71
εἰδωλολατρείας ἐπὶ Ἄχαζ τοῦ βασιλέως ἐκδούς. Εὐσεβούντων δὲ θᾶττον ὁ Ἀσσύριος φεύξεται ἐκ τόπου τόπον ἀσχημόνως ἀμείβων, διά τε χώρας ὑμετέρας καὶ πόλεων. Καὶ διαγράφει τὴν φυγὴν ὀφθαλμοῖς, Θεοῦ τὰ μέλλοντα παρόντα δεικνύς. Τὸ δὲ, Πληγὴν 2036 γὰρ ἐπάγει ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, Σύμμαχος οὔτως ἑρμήνευσεν· Ἐν ῥάβδῳ πλήξει, καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ, διὰ τὴν ὁδὸν Αἰγύπτου. Ἄλλοι δέ φασιν, ὡς Ὠσηὲ ὁ τοῦ Ἠλιᾶ, βασιλεὺς Ἰσραὴλ, Σαλμανασὰρ τῷ τῶν Ἀσσυρίων δουλωθεὶς βασιλεῖ, παραβὰς ἐπεκαλεῖτο πρὸς συμμαχίαν Σιγὼρ Βασιλέα Αἰγύπτου· ὁ δὲ Ἀσσύριος ἀγανακτήσας δεσμώτην αὐτὸν ἐποιήσατο, ὡς ἐν τετάρτῃ τῶν Βασιλειῶν φησιν. Ἠγανάκτησε γὰρ, φασὶν, ὁ Θεὸς, ὅτι μὴ ἐπ' αὐτῷ θαῤῥήσας, ἐπὶ τὸν Αἰγύπτιον ἤλπισεν. Ὥσπερ οὖν καὶ ὅτε Ἄχαζ τὸνἈσσύριον ἐπεκαλέσατο κατὰ τῆς ∆αμασκοῦ. Ἀλλ' οὐδὲν ταῦτα πρὸς τοὺς ἐν Ἱερουσαλὴμ, πρὸς οὓς νῦν ὁ λόγος ἐστὶν, εἰ ὁ Ἰσραὴλ ἐπεκαλέσατο τὸν Αἰγύπτιον. Τῷ δὲ Ἀσσυρίῳ, φησὶν, ἐπεγερεῖ Κύριος μάστιγα κατὰ τὴν πληγὴν Μαδιάμ. Ἀντὶ δὲ τοῦ, ἐν τόπῳ θλίψεως, Σύμμαχος ἐξέδωκεν, Σοῦρ Χωρὴβ, ὡς μὴ δύνασθαι νοεῖν ἡμᾶς τὴν ἐπὶ τοῦ Γεδεὼν κατὰ τῶν Μαδιηνέων πληγὴν, ἀλλὰ τὴν ἐπὶ τοῦ Μωϋσέως. Ἡ μὲν γὰρ ἔρημος ἐκαλεῖτο Σοῦρ. Τὸ δὲ ὄρος ἐκαλεῖτο Χωρὴβ, ὡς ἐκ τῶν Ἀριθμῶν ἐγνώκαμεν, ὅτε καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς Μαδιάμ· οἱ δὲ Ἀσσύριοι πληγέντες τῇ ἐμῇ μάστιγι, ἀποστρέψουσιν ἐν τῇ ὁδῷ τῇ κατὰ θάλασσαν. Τὴν γὰρ κατ' Αἴγυπτον ὁδὸν ὁ Ἀσσύριος φεύγων ἀπήγει, ἐπαναστάντων Αἰθιόπων αὐτῷ, κατὰ τὴν ἱστορίαν εἰποῦσαν· "Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ εὗρε τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λαβνᾶ, ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἐπὶ Λάχεις. Καὶ ἤκουσε Θαραχᾶ βασιλεὺς Αἰθιόπων λέγων, Ἰδοὺ ἐξῆλθον ζητεῖν μετὰ σοῦ." Τινὲς δέ φασιν ὡς ἀγανακτήσας τῶν Ἀσσυρίων ὁ βασιλεὺς κατὰ τοῦ βασιλέως Αἰγύπτου, ἐφ' οἷς ἐπηγγείλατο συμμαχεῖν τῷ Ὠσηὲ τῷ βασιλεῖ Ἰσραὴλ, κατ' Αἰγυπτίων ἐστράτευσε, σύμφωνα τοῖς φθάσασι λέγοντες. Ἀλλ' εἰρήκαμεν ὡς οὐδὲν ταῦτα πρὸς Ἱερουσαλήμ. Καὶ νῦν δὲ φυγὴν ὁ λόγος τῶν Ἀσσυρίων ἔσεσθαι προθεσπίζει, ἀλλ' οὐκ εὐημερίαν τοσαύτην, ὡς καὶ καθ' ἑτέρων στρατεύεσθαι. Ἀλλ' ἐκεῖνος μὲν, φησὶ, ταῦτα πείσεται. Ὑμεῖς δὲ τεύξεσθε παραμυθίας, μηκέτι ὑποκείμενοι τῷ ζυγῷ τῶν Ἀσσυρίων. Φησὶ γὰρ ἐν ταῖς Βασιλείαις, ὡς ὁ Ἀσσύριος Ἐζεκίᾳ φόρον ἐπέθηκε τριακόσια τάλαντα χρυσίου. Καὶ κινήσας, τούς τε ἱεροὺς θησαυροὺς καὶ τοὺς βασιλικοὺς παρέσχεν αὐτῷ. Ζυγὸν οὖν εἰκότως τοῦτον ἐκάλεσε. ∆ιὸ προστάττονται παρακαλεῖν τὸν λαὸν, οἱ τοῦτο πρᾶξαι δυνάμενοι. Τί δὲ παρακαλεῖν; ὑπὲρ τοῦ μεῖναι, καὶ μὴ φόβῳ μελετῆσαι δρασμόν. Τινὲς δέ φασιν, Παρακαλεῖτε ταύτῃ τῇ τῆς εὐσεβείας ἐμμένειν ὁδῷ· ὡς δὲ περὶ τῶν ὅσον οὔπω γενησομένων 2037 θεσπίζων, τὸ σήμερον εἰκότως προσέθηκε, πρὸς ἀντιδιαστολὴν τῶν χρόνοις ὕστερον ἐσομένων περί τε τὸν Ἀσσύριον, καὶ τὸ κατάλειμμα τοῦ Ἰακώβ· ἃ δὴ πρὸ τῶν νυνὶ προκειμένων ἐλέγετο. ∆ιό φησιν· Παρακαλεῖτε σήμερον μὴ φυγεῖν, τὴν νῦν δὴ καὶ σήμερον ἐπ' Ἐζεκίου τῶν Ἀσσυρίων μέλλουσαν ἔφοδον. Βουνοὺς δέ φησιν, τοὺς ἐπαναβεβηκότας ψυχῇ, καὶ φρονήματι, προφήτας καὶ ἱερέας. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν· "Παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεὸς, ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλεῖτε αὐτήν. Κατὰ τὴν βουλὴν δὲ αὐτῶν λέγει τῶν Ἀσσυρίων, τοῦτ' ἔστι, Πείσονται θᾶττον ἃ καθ' ὑμῶν ἐβουλεύσατο. λγλδʹ. 9Ἰδοὺ ὁ ∆εσπότης Κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος· καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ· ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται9. Αὐτάρκως περὶ τῆς τῶν Ἀσσυρίων ἀλαζονείας εἰπὼν καὶ τῆς καθαιρέσεως, νῦν περὶ τῆς κατ' ἔθνος πολυαρχίας διεξέρχεται. Ἐθνάρχαι γὰρ ἦσαν εἰδωλολατρείᾳ τὸν Κτίστην ὑβρίζοντες, καὶ πρὸς οἶκον φρονήματος ἐπαιρόμενοι. Καὶ τὴν τούτων οὖν προθεσπίζει καθαίρεσιν. Τινὲς δέ φασιν ὡς περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας μέλλων εἰπεῖν, τοὺς πάλαι φρονοῦντας ἐπὶ τῇ τοῦ νόμου σκιᾷ, καθελεῖν ἐπαγγέλλεται.