De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
διάλιθοι πορφυροῖ, τὸν μὲν ἕνα βαστάζει ἡ παρακαθίστρια ὄπισθεν τῆς Αὐγούστης, καὶ ἄλλοι δύο ἔνθεν κἀκεῖθεν.
2.24 ΝΑʹ (ΜΒʹ) Ἀκτολογία τῶν δήμων ὅταν τεχθῇ παιδίον πορφυρογέννητον.
Ἀνιόντων τῶν δύο μερῶν ἐν τῇ φιάλῃ τοῦ Σίγματος, λέγουσιν οἱ κράκται· "Τοῖς δεσπόταις." Ὁ λαός· "Νίκαις καλὴ ἡμέρα. Οἱ κράκται· "Καὶ τί πρὸς αὐτούς;" Ὁ λαός· "Καὶ ἐνίσχυσον αὐτούς, ναὶ Κύριε, σὺ αὐτοὺς σῶσον, ναὶ Κύριε, νίκαις καλὴ ἡμέρα." Οἱ κράκται· "Ταῖς Αὐγούσταις." Ὁ λαός· "Νίκαις καλὴ ἡμέρα." Οἱ κράκται· "Καὶ τί πρὸς αὐτάς;" Ὁ λαός· "Καὶ ἐνίσχυσον αὐτάς, ναὶ Κύριε, σὺ αὐτὰς σῶσον, ναὶ Κύριε, νίκαις καλὴ ἡμέρα." Οἱ κράκται· "Τῇ συγκλήτῳ." Ὁ λαός· "Νίκαις καλὴ ἡμέρα." Οἱ κράκται· "Καὶ τί πρὸς αὐτήν;" Ὁ λαός· "Καὶ ἐνίσχυσον αὐτήν, ναὶ Κύριε, σὺ αὐτὴν σῶσον, ναὶ Κύριε, νίκαις καλὴ ἡμέρα." Οἱ κράκται· "Τῶν στρατοπέδων." Ὁ λαός· "Νίκαις καλὴ ἡμέρα." Οἱ κράκται· "Καὶ τί πρὸς αὐτούς;" Ὁ λαός· "Καὶ ἐνίσχυσον αὐτούς, ναὶ Κύριε, σὺ αὐτοὺς σῶσον, καὶ Κύριε, νίκαις καλὴ ἡμέρα." Οἱ κράκται δὲ λέγουσιν ἀπὸ τούτων ἕτερα ἄκτα· "Καλὰς ἡμέρας καὶ ἀγαθὰς ὁ Θεὸς παράσχῃ τοῖς ὀρθοδόξοις δεσπόταις." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Ὁ Θεὸς καλαῖς ἡμέραις πλεονάσῃ τὴν βασιλείαν." Ὁ λαὸς 2.25 ὁμοίως ἐκ γʹ. Οἱ κράκται. "Ὁ Θεὸς καλὰς ἡμέρας καταπέμψῃ τοῖς δεσπόταις." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Ὁ Θεὸς καλὰς ἡμέρας καταπέμψῃ ταῖς Αὐγούσταις σὺν τοῖς πορφυρογεννήτοις." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Τελείας νίκας ὁ Θεὸς χορηγήσῃ ὁ δεῖνα καὶ ὁ δεῖνα." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Ὁ Θεὸς καλὰς ἡμέρας καὶ καλὰ γενέθλια παράσχῃ τῷ τεχθέντι ὑμῖν ὁ δεῖνα τῷ πορφυρογεννήτῳ." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Μήτηρ τοῦ Θεοῦ ἡμῶν, φύλαττε τὰ πορφυρρογέννητα." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Ἔς, ὁ Θεὸς ὁ ἅγιος, τοὺς δεσπότας φύλαττε." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Καὶ λέγουσι πάντες· "Πολυχρόνιον ποιήσῃ ὁ Θεός."
2.26 ΝΒʹ (ΜΓʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ χειροτονίᾳ καίσαρος.
70
Αἴτησις γίνεται τῆς συγκλήτου καὶ πάντων τῶν στρατευμάτων, καὶ ὅτε κελεύουσιν οἱ δεσπόται, τῆς ὑποσχέσεως γενομένης, τῇ ἁγίᾳ κυριακῇ τῆς ἁγίας Ἀναστάσεως γίνεται οὕτως. Τῇ αὐτῇ ἡμέρᾳ προέρχονται τάχιον πάντες οἱ ἄρχοντες καὶ στρατεύματα εἰς τὸ Τριβουνάλιον τῆς ἀραίας, ἔξωθεν τῶν ιθʹ Ἀκκουβίτων, καὶ εὐφημοῦσι τοὺς βασιλεῖς, κατὰ τὸν ὅμοιον τρόπον. Καὶ αἰτοῦνται διὰ τὸν καίσαρα, καὶ συντόμως λαμβάνουσιν ἀπόκρισιν, εἴτε αὐτοῦ τοῦ βασιλέως ἐξερχομένου, εἴτε δηλοποιοῦντος αὐτοῖς, καὶ σιωπῶσιν. Καθέζονται δὲ οἱ δεσπόται ἐν τῷ μεγάλῳ τρικλίνῳ τῶν ιθʹ Ἀκκουβίτων, καὶ εἰσέρχεται ὁ πατριάρχης τάχιον, καὶ ἐκδέχεται εἰς τὸν Ἅγιον Στέφανον, καὶ καθεσθέντων δεσποτῶν, δέχονται τὸ σέκρετον, βῆλον αʹ· τοὺς μαγίστρους, καὶ τὰ λοιπὰ βῆλα κατὰ τάξιν, ὡς ἔχει ἡ συνήθεια, καὶ ὅτε εἰσέλθωσι τὰ βῆλα καὶ πληρωθῶσι, κελεύουσιν οἱ δεσπόται λαλῆσαι αὐτοῖς τὰ περὶ τοῦ καίσαρος, φοροῦντες καὶ τὰ διβητήσια καὶ τὰς χλαμύδας καὶ τὰ στέμματα αὐτῶν, καὶ πάντων συναινούντων ἐπὶ τῇ χειροτονίᾳ τοῦ καίσαρος, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται. Καὶ ἐξέρχεται τὸ σέκρετον, καὶ ἵστανται οἱ πατρίκιοι κονσιστώριον εἰς τὸν πόρτικα τῶν ιθʹ Ἀκκουβίτων, οἱ δὲ λοιποὶ συγκλητικοὶ ἐξέρχονται καὶ ἵστανται εἰς τὰ γραδήλια τῆς 2.27 ἀραίας ἔνθεν κἀκεῖθεν τοῦ ἡλιακοῦ, τὰ δὲ σκῆπτρα καὶ τὰ λάβουρα καὶ πάντα τὰ σκεύη καὶ ὁ σταυρὸς ἵστανται ἐν τῷ Τριβουναλίῳ καὶ πᾶς ὁ λαός, καὶ τιθέασιν ἀντιμίσιν ἐν τῷ Τριβουναλίῳ, ἐν ᾧ κεῖνται αἱ χλαμύδες μετὰ τῶν φιβλῶν καὶ τῶν περικεφαλαίων, ἤτοι τὰ λεγόμενα καισαρίκια. Καὶ ἐξέρχονται οἱ δεσπόται ἅμα τοῦ πατριάρχου, καὶ δέχονται οἱ πατρίκιοι ἐν τῷ πόρτηκι, καὶ ὀψικεύοντες τοὺς δεσπότας ἐξέρχονται ἐν τῷ Τριβουναλίῳ, καὶ ἵστανται οἱ πατρίκιοι εἰς τὰ γραδήλια ἔνθεν κἀκεῖθεν, οἱ δὲ δεσπόται ἀνέρχονται ἐν τῷ ἡλιακῷ μετὰ τοῦ