶ καὶ θερμοί· θανάτο γὰρ αὐτῶν καταφάγεται μόνον οὐχὶ ψυχάς τε καὶ σώματα, ὅτε καὶ βραχὺ τὸ λειπόμενον. Τὴν δὲ παροῦσαν τινὲς τιμωρίαν ἐπὶ Ῥαψάκου γεγονέναι νοοῦσιν, μεθ' οὗ δὲ καλειφθέντες τὸν ἀριθμὸν τῷ τῶν Ἀσσυρίων ἀπήγγειλαν βασιλεῖ. ∆ιττῆς δὲ οὔσης τῆς τοῦ πυρὸς ἐνεργείας, διένειμε τὴν μὲν φωτιστικὴν Ἰσραήλ· τὴν καυστικὴν δὲ, τοῖς Ἀσσυρίοις, διὰ τὴν ὑπερηφανίαν μεγάλου νοῦ πρὸς ἐναντίαν τάξιν τῶν πραγμάτων μεταχωρούντων. Ἁγιάζει δὲ, φασὶ, τὸ πῦρ, ἐπειδὰν φάγῃ ὡς χόρτον τὴν ὕλην. Ἐπεὶ οὖν πῦρ καταναλίσκον ἐστὶν ὁ Θεὸς, τὰ ἐξ ὕλης ἐλθόντα δαπανήσεται πάθη, καὶ τότε τὰ ὅρη τοῦ καίεσθαι παύσεται. Τὸ δὲ πῦρ τῶν λογικῶν τούτων ὀρῶν τε καὶ βουνῶν καὶ δρυμοῦ, ἀπὸ ψυχῶν ἀρξάμενον, εἰς σάρκας αὐτὰς καταντήσεται. Καλεῖ δὲ, φασὶν, ἡ Γραφὴ ὄρη μὲν, τοὺς ἐν προτερήμασί τισιν, ὅσον ἐπὶ τῇ κατασκευῇ γεγονότας· δρυμοὺς δὲ, τοὺς ἀκάρπους καὶ μὴ φοιτείαν ἔχοντας τὴν τοῦ ἀληθινοῦ γεωργοῦ. Πάντων μέντοι τὸ πῦρ ἅπτεται ἀρξάμενον ἀπὸ ψυχῆς τῶν ἐν τῷ νῷ παθημάτων· εἰ μέχρι τούτων σταίη τὸ κακὸν, τὴν ἐνταῦθα μόνον ἀναλώσειεν ὕλην. Εἰ δὲ καὶ πρὸς πρᾶξιν ταῦτα χωρήσειε τὴν σαρκὸς, καὶ εἰς τὰς σάρκας αὐτὰς καταντήσεται. Οἷον εἰ σταίη μοιχεία μέχρι ψυχῆς, ἵσταται καὶ τὸ πῦρ. Ἐνέβλεψε γὰρ μόνον γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἀλλ' οὐκ ἔφθειρε τὸν ναὸν τοῦ Θεοῦ, ποιήσας τὰ μέλη τοῦ Χριστοῦ, πόρνης μέλη. Εἰ δὲ προέλθοι πρὸς σῶμα, μέχρι τούτου χωρεῖ εἰς τὸ πῦρ, καὶ ἔστι, φησὶν, ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης. Τάχα ὁ φεύγων ἀπὸ τοῦ ἐμπρησμοῦ, ἐπιστροφῇ, καὶ μετανοίᾳ, φεύγει τὴν κολάζουσαν φλόγα. Οἱ δὲ καταλειφθέντες ἔσονται ἀριθμὸς, οὐ μόνον διὰ τὸ εὐαρίθμητον, ἀλλ' ὅτι καὶ ἄξιοι πρὸς ἀριθμὸν ἀναλαμβάνεσθαι θεῖον, κατὰ τοὺς ἀριθμηθέντας ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν. "Χαίρετε γὰρ, φησὶν ὁ Σωτὴρ, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς." Παιδίον δὲ τὸ γράφον ταύ 2032 την τὴν ἐγγραφὴν, περὶ οὗπερ ἐλέχθη, ὅτι παιδίον ἐγενήθη ἡμῖν υἱὸς, ᾧ προσεκύνησαν Μάγοι, ὃ κατῆλθεν εἰς Αἴγυπτον, καὶ πάλιν ἦλθεν εἰς γῆν Ἰσραὴλ, ὅπερ γράφει τοὺς διὰ μετανοίας εἰς Θεὸν ἐπιστρέφοντας. κκγʹ. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, οὐκέτι προστεθήσεται καταλειφθὲν Ἰσραήλ. Καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς· ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ9, κ.τ.λ. Ὅτε, φησὶ,