ἔσεσθαι, μήτε τοῦ λοιποῦ ἂν στερῆσαι αὐτούς ποτε. πείσας μὲν οὖν τότε τοὺς Ἕλληνας ἤλαυνεν ἐς τὸ πρόσω τῆς Εὐρώπης, καὶ προσεχώρει τε αὐτῷ σύμπαντα ὡς βασιλεῖ τε ὄντι σφῶν καὶ Παιαζήτεω παιδὶ γενομένῳ. ἐπεὶ δὲ Παιαζήτης ᾔσθετο ἐπιόντα ἐπὶ Ἀδριανούπολιν (ἐπετρόπευε δὲ τῆς πόλεως καταλειφθεὶς ὑπὸ Μεχμέτεω βασιλέως ἐπὶ τῇ τελευτῇ αὐτοῦ), συνήγειρέ τε τὸ ἀπὸ τῆς Εὐρώπης στράτευμα, καὶ ὑπήντα τῷ Μουσταφᾷ ἀγχοῦ τῆς Ἀδριανουπόλεως, ὡς διὰ μάχης ἐλευσόμενος καὶ μὴ ἐπιτρέπων, ἢν δύναιτο, ἐπὶ τὰ βασίλεια πορεύεσθαι. ὡς μέντοι συνταξάμενος ἐπῄει, οἱ Τοῦρκοι οὖν αὐτίκα ᾔεσαν ἅμα πάντες ἐπὶ τὸν Μουσταφᾶν καὶ προσεκύνουν ὡς βασιλέα, καὶ αὐτός τε Παιαζήτης προσεκύνησε καὶ τὰ πράγματα παρεδίδου τῷ Μουσταφᾷ, χρῆσθαι αὐτοῖς, ὅ τι ἂν βούλοιτο. τοῦτον μὲν οὖν λαβὼν αὐτίκα αὐτοῦ διεχρήσατο, καὶ ἀπελαύνων τήν τε πόλιν ἔσχε καὶ ἐπὶ τὰ βασίλεια παρεγένετο. μετὰ δὲ ταῦτα συστραφεὶς ἴετο ἐπὶ τὴν Ἀσίαν, ὥς τε καὶ τὴν τῆς Ἀσίας βασιλείαν ἑαυτῷ προσκτησόμενος. διαβὰς δ' ἐς τὴν Ἀσίαν, ἔχων τό τε 2.5 Εὐρώπης στράτευμα καὶ ἀζάπιδας τοὺς Τούρκων πεζοὺς οὕτω καλουμένους, καὶ ἐς τὴν Ἀσίαν διεπόρθμευσεν ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν Ζουναΐτην Σμύρνης ἄρχοντα, ἐπὶ Ἀμουράτην ἤλαυνε τὸν Μεχμέτεω. τὸν μέντοι βασιλέα Ἑλλήνων πέμπων πρέσβεις ἠξίου μηδὲν ἐς τὴν ξενίαν αὐτοῦ νεωτερίζειν, ὡς τὴν Καλλιούπολιν αὐτίκα ἀποδώσοντος, ἐπειδὰν τὴν Ἀσίαν αὑτῷ ὑπάγηται, καταστρεψάμενος τὸν ἀδελφιδοῦν. παρῆσαν δὲ καὶ Ἀμουράτεω παρὰ βασιλέα Βυζαντίου ἀφικόμενοι, χρηματίζοντες καὶ οὗτοι ἐπὶ σφίσι γενέσθαι βασιλέα, καὶ ὑπισχνούμενοι δώσειν, ὅ τι ἂν βούλοιντο. οἱ μὲν οὖν Ἕλληνες ἀνεβάλλοντο μὲν ἐπὶ χρόνον τινὰ τὰς πρεσβείας, τέλος δὲ τὴν μὲν Ἀμουράτεω ἀπεπέμψαντο πρεσβείαν, τὰ δὲ Μουσταφᾶ ἑλόμενοι πράγματα προσίεντό τε καὶ ἐπέσχον, ὥστε αὐτοῖς σπένδεσθαι κατὰ πᾶν δεδογμένον αὐτοῖς. ἡ μὲν οὖν Ἀμουράτεω πρεσβεία ἀφικομένη παρὰ τὸν στρατὸν τοῦ Ἀμουράτεω διεφήμισαν, ὡς τοὺς Ἕλληνας σφίσι προσκτήσαιντο συμμάχους. ἐτύγχανον δ' ἐν Λοπαδίῳ τῇ λίμνῃ ἐστρατοπεδευμένοι, καὶ τήν τε χώραν διέλυσαν τοῦ Μιχαλικίου αὐτοῦ, ᾗ ἐς τὴν θάλασσαν ἐξιοῦσα ἡ λίμνη διὰ στενοῦ ἐπὶ πολὺ προϊοῦσα ἐκδιδοῖ, γέφυρα δέ ἐστι. Μουσταφᾶς δὲ καὶ αὐτὸς ἐλάσας ἀγχοῦ ἐστρατοπεδεύετο παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ τῆς λίμνης. ἐνταῦθα ὡς ἀφίκοντο οἱ πρέσβεις Ἀμουράτεω, τύχῃ τινὶ ἀγαθῇ χρησάμενοι διεφήμιζον ὡς συμμαχομένους σφίσι τοὺς Ἕλληνας ἔχοντες ἥκοιεν, καὶ ἐπὶ τὸ στρατόπεδον τοῦ Μουσταφᾶ ἐφώνουν 2.6 ἐπαπειλοῦντες ὡς ἀπειλημμένῳ ἐν τῇ Ἀσίᾳ. ἐνταῦθα φήμης παρὰ τὸ στρατόπεδον τοῦ Μουσταφᾶ γενομένης, ὡς σφίσιν οὐ παρῆσαν οἱ πρέσβεις, καὶ δεδιότες, μὴ οἱ Ἕλληνες τὸν Ἑλλήσποντον κατασχόντες τοῦ λοιποῦ μὴ ἐπιτρέπωσι διαβαίνειν καὶ αὐτοῦ ταύτῃ ἀπόλοιντο, λόγον τε σφίσιν ἐδίδοσαν, καὶ νυκτὸς ἐπιγενομένης αὐτὸς ὁ Ζουναΐτης ὁ τῆς Σμύρνης ἡγεμὼν ἀπέδρα ἐπὶ τὴν πατρῴαν ἀρχήν, καὶ οἱ λοιποὶ τῶν ἀρχόντων ἀπεδίδρασκον οὐδ' ὁπωσοῦν ἐπισχόντες, τύχῃ τοῦ Μουσταφᾶ οὐκέτι ἀγαθῇ πιστεύοντες. ὡς δὲ Μουσταφᾶς διιδὼν τὰ στρατεύματα αὐτῷ ἀποδιδράσκοντα, περὶ αὑτῷ δεδιὼς ἀπέδρα καὶ αὐτὸς ἐπὶ θάλασσαν. Ἕλληνες μέντοι, ὡς ἑλόμενοι Μουσταφᾶν σφίσι σύμμαχον εἶναι, ἐπλήρωσαν τὰς ναῦς καὶ ἐπέπλεον ἐπὶ Ἑλλήσποντον. βασιλεὺς δὲ αὐτὸς Βυζαντίου ἐν Προικονήσῳ γενόμενος ἐσχόλαζέ τε περὶ γυναικὸς ἔρωτα, ἧς ἐρῶν ἐτύγχανεν, ἦν γὰρ ἱερέως θυγάτηρ, καὶ οὐκ ἐν δέοντι παρεγένετο, ὥστε διακωλῦσαι Ἀμουράτην ἐς τὴν Εὐρώπην ἀφικέσθαι. Ἀμουράτης μὲν δή, ὡς τάχιστα ἡμέρα ἐγεγόνει, καὶ κατεῖδε τὸ στρατόπεδον τῶν πολεμίων κενόν, καὶ ὑπὸ τὴν οἰχομένην νύκτα ἀποδρᾶν τε, καὶ τούς τε ἀζάπιδας χεῖρα ὀρέγοντας, ὅτι ὑπὸ τῶν σφετέρων προδεδομένοι εἶεν ἱππέων, τόν τε ῥοῦν τῆς λίμνης ἔζευξε, καὶ διέβη ὡς εἶχε τάχους, καὶ τούς τε ἀζάπιδας διεχρήσατο ἅπαντας αὐτοῦ. μετὰ δὲ ταῦτα ἐδίωκε κατὰ πόλεις τὸν Μουσταφᾶν. Μουσταφᾶς μὲν οὖν ἔφθη διαβὰς ἐς Καλλιούπολιν, Ἀμουράτης δὲ ἐντυχὼν νηῒ μεγίστῃ τῶν Ἰανυΐων αὐτοῦ