De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
πατριάρχου, καὶ εὐθέως ὁ βασιλεὺς προσομιλεῖ τῷ λαῷ, εἴ τι βούλεται, καὶ εἴ τι ἔχουσιν ἀποκριθῆναι ὁ λαός, ἀποκρίνονται. Καὶ ἐπιτρέπει ὁ βασιλεὺς τῷ πραιποσίτῳ καὶ τῷ μαγίστρῳ, καὶ ἀπέρχονται καὶ φέρουσι τοὺς ὀφείλοντας χειροτονηθῆναι καίσαρας ἀπὸ διβητησίων καὶ καμποτούβων. Τὰ γὰρ χλανίδια καὶ τὰ φιβλία ἐπάνω τῶν χλανιδίων καὶ τὰ καισαρίκια εἰς πλάγια τῶν χλανιδίων καὶ ἐπίκεινται εἰς τὸ ἀντιμίσιον, καὶ ὁ μὲν πατριάρχης ἵσταται ἔμπροσθεν τοῦ ἀντιμισίου, οἱ δὲ δεσπόται ἔνθεν κἀκεῖθεν αὐτοῦ, καὶ ὄπισθεν τοῦ πατριάρχου ὁ διάκονος, καὶ οἱ ὀφείλοντες χειροτονηθῆναι καίσαρες ἵστανται ὄπισθεν τοῦ διάκονος. Καὶ λαμβάνουσιν οἱ δεσπόται καὶ οἱ καίσαρες κηροὺς καὶ ἅπτουσιν, καὶ λέγει ὁ διάκονος· "Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν." Στρέφεται οὖν ὁ βασιλεὺς κατὰ ἀνατολὰς καὶ τὸ ἀποκρίνεται· "Κύριε, ἐλέησον." Καὶ μετὰ τὸ πληρῶσαι τὸν διάκονον τὴν λιτανείαν καὶ ἀποκριθῆναι τὸν λαόν· "Σύ, Κύριε," ἀπάρχεται ὁ πατριάρχης τῆς εὐχῆς τό· "∆έσποτα Κύριε". Καὶ ὅτε πληρώσῃ τὴν εὐχὴν μέχρι τοῦ· "Νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων", καὶ μετὰ τὸ ἀποκριθῆναι τὸν λαόν· "Ἀμήν", ἐπαίρει ὁ πατριάρχης τὸ χλανίδιον καὶ ἐπικείμενον εἰς αὐτὸ τὸ φιβλὶν καὶ ἐπιδίδωσι τοὺς 2.28 βεστήτορας, εὐθέως ἁπλοῦσιν αὐτὸ οἱ βεστήτορες, κρατοῦντες αὐτὸ ἔμπροσθεν τῶν δεσποτῶν. Καὶ φέρει ὁ πραιπόσιτος καὶ ὁ μάγιστρος τοὺς προβληθέντας, καὶ παριστῶσιν αὐτοὺς τοῖς δεσπόταις, καὶ ἐφαπλοῦσιν οἱ δεσπόται τὰς χεῖρας, καὶ κρατοῦσι τὴν χλαμύδα, καὶ περιβάλλουσι τοὺς καίσαρας καὶ φιλοῦσιν αὐτούς, καὶ ἀποκρίνεται ὁ λαός, ἤτοι οἱ κράκται, λέγοντες· "Εὐτυχῶς, εὐτυχῶς" καὶ ὁ λαὸς ἐκ τρίτου τὸ αὐτό. Καὶ εὐθέως ὁ πατριάρχης κατασφραγίζει πρὸς τὸν λαὸν τρίτον τὰ κατὰ συνήθειαν τρία σταυρία καὶ λέγει· "Εἰρήνη πᾶσιν" καὶ ἀποκρίνεται ὁ λαός· "Καὶ τῷ πνεύματί σου." Καὶ λέγει ὁ διάκονος· "Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν" καὶ ὁ λαός· "Σύ, Κύριε." Καὶ κύπτοντος τοῦ λαοῦ μικρὸν μέρος, καὶ ὁ πατριάρχης κύψας καὶ οἱ βασιλεῖς καὶ οἱ καίσαρες, λέγει ὁ πατριάρχης τὴν δευτέραν εὐχήν. Καὶ ὅτε πληρώσῃ τὴν εὐχήν, καὶ ἀποκριθῇ ὁ λαὸς τό· "Ἀμήν," ἐπαίρει ὁ πατριάρχης τὰ καισαρίκια, φιλῶν αὐτά, καὶ ἐπιδίδωσι τοῖς δεσπόταις, καὶ λαμβάνοντες οἱ δεσπόται, φιλοῦσιν αὐτὰ καὶ ποιοῦσιν φιλῆσαι καὶ τοὺς καίσαρας. Καὶ εὐθέως κατασφραγίζουσιν οἱ δεσπόται μετ' αὐτῶν ἐπάνω τῆς κεφαλῆς αὐτῶν, κατονομάζοντες τὸ ὄνομα τῆς ἁγίας Τριάδος, βάλλουσιν αὐτὰ εἰς τὴν κεφαλὴν τοῦ χειροτονουμένου καίσαρος, καὶ εὐθέως ἀνακράζουσι τὰ μέρη καὶ πᾶς ὁ λαός, οἱ κράκται· "Φιλλικήσιμε, φιλλικήσιμε, φιλλικήσιμε" καὶ ὁ λαὸς ἐκ τρίτου· "Φιλλικήσιμε." Οἱ κράκται· "Πολλὰ τὰ ἔτη τῶν βασιλέων, ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων πολλὰ τὰ ἔτη, θεοπροβλήτων βασιλέων," καὶ τὰ ἑξῆς. Καὶ ὅτε πληρωθῇ ἡ εὐφημία καὶ ἀναγόρευσις τῶν καισάρων, εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τῶν καισάρων εἰς τὸν τρίκλινον τῶν ιθʹ Ἀκκουβίτων, καὶ καθέζονται ἐν σελλίοις, καὶ οἱ καίσαρες ἔνθεν κἀκεῖθεν. 2.29 Καὶ εὐθέως τὰ σκεύη καὶ τὰ μέρη καὶ πᾶς ὁ λαὸς ἀπέρχονται καὶ ἵστανται εἰς τοὺς τόπους αὐτῶν, καὶ καθεσθέντων τῶν δεσποτῶν, εἰσέρχονται οἱ διδόντες τὴν ἀγάπην ἀπὸ πλαγίου, καὶ προσκυνοῦσι τὰ δύο γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ προσκυνοῦσιν ἓν γόνατον τοῦ καίσαρος τοῦ ἐκ δεξιῶν καὶ ἓν τοῦ ἐξ εὐωνύμων, καὶ προσκυνοῦντες δίδωσι καὶ τὴν ἀγάπην. Καὶ ὅτε πληρώσωσιν τὰ προσκυνήματα ἀπὸ πλαγίου, εἰσέρχεται τὸ σέκρετον ὅλον, βῆλον αʹ· οἱ μάγιστροι, καὶ τὰ λοιπὰ βῆλα κατὰ τάξιν, ὡς ἔχει ἡ συνήθεια, καὶ προσκυνοῦσα ἡ σύγκλητος δίδωσι τὴν ἀγάπην, καὶ πληρωσάσης, λέγει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τό· "Κελεύσατε." Καὶ ἐξέρχονται καὶ ἀλλάσσουσιν οἱ δεσπόται τοὺς λώρους καὶ τὰ στέμματα, ὁμοίως καὶ οἱ καίσαρες τοὺς λώρους καὶ τὰ καισαρίκια, καὶ ἐξέρχονται, καὶ πληροῦται πᾶσα ἡ ἀκολουθία τῆς ἑορτῆς, ὡς ἦν τυπικόν. Εἰς δὲ τὴν ἀγάπην καὶ τὴν κοινωνίαν πρῶτον οἱ δεσπόται, καὶ μετ' αὐτῶν οἱ καίσαρες ἐξέρχονται καὶ εἰσέρχονται ὁμοῦ ἐν τῷ μητατωρίῳ, καὶ πληροῦνται πάντα κατὰ τάξιν τῆς ἑορτῆς ὡς ἦν τυπικόν. Ἀκτολογία τῶν δήμων ἐπὶ χειροτονίᾳ καίσαρος. Τῶν δεσποτῶν διερχομένων μετὰ καὶ τοῦ πατριάρχου διὰ τοῦ μεγάλου τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων, μήπω φθασάντων ἐν τῷ ἡλιακῷ τοῦ Τριβουναλίου, ἐν ᾧ προαποτίθεται ἀντιμίσιον, εἰς ὃ πρόκεινται ἥ τε χλαμὺς καὶ ὁ στέφανος ἤγουν τὰ καισαρίκια, λέγουσιν οἱ κράκται· "Ἀνάτειλον, ἡ 2.30 ἔνθεος βασιλεία." Ὁ λαὸς ἐκ γʹ· "Ἀνάτειλον." Οἱ κράκται· "Ἀνάτειλον ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων." Ὁ λαὸς ἐκ γʹ· "Ἀνάτειλον." Οἱ