αὐτοὺς καθιστάναι βασιλέα, (τριήρεσι γὰρ διεκώλυον τὴν διάβασιν Ἀμουράτεω ἐπὶ τὴν Εὐρώπην, καὶ τήν γε Προποντίδα τε καὶ Ἑλλήσποντον εἴργοντες ἐς τὴν διάβασιν), κατέπλευσαν ἐπὶ Καλλιούπολιν τῆς Χερρονήσου, πόλιν εὐδαίμονα, ὡς ἐνταῦθα τῷ τε Μουσταφᾷ ἐσπλέοντι συγγένοιντο, καὶ ἀποδεικνύμενοι αὐτὸν βασιλέα Εὐρώπης τήν τε Καλλιούπολιν σφίσιν ἀποδοῦναι πείσαιεν Μουσταφᾶν. ἐνταῦθα μὲν οὖν Ἕλληνες ἀπὸ ἀφροσύνης σφᾶς τε αὐτοὺς καὶ τὰ πράγματα ἴεντο διαφθεροῦντες ὡς τὸ ἐπίπαν, καὶ παρὰ βραχὺ δὲ τὴν πόλιν 2.2 αὐτῶν ὑπὸ Ἀμουράτεω ἀνδραποδισθῆναι. ὡς γὰρ δὴ οἱ τοῦ Ἀμουράτεω ἄρχοντες καταλειφθέντες ἐν τῇ Εὐρώπῃ ὑπὸ Μεχμέτεω τοῦ πατρός, ὥστε αὐτῷ πείθεσθαι διαδεχομένῳ τὴν βασιλείαν, ἀφίκοντο ἐπὶ Βυζαντίου βασιλέα πρεσβευόμενοι ἐς τὰ παρόντα σφίσι μὴ ἀξυμφώνους γενέσθαι τοὺς Ἕλληνας, καὶ περὶ σφᾶς νεωτερίσαι παρ' ἃ καὶ ἐπηγγελμένοι εἶεν τῷ βασιλεῖ Μεχμέτῃ. ἦν δὲ Παιαζήτης τῶν ἀρίστων τοῦ βασιλέως, πρύτανίς τε καὶ στρατηγὸς τῆς Εὐρώπης γενόμενος. οὗτος οὖν ἀγχοῦ ἐλάσας τῷ Βυζαντίου βασιλεῖ διεπρεσβεύετο ἐπὶ τὰς σπονδὰς παρακαλῶν, ὥστε σφίσιν αὐτὸν ἐπιτήδειον εἶναι, ἐδίδου ὁμήρους τῶν ἀρίστων παῖδας δυοκαίδεκα, χρυσοῦ δὲ μυριάδας εἴκοσι καὶ χώραν πολλὴν Καλλιουπόλεως, ὅσην ἂν ἕλωνται παρὰ σφίσι. ταῦτα δὲ ὑπισχνεῖτό τε καὶ ἐδίδου, ὥστε αὐτὸν Μουσταφᾶν μὲν ἐᾶν χαίρειν, μηδετέροις δ' ἐπιβοηθεῖν, ἀλλ' ἐᾶν αὐτοὺς μαχομένους, ὁπότεροι ἂν περιγένωνται, τὴν βασιλείαν περιέπειν. ταῦτα μὲν οὖν διεκηρυκεύετο πρὸς τὸν τότε βασιλέα Ἑλλήνων Ἰωάννην, νέον τε ἔτι ὄντα καὶ οὐδὲν μικρὸν ἐπινοοῦντα αὐτῷ ἐς τὴν ἀρχήν· ἐδόκει τε γὰρ αὐτῷ ἄμεινον ἔχειν ἐς σφᾶς αὐτοὺς περιπίπτοντας, καὶ δίχα γενομένης αὐτῷ τῆς ἀρχῆς τὰ πράγματα αὐτοῦ ἐν βελτίῳ τε ἔσοιτο τοῦ καθεστηκότος, καὶ ἐπὶ μεῖζον ἀφίξοιτο εὐδαιμονίας, δεομένων ἀμφοῖν, καὶ τῆς γε ἀρχῆς ἐπ' ἀμφότερα γινομένης πλέον τι περιγενέσθαι ἀπ' ἀμφοῖν, ὥστε 2.3 μηδετέρῳ δὴ ταλαντεύεσθαι. τοῦτο δ' εἶναι, ἐπειδὰν τὴν ἀρχὴν ἄμφω ἐπιδιελόμενοι σφίσι βασιλεύωσιν. ὕστερον μέντοι οὐδὲ τοῦτο ταύτῃ προδιετίθετο, ἀλλ' ἐπὶ τὸν Μουσταφᾶν δῆλος ἦν τῷ παντὶ γινόμενος ὁ βασιλεὺς οὑτοσί. βασιλεύων δὲ ὁ πατὴρ αὐτοῦ, τἀναντία τούτου φρονῶν, ἠξίου μὴ παραβαίνειν τὰς σπονδάς, ὡς οὐδενὶ ὅτῳ παραβαίνοντι τὰς σπονδὰς ἔσοιτ' ἂν ὑγιὲς ὁτιοῦν ἢ ἔμπεδον, ὥστε μὴ σφαλλομένῳ ἐπιτρίβεσθαι. καὶ τοῦτ' ἔφασκε λογίζεσθαι δεῖν, ὁποτέρῳ γε δέοι προστίθεσθαι, ἔνθα τά τε χρήματα τῆς βασιλείας καὶ νεήλυδες πάρεισι. καὶ τοῦτο μέντοι ἀναμφιλόγως ἔχον ἐμπεδοῦν ἔφασκε τὴν αἵρεσιν, ἥντινα ἂν ἕλοιτο. ἐκεῖνα δ' αὖ ἐνδοιασμὸν παρεχόμενα, ὅποι τε καὶ ᾗ ἐπὶ τὴν βασιλείαν ἀφίκοιτο, κίνδυνον σφίσι τὸν μέγιστον παρέχεσθαι. ταῦτα μέντοι τοῖς Ἕλλησιν ἐπ' ἀμφότερα γινομένοις ταῖς γνώμαις, ἅτε τοῦ νέου βασιλέως τὸ κράτος ἔχοντος τότε τῶν Ἑλλήνων, ταύτῃ τῇ γνώμῃ ἐτίθεντο, καὶ αἱρούμενοι τὰ πράγματα, ᾗ ἐξηγεῖτο, ἐπὶ τὴν Μουσταφᾶ ἐτράποντο τύχην, ὥστε καθιστάναι αὐτὸν βασιλέα καὶ τὴν Καλλιούπολιν σφίσιν ἀποδίδοσθαι. ὥς τε ταῦτα ἐδέδοκτο, καὶ ἐπλήρουν τὰς ναῦς. ἀφίκετο οὖν ὁ βασιλεὺς ἐπὶ τὴν Καλλιούπολιν, καὶ ὡς οὐδὲν παρεγένετο ἀπὸ Λήμνου ὁ Μουσταφᾶς, προαγόμενος πράσσειν τι ἐς τὴν ἀρχὴν τῆς Εὐρώπης καὶ πολιορκεῖν τὴν Καλλιούπολιν, Ζουναΐτην τὸν τῆς Σμύρνης ἄρχοντα, παρόντα δὴ τότε σφίσιν ἅτε ἑταῖρον ὄντα τοῦ Μουσταφᾶ, ὡς παρεσομένου δὴ αὐτίκα κἀκείνου, ἐξεπιδεικνύντες τοῖς Τούρκοις, ἐπολιόρκουν τὴν ἄκραν τῆς Καλλιου 2.4 πόλεως. μετ' οὐ πολὺν δὲ χρόνον παρεγένετό τε καὶ αὐτὸς Μουσταφᾶς, καὶ τά τε ἄκρα τῆς πόλεως προσεχώρησεν αὐτῷ, καὶ ἡ Χερρόνησος αὐτίκα ἐδέξατο βασιλέα καὶ εἵπετο, ὅπου ἐξηγεῖτο. τὴν μέντοι Καλλιούπολιν ὁ Ἑλλήνων βασιλεὺς ἠξίου ἀποδίδοσθαι. ὁ δὲ ἕτοιμος μὲν εἶναι ἀποδώσειν καὶ μὴ ἀντιτείνειν, τοὺς μέντοι Τούρκους χαλεπῶς τε οἴσειν, καὶ σφίσι μὴ ἐν καλῷ, οὔπω ἔτι κατεργασμένης τῆς ἀρχῆς, ἀποβαίνειν τὰ πράγματα. ὑπέσχετο μέντοι, ἐπειδὰν ἐς τὴν ἀρχὴν παραγένηται, τήν τε πόλιν ἀποδιδόναι, καὶ εἴ τι ἄλλο ἐπιτήδειον αὐτοῖς οἴοιτο