De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
κράκται· "Ἀνάτειλον οἱ θεράποντες τοῦ Κυρίου." Ὁλαὸς ἐκ γʹ· "Ἀνάτειλον." Οἱ κράκται· "Ἀνάτειλον ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων." Ὁ λαὸς ἐκ τρίτου· "Ἀνάτειλον." Οἱ κράκται· "Ἀνάτειλον οἱ δεσπόται σὺν ταῖς Αὐγούσταις." Ὁ λαὸς ἐκ γʹ. "Ἀνάτειλον." Καὶ δὴ ἐξερχομένων τῶν δεσποτῶν καὶ ἱσταμένων ἐπὶ τοῦ ἡλιακοῦ τοῦ αὐτοῦ Τριβουναλίου, τοῦ πατριάρχου ἱσταμένου ἐν τῷ ἀντιμισίῳ καὶ τοῦ διακόνου ὄπισθεν αὐτοῦ, κατασφραγίζουσιν οἱ δεσπόται τὸν λαὸν ἐκ τρίτου καὶ εἶθ' οὕτως λέγουσιν τὰ δύο μέρη· "Ἅγιος, Ἅγιος, Ἅγιος." Καὶ αἰτοῦνται ἀπὸ φθογγῆς, λέγοντες· "∆εσπόται τῆς οἰκουμένης δέξασθε τοὺς δούλους ὑμῶν παρακαλοῦντας· ὡς δοῦλοι τολμῶμεν παρακαλέσαι· μετὰ φόβου δυσωποῦμεν τοὺς δεσπότας, καὶ ἀνεξικάκως παρακλήθητε, ὦ εὐεργέται, εἰς τὴν δέησιν τοῦ λαοῦ ὑμῶν· δεσπόται, χαροποιήσατε τοὺς δούλους ὑμῶν· δεσπόται, ὑπὲρ εὐφροσύνης τῆς πόλεως ὑμῶν δυσωποῦμεν· ἐπιφανήτω τοῖς δούλοις ὑμῶν ὁ καῖσαρ· παρακαλοῦμεν οἱ δοῦλοι ὑμῶν, δεσπόται, εἰς δόξαν μεγίστην τῆς συγκλήτου, εἰς εὐτυχίαν μεγίστην τῶν στρατοπέδων, εἰς χαρμοσύνην τῶν δούλων ὑμῶν, εὐεργέται." Καὶ ὅτε γένηται τὸ νεῦμα παρὰ τοῦ πραιποσίτου τοῦ σιγῆσαι τὰ μέρη εἰς τὸ λαλῆσαι τὸν βασιλέα πρὸς τὸν λαὸν καὶ εἰς τὸ τέλος δῶσαι εὐχήν, ἀνακράζουσιν οἱ κράκται καὶ λέγουσι· "Τῆς δεήσεως ἡμῶν εἰσήκουσαν οἱ στεφοδόται, εὐφράναντες τὸν λαὸν αὐτῶν μεγάλως, χαροποιήσαντες τὴν πολιτείαν οἱ δεσπόται, εἰς πλάτος καὶ αὔξησιν τῶν Ῥωμαίων, εὐδοκίᾳ τοῦ στέψαντος ὑμᾶς, εὐεργέται· 2.31 ἀλλ' ὁ πάντων Ποιητὴς καὶ ∆εσπότης τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ σὺν τῷ καίσαρι, τὸ κράτος ὑμῶν φυλάξῃ εἰς πλήθη χρόνων ἐν τῇ πορφύρᾳ. Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν, ὁ δεῖνα καὶ ὁ δεῖνα φιλόχριστοι, ἐν Θεῷ νικᾶτε." Καὶ δὴ τοῦ μέλλοντος γενέσθαι καίσαρος ἱσταμένου ὄπισθεν τοῦ διακόνου, λαμβάνουσι τοὺς κηροὺς παρὰ τοῦ πραιποσίτου οἵ τε δεσπόται καὶ αὐτὸς ὁ μέλλων γενέσθαι καῖσαρ, καὶ διὰ τῆς τρισσῆς προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ στρέφεται ἅπας ὁ λαὸς κατὰ ἀνατολάς, εἰσαγομένου τοῦ μέλλοντος γίνεσθαι καίσαρος παρά τε τοῦ πραιποσίτου καὶ τοῦ πρώτου μαγίστρου, καὶ λέγει ὁ διάκονος· "Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν" καὶ ὁ λαός· "Κύριε ἐλέησον." Καὶ μετὰ τὸ πληρῶσαι τὸν διάκονον ἀπάρχεται ὁ πατριάρχης τὴν εὐχήν, καὶ δὴ τοῦ πατριάρχου τὴν εἰωθυῖαν πληροῦντος εὐχήν, καὶ τοῦ λαοῦ ἀποκρινομένου τό· "Ἀμήν," αἵρει ὁ πατριάρχης τὴν χλαμύδα καὶ ἐπιδίδωσι τοῖς βεστήτορσι, οἱ δὲ βεστήτορες ἁπλοῦσιν αὐτὴν ἔμπροσθεν τῶν δεσποτῶν, καὶ φέρει ὁ πραιπόσιτος καὶ ὁ πρῶτος μάγιστρος τὸν χειροτονούμενον καίσαρα, καὶ εὐθέως ἁπλοῦσιν οἱ δεσπόται τὰς χεῖρας καὶ κρατοῦσι τὴν χλαμύδα, καὶ περιτιθέασιν τῷ καίσαρι· καὶ φιλοῦσιν αὐτὸν καὶ λέγουσιν οἱ κράκται· "Εὐτυχῶς, εὐτυχῶς, εὐτυχῶς." Καὶ ὁ λαὸς ἐκ γʹ τὸ αὐτό. Καὶ εὐθέως ὁ πατριάρχης κατασφραγίζει πρὸς τὸν λαὸν τρίτον, καὶ λέγει· "Εἰρήνη πᾶσι·" ὁ λαός· "καὶ τῷ πνεύματί σου." Εἶτα λέγει ὁ διάκονος· "Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν." Καὶ τῆς συνήθους τάξεως τῆς κεφαλοκλισίας τελουμένης, δηλονότι κεφαλοκλινούντων καὶ τῶν βασιλέων καὶ τοῦ καίσαρος, καὶ μετὰ τὴν τελείωσιν τῆς εὐχῆς, αἴρει ὁ πατριάρχης τὸν στέφανον, ἤτοι τὸ καισαρίκιν, φιλῶν αὐτό, καὶ ἐπιδίδωσιν αὐτὸ τῷ βασιλεῖ. Ὁ δὲ 2.32 βασιλεὺς ἀσπάζεται αὐτό, καὶ ποιεῖ φιλῆσαι αὐτὸ καὶ τὸν καίσαρα, καὶ εὐθέως κατασφραγίζει ἐπάνω τῆς κεφαλῆς αὐτοῦ, λέγων· "Εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." Καὶ εἶθ' οὕτως περιτίθησιν τὸν στέφανον εἰς τὴν κορυφὴν τοῦ χειροτονουμένου καίσαρος, καὶ λέγουσιν οἱ κράκται· "Φιλλικήσιμε, φιλλικήσιμε, φιλλικήσιμε." Καὶ ὁ λαὸς ἐκ γʹ· "Φιλλικήσιμε" καὶ εἶθ' οὕτως γίνεται ἡ εὐφημία· "Πολλὰ τὰ ἔτη." καὶ τὰ ἑξῆς, ἐν δὲ τῷ τελευτᾶν· "Πολλὰ τὰ ἔτη τοῦ εὐτυχεστάτου καίσαρος." Εἶτα· "Ἡμεῖς δοῦλοι τῶν βασιλέων, ἡμεῖς δοῦλοι τοῦ καίσαρος, Υἱὲ Θεοῦ, ζωὴν αὐτοῖς, Υἱὲ Θεοῦ, νίκην αὐτοῖς." Καὶ ὅτε πληρωθῇ ἡ εὐφημία, εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τοῦ καίσαρος εἰς τὸν τρίκλινον τῶν ιθʹ Ἀκκουβίτων, καὶ καθέζονται, καὶ ἐπιτελεῖται ἡ προσκύνησις.
2.33 ΝΓʹ (ΜΑʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ χειροτονίᾳ νωβελησίμου. Πρὸ μιᾶς δίδοται ἀπόκρισις εἰς ἑορτὴν τοῖς δημάρχοις καὶ τῷ ῥεφερενδαρίῳ, καὶ