ἤλασαν Ἰλλοῦς τε καὶ αὐτὸς ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ 133 βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος, εἰς ἐπιβουλὴν Ἰλλοῦ. ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐθεράπευσε τὸ δεινὸν ἐκδοὺς εἰς τιμωρίαν τὸν παῖδα. τῷ δὲ ἐπιόντι ἐνιαυτῷ, ὑπάτου μὲν ἀποδεδειγμένου Ἰλλοῦ καὶ πρὸς τὴν ἐπανόρθωσιν τῆς βασιλικῆς ἐσπουδακότος στοᾶς, ἑτέρα τις κατ' αὐτοῦ γίνεται ἐπιβουλὴ ἐξ αἰτίας τοιᾶσδε. βάρβαρός τις Ἀλανὸς τὸ γένος κατὰ τὴν τοῦ μαγίστρου σχολὴν ἐπελθὼν τῷ Ἰλλοῦ ξιφήρης συνέχεται, καὶ βασάνοις ὑποπεσὼν ἐξ ὑποθήκης Ἐπινίκου τὸ πραχθὲν ὡμολόγησεν. οὗτος δὲ ἦν γένος μὲν Φρύξ, ἐν δὲ τοῖς τὰ συμβόλαια τελοῦσι τεταγμένος, Οὐρβικίῳ δὲ τῷ τῶν θείων αὐλῶν προκοίτῳ ἔκ τινος περιπετείας γνωρισθεὶς καὶ τὴν ὅλην αὐτῷ περιουσίαν διῳκηκώς, καὶ πρός γε τῇ Βηρίνῃ ᾠκειωμένος, ἐπὶ τὴν τῶν πριβάτων ἀνέδραμεν ἀρχήν, ἐκεῖθέν τε καὶ τῶν βασιλείων θησαυρῶν, καὶ πρὸς τὸν ὑπάρχων ἀνέβη θρόνον. οὗ δὴ διελεγχθέντος, ὁ Ἰλλοῦς, ὡς ἦν πρὸς τὸ θησαυρίζειν τὰς ὀργὰς ἐπιτήδειος, καὶ τοῦτο διαφῆκεν, οὐδὲ τὸν ἁλόντα κρατήσας. Τότε μὲν οὖν ὁ Ζήνων τὸν Ἐπίνικον ἐξ αὐτοῦ καθελὼν τοῦ θρόνου καὶ τῆς οὐσίας καὶ τῆς ἀξίας ἐγύμνωσε, θεραπεῦσαι τὸν Ἰλλοῦν ἐσπουδακώς, καὶ τὸν Θευδέριχον προχειρίζεται τὸν ἐπιλεγόμενον Στραβόν, δωρεαῖς τε αὐτὸν πολλαῖς σύμμαχον καὶ φίλον ἐποιήσατο. ὁ δὲ Ἰλλοῦς τὸν μὲν Ἐπίνικον κατὰ τὴν Ἰσαύρωνἔπεμψε φυλάττεσθαι, αὐτὸς δὲ λαβόμενος τοῦ τεθνάναι οἱ τὸν ἀδελφὸν Ἀσπάλιον, ἔξοδον αἰτήσας παρὰ τοῦ βασιλέως ἀφωρμήθη. καὶ κατὰ τὴν ἐνεγκαμένην γενόμενος καὶ τῷ Ἐπινίκῳ ἐντυχὼν καὶ γνοὺς ἐξ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς αὐτῷ ὑπὸ Βηρίνης συνταγέντα προσεποιήσατο, ἄχρις οὗ Ζήνων μεταπεμψάμενος αὐτὸν ἐκ τῆς συμβάσης ὑπὸ σεισμῶν συμφορᾶς. ** ὡς δὲ τὸν Παμπρέπιον ἐπαγόμενος Ἰλλοῦς, ἄνδρα ἐκ τῆς Πανὸς ὡρμημένον πόλεως Αἰγύπτου, γραμματικὴν δὲ μετιόντα καὶ ἐκ πολλοῦ κατὰ τὴν Ἑλλήνων οἰκήσαντα, ἧκεν, πρῶτα μὲν αὐτὸν Ζήνων ἀποδέχεται σὺν πᾶσι τοῖς τέλεσι πρὸ πεντήκοντά που σταδίων τῆς Χαλκηδόνος· ἔπειτα τὰ ἐκ τοῦ Ἐπινίκου λεχθέντα ἀπαγγείλας καὶ διαλογισάμενος οὐκ ἀσφαλὲς εἶναι αὐτῷ ἐπιβαίνειν τῇ Κωνσταντίνου, 134 ἐξαιτεῖ τὴν Βηρίναν, καὶ λαβὼν αὐτὴν παρὰ τοῦ Ζήνωνος ἔκδοτον Ματρωνιανῷ κατατίθεται, τῷ τῆς ἑαυτοῦ γαμετῆς ἀδελφῷ· ὃς ἐπὶ τὴν Ἰσαυρίαν σὺν πλήθει πολλῷ ταύτην ἀγαγὼν ἐν τῇ κατὰ Ταρσὸν ἐκκλησίᾳ καθιεροῖ, ἐκεῖθέν τε ἐς ∆αλισανδὸν ἐφρούρει. Καὶ ὁ Ἰλλοῦς ἅμα Ζήνωνι καὶ τῇ βασιλίδι ἐς τὴν Κωνσταντίνου πόλιν παραγενόμενος παραυτίκα τῷ Ἐπινίκῳ τὴν κάθοδον διεπράξατο τῆς καταμηνύσεως χάριν. τῷ δὲ Παμπρεπίῳ τὸ λοιπὸν ἐν πάσῃ εὐροίᾳ τὰ πράγματα ἦν τιμηθέντι καὶ τῇ τοῦ κοιαίστορος ἀξίᾳ. συνέστη δὲ καὶ πόλεμος ἐμφύλιος πρὸς τῷ τέλει τῆς Ζήνωνος ὑπατείας ὑπὸ Μαρκιανοῦ καὶ Προκοπίου τῶν ἀδελφῶν διὰ τὴν πρόφασιν Βηρίνης· καὶ πλῆθος ἀθροίσαντες βαρβάρων ἅμα πολλοῖς τῶν πολιτῶν πρὸς τὴν Καισαρίου λεγομένην οἰκίαν στρατοπεδεύουσιν, ἐκεῖθέν τε ὁ μὲν ἐν τοῖς βασιλείοις κατὰ τοῦ Ζήνωνος ἐπανίσταται, ὁ δὲ ἕτερος κατὰ Ἰλλοῦ ἐν τοῖς λεγομένοις Οὐαράνου. ἄρτι τε τῆς ἡμέρας μεσούσης, καὶ τῶν βασιλείων ἠρεμούντων, ἐφίσταται κατὰ τὴν τοῦ ∆έλφακος στοάν, ἐν ᾗ οἱ ∆ελφικοὶ κίονες ἑστήκασι, ποικίλου χρώματος ὄντες. καὶ συμπεσόντες τοῖς φρουροῖς πολλοὺς διεχειρίσαντο τῶν ἔνδον, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως ἐκράτησαν ἄν, εἰ μὴ μικρὸν ἀποδρὰς διεσώθη. συνεμάχουν δὲ τούτοις Βουσαλβός τις, ἡγούμενος στρατιωτικοῦ τάγματος, καὶ Νικήτας καὶ ὁ Τριαρίου Θευδέριχος. καὶ ὁ τῆς πόλεως ὅμιλος ἐκ τῶν δωμάτων διὰ πάσης ὕλης ἐχώρει κατὰ τῶν ὑπὲρ τοῦ βασιλέως ἀγωνιζομένων. ἄχρι μὲν οὖν φῶς ἦν, οἱ περὶ τὸν Μαρκιανὸν ἐνίκων· ἐπιλαβομένης δὲ τῆς νυκτός, Ἰλλοῦς διὰ προνοίας τοὺς ἐκ τῆς Χαλκηδόνος Ἰσαύρους Πυλιανοῖς διεβίβασε πλοίοις, τῶν ἐκεῖσε διαπορθμευόντων ὑπὸ τοῦ Μαρκιανοῦ προκαταλελημμένων, ἅτε καὶ κυρίου ὄντος τοῦ ἐκεῖσε λιμένος. καὶ τῇ ὑστεραίᾳ τοῦ βασιλέως τοὺς ἐν τέλει πάντας συναγαγόντος καὶ ἐπισχόντος ἐν ταῖς βασιλείοις αὐλαῖς, εἶτα καὶ τὴν