70
καταστραφῶσιν Ἀσσύριοι, οἱ περιλειφθέντες τοῦ λαοῦ τοῦ αἰχμαλωτισθέντος, οὓς ἐλευθέρους ὁ Κύρος ἀπέπεμψεν, οὐκ ἔσονται πεποιθότες ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἠδικηκότας αὐτοὺς, ὅπερ φαίνεται ποιήσας Ἄχαζ, τοὺς ἱεροὺς θησαυροὺς καὶ τοὺς βασιλικοὺς ἀποστείλας τῶν Ἀσσυρίων τῷ βασιλεῖ, λέγων· ∆οῦλός σου ἐγώ. Ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ, ὅτε καὶ ἀνελθὼν συνέλαβε ∆αμασκὸν, καὶ τὸν Ῥαασσὼν ἀπέστρεψεν. Οὐκ ἐπ' ἀνθρώπῳ τοίνυν, Θεῷ δὲ μόνον οἵγε σωθέντες θαῤῥήσουσιν. Λέγοι δ' ἂν καὶ τὸ, μὴ πάλιν προσέχειν οἷς πάλαι προσέκειντο δαίμοσιν τοῖς τὰς αὐτῶν ἠδικηκόσι ψυχάς. Τινὲς δέ φασιν εἰρῆσθαι ταῦτα περὶ τῶν δι' ἐπιστροφῆς ἐπὶ Θεῷ τὴν ἐλπίδα θεμένων. Οἱ γὰρ ἁμαρτωλοὶ τοῖς αὐτοὺς ἀδικοῦσι προστίθενται· μόνος δὲ πέποιθεν ἐν ἀληθείᾳ Θεῷ, ὁ μηδενὶ τῶν φαινομένων θαῤῥῶν, ταῖς ἐλπίσι μὴ μεριζόμενος, τὸ δὲ πᾶν ἀπονείμας Θεῷ. Τὸ δὲ κατάλειμμα, περὶ οὗ ἐπιφέρει ὅτι σωθήσεται, ἀορίστως λέγων περὶ αὐτοῦ, ἕτερόν ἐστιν παρὰ τὸ λεχθὲν, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ. Τοῦτο μὲν γὰρ, τὸ ἐκ τῆς αἰχμαλωσίας ἐπανελθόν· τὸ δὲ πρῶτον τοιοῦτόν ἐστιν, καὶ ὁ τῆς θαλάττης ψάμμος ἄπειρος ἀριθμῷ, πρὸς γεωργίαν δὲ ἄχρηστος. Ὅταν οὖν πληθυνθεὶς Ἰσραὴλ ἄχρηστος ἐν τῇ καρποφορίᾳ γένηται τῇ κατὰ Θεὸν, τὸ μὲν πλῆθος αὐτῶν ἀπολεῖται, τὸ κατάλειμμα δὲ σωθήσεται. Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον μέχρι τῶν Ῥωμαϊκῶν χρόνων, εἰς πλῆθος ἐπέδωκαν ἄχρηστον, ἐξ ὧν οἱ εἰς Χριστὸν πεπιστευκότες ἐσώθησαν. Τοῦτο δὲ, φησὶν, ἔσται, ἐπειδ' ἂν συντετμημένον ἐπὶ γῆς ποιήσειε λόγον. Οἷος ὁ εὐαγγελικὸς, μὴ περιέχων τὰ παρὰ τῷ Μωϋσεῖ παραγγέλματα. Τὰ δὲ ῥήματα ταῦτα 2033 παρέθηκεν ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλος, ὀλίγην ἔχοντα τὴν παραλλαγήν· οὐδὲ γὰρ, ὡς ἡμεῖς, ἠκολούθει τοῖς ἑρμηνεύσασιν· Ἑβραῖος δὲ ὑπάρχων, κατὰ τὸ δόξαν αὐτῷ τὴν ῥῆσιν ἑρμήνευσε. Καὶ οἱ ἄλλοι δὲ μᾶλλον τῇ ἀποστολικῇ διηγήσει συνέδραμον. Φησὶ δὲ, Μὴ θαυμάσῃς εἰ ὀλίγοι εἰσὶν οἱ ὑπὸ τοῦ παιδίου γραφόμενοι. Πολλοὶ γὰρ ὀνόματι, ὀλίγοι δὲ τοῖς ἔργοις τὸν Χριστὸν ἐπιγράφονται. Ὁ δὲ τρόπος τῆς σωτηρίας, τὸ τοῦ μὲν νόμου τὸ χάρισμα, τῶν δὲ προφητῶν τὴν διάταξιν, ἐν τῇ βραχυλογίᾳ τοῦ Εὐαγγελίου περιλαβεῖν. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ὁ οὖν συντελῶν καὶ πρὸς ἔργον ἄγων τὸν λόγον, συντεμών τε αὐτὸν καὶ συγκεφαλαιούμενος αὐτοῦ τὸ πλάτος ἐν ταῖς βραχυτάταις ἐντολαῖς, οὗτός ἐστι τὸ κατάλειμμα τὸ σωζόμενον. Πάντα, φησὶν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, κατὰ ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ὁρᾷς ἐν τῇ φυσικῇ ἐννοίᾳ ὅλον τὸν λόγον συντελούμενόν τε καὶ συντεμνόμενον, ὅπερ δὲ ἐλέγομεν προλαβόντες περὶ τοῦ Θεὸς ἰσχυρὸς, ὅτι παρ' Ἑβραίοις τὸ Ἤλ σημαίνει Θεὸν, τοῦτο καὶ νῦν βεβαιοῦται· τὸ γὰρ ἐπὶ Θεὸν ἰσχυρὸν, τὸ Ἤλ ἔχει τὸ Ἑβραϊκόν. κδλβʹ. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάξω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ9, κ.τ.λ. Πληρώσας ὁ λόγος τὰ περὶ τῆς Ἱερουσαλὴμ, ὡς ἴσα πείσεται τῷ Ἰσραήλ· καὶ τὸν Ἀσσύριον ὁποῖα μένει δεινὰ, περί τε τῶν ἐς ὕστερον εὐσεβούντων εἰπών· ἃ δὴ μακροῖς ὕστερον συνέβαινε χρόνοις· νῦν περὶ τοῦ κατὰ τὸν Ἡσαΐαν χρόνου φησὶν, ὅτε κατὰ Ἱερουσαλὴμ ὁ Ἀσσύριος ἐπὶ τῆς Ἐζεκίου βασιλείας ἐστράτευσεν. Ἀγωνιῶσι γὰρ τοῖς τότε διὰ τὴν μέλλουσαν ἔφοδον, μὴ καὶ λάθωσι τοῖς ἐν Σαμαρείᾳ πεπονθότες προσόμοια, παραινεῖ μὴ δεδιέναι τοὺς Ἀσσυρίους. Ἥξει μὲν γὰρ, φησὶ, καὶ βραχείας πειραθήσεσθε τῆς πληγῆς, ὡσανεὶ ῥάβδῳ παιόμενοι, πλὴν ἄπρακτος ἄπεισιν πληγῇ θειοτέρᾳ βαλλόμενος. Αἴτιος δὲ τούτων εὐσεβὴς ὢν Ἐζεκίας, ἀλλ' οὐ κατὰ τὸν Ἄχαζ τὸν πατέρα γενόμενος, καὶ τοὺς ὑπηκόους μεταβαλὼν εἰς εὐσέβειαν. ∆ιό φησιν· Μὴ φοβοῦ, λαός μου. Οὐ πολέμῳ γὰρ πληγήσῃ. Καὶ ἡ κατὰ σοῦ δὲ ῥάβδος ὀλιγοχρόνιος γίνεται. Πληγήσῃ δὲ ὅμως, τῇ ὁδῷ σαυτὸν Αἰγύπτου ζήλῳ τῆς