βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
πρὸς τοῖς λιμέσιν αὐτοῖς διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἀθρόως ἔρημος ἀπεδείχθη· ἐὰν γὰρ καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτι σθέντα μιᾷ ῥοπῇ καὶ μικρᾷ προσβολῇ δαιμόνων ἀπολέσῃ, καθάπερ τινὶ ἀγρίᾳ λαίλαπι τῇ ἁμαρ τίᾳ βυθισθεὶς, πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι· "Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με." ̣12 ̣ Ὡσαύτως καὶ ὁ θεῖος Χρυσόστομός φησι· "Καὶ γὰρ ὅταν ὁ διάβολος ἴδῃ πολλὰ συναγηοχότας, νη στείαν, εὐχὰς, ἐλεημοσύνην, παρθενίαν, τὴν ἄλλην ἅπασαν ἀρετὴν, ὅταν ἴδῃ γέμον τὸ πλοῖον ἡμῶν τῶν πολυτελῶν τῆς εὐσεβείας ἀριστευ μάτων, τότε προσβάλλει, πάντοθεν διορύττων καὶ ἐπιβουλεύων τὸν θησαυρὸν, ὥστε παρ' αὐτὸ τοῦ λιμένος τὸ στόμα καταδῦσαι τὸ σκάφος, καὶ γυ μνοὺς καὶ ἐρήμους ἀποφῆναι μηδὲ ῥᾳδίως ἀνα στῆναι δυναμένους. Καὶ γὰρ, μετὰ τοιαύτην πτῶ σιν, δυσανάπλητος ἡ ἀνάστασις γίνεται· κατα φρονεῖ λοιπὸν ὡς εἰς κακῶν ἐλθὼν βάθος. Καὶ τῷ μὲν ἐν ἀρχῇ πεσόντι συγγινώσκομεν ἅπαντες διὰ τὴν ἀπειρίαν, τὸν δὲ μετὰ πολλοὺς διαύλους ὑποσκελισθέντα, οὐκ ἂν ῥᾳδίως ἀξιώσειεν συγ γνώμης, ὡς ἐξ ἀμελείας τε καὶ ῥᾳθυμίας καταβληθέντα. Καὶ οὐ τοῦτο μόνον ἐστὶ ̣37a τὸ δεινὸν ἀλλ' ὅτι καὶ πολλῶν σκανδαλισθέντων καὶ ῥᾳθυμωτέρων πολλάκις γινομένων, αὐτὸς ὑπεύθυνος 150 γίνεται καὶ ἀναπολόγητος. Ταῦτ' οὖν εἰδότες "εἰς τὸ τέλος μὴ διαφθείρωμεν" (ὡς παραγ γέλλει ∆αυῒδ φάσκων· "Εἰς τὸ τέλος μὴ διαφθείρῃς"). Ἐν τῷ ἀποστρέψαι, φησὶ, δίκαιον 110.264 ἐκ τῆς δικαιοσύνης αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσι· ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται·" καὶ "δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ." ̣12 ̣ Ὅπερ οὖν εἰδὼς ὁ Ἀπόστολος ἔλεγεν· "Ἐὰν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ." ∆ιὸ τὴν ἀρχομένην σπουδήν τε καὶ προθυμίαν ἐν φόβῳ Θεοῦ καὶ πίστει μέχρι θανάτου δεῖ καθάπερ τὴν ὑπομονὴν ἐπιδείκνυ σθαι, ἵνα μὴ τὸ πᾶν εἰς τὸ τέλος ἀπολέσωμεν. Μηδεὶς οὖν ἐνάρετος νυσταζέτω διὰ τὸ ἄδηλον τῆς μεταβολῆς. Τίς γὰρ τοῦ ∆αυῒδ ὑψηλότερος; ἀλλὰ μικρὸν ἀπονυστάξας, ἔπεσε. Τίς δὲ τοῦ Σολομῶντος μακαριώτερος; ἀλλ' ἐν τῷ γήρει καὶ τῷ τέλει πεσὼν, ἀπώλετο. Τίς τοῦ Ἰούδα περιφανέστερος; ἀλλὰ προδότης γενόμενος ἀπήγξατο. Τίς τοῦ Πέτρου ζηλωτότερος· ἀλλ' ἐξάπινα πέπτωκε πτώμα ἐξαί σιον. Πόσας τοιαύτας μεταβολὰς ἔστιν ἰδεῖν πάλαι γεγενημένας καὶ νῦν γινομένας καθ' ἑκάστην ἡμέραν; Καὶ διὰ τοῦτο, φησὶν, ἄνω καὶ κάτω προδιαμαρτύρεται καὶ προασφαλίζεται καὶ διεγείρει πρὸς νῆψιν ἡ θεία Γραφὴ λέγουσα· "Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ." Καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεκβατικῶς εἴρηται.
Μ∆ʹ. Βασιλεία Ῥοβοάμ. Μετὰ δὲ Σολομῶντα ἐβασίλευσε Ῥοβοὰμ ἐκ τοσούτων γυναικῶν υἱὸς αὐτοῦ ἔτη ιζʹ, ἐφ' οὗ διῃ ρέθη ἡ βασιλεία εἰς δύο. Καταλείψας γὰρ τὴν βουλὴν τῶν πρεσβυτέρων καὶ κατὰ τὴν συμβουλὴν τῶν συνεκτραφέντων καὶ παρεστηκότων αὐτῷ λαλήσας τῷ λαῷ σκληρὰ, ἀπέστη ὁ Ἰσραὴλ ἀπ' αὐτοῦ καὶ ἀπῆλθε. Καὶ αἱ μὲν βʹ φυλαὶ, Ἰούδας καὶ Βενιαμὶν, ἔμειναν μετ' αὐτοῦ ἐν Ἰερουσαλὴμ, αἱ δὲ 151 λοι παὶ δέκα ἀπῆλθον ἐν Σαμαρίᾳ καὶ ἐβασίλευσαν ἐπ' αὐτοὺς Ἱεροβοὰμ, τὸν δοῦλον Σολομῶντος. Κἀντεῦ θεν αἱ δύο φυλαὶ προσηγορεύθησαν Ἰούδας διὰ τὴν μεγάλην βασιλικὴν φυλὴν Ἰούδα, αἱ δὲ λοιπαὶ ιʹ Ἰσραὴλ καὶ Ἐφραῒμ, διά τε τὸ πλῆθος καὶ διὰ τὸ τὸν Ἱεροβοὰμ ἐκ τῆς φυλῆς Ἐφραῒμ τυγχάνειν, υἱοῦ Ἰωσήφ. ̣2̣ Καὶ ἐποίησε Ῥοβοὰμ, υἱὸς Σολομῶντος, τὸ πονηρὸν ἐνώπιον Κυρίου ὡς ὁ πατὴρ αὐτοῦ καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. ̣3 ̣ Ἐφ' οὗ Σου σακεὶμ ὁ Αἰγυπτίων βασιλεὺς τὴν Ἱερουσαλὴμ ἑλὼν, ἀφείλατο τὰ ἐν τῷ ναῷ καὶ ἐν τοῖς βασιλείοις χρήματα, καὶ χρυσᾶ δόρατα, καὶ τοὺς χρυσοῦς θυρεοὺς, ἀνθ' ὧν ἐγένοντο χαλκοῖ.
ΜΕʹ. Βασιλεία Ἀβιά. Μετὰ Ῥοβοὰμ ἐβασίλευσεν Ἀβιὰ, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι Κυρίου καὶ ἀπέθανε βασιλεύσας ἔτη ϛʹ. Ὃς πολεμήσας