βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Ἱεροβοὰμ καὶ τὰς ιʹ φυλὰς τοῦ Ἰσραὴλ, ἀνεῖλεν ἐξ αὐτῶν ἄνδρας δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ θείαν ὀργὴν χιλιάδας φʹ.
Μςʹ. Βασιλεία Ἀσάφ. Μετὰ Ἀβιὰ ἐβασίλευσεν Ἀσὰφ, ὁ υἱὸς αὐτοῦ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου πρότερον, εἶτα μικρὸν ἀπὸ τῆς εὐθείας ῥᾳθυμήσας, ἠῤῥώστησε τοὺς πόδας· καὶ τοῖς ἰατροῖς χρησάμενος, τῷ Θεῷ μὴ προσέχων, οὕτως ἀπέθανε, βασιλεύσας ἔτη ιζʹ.
ΜΖʹ. Βασιλεία Ἰωσαφάτ. Μετὰ Ἀσὰφ ἐβασίλευσεν Ἰωσαφὰτ, υἱὸς αὐτοῦ, ̣37b καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου καὶ 110.265 ἐτελεύτησε βασιλεύσας ἔτη κεʹ. ̣2 ̣ Ὃς διὰ τὴν πρὸς τὸν Ἀχαὰβ φιλοστοργίαν τε καὶ ἀγχιστείαν, ἔφη 152 πρὸς αὐτὸν ὁ προφήτης Ἰηοῦ ὁ τοῦ Ἀνανή· "Βασιλεῦ Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ εἶ βοηθὸς, εἰ μισουμένῳ ὑπὸ Κυρίου σὺ φιλιάζεις, διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ Κυρίου, εἰ μὴ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοὶ καὶ ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ γῆς Ἰούδα καὶ κατεύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον," καὶ εὑρέθη ἡ καρδία σου τελεία πρὸς Κύριον. ∆ιὰ τοῦτο ἐφείσατό σου Κύριος, πλὴν ὅτι "διεκόπη τὰ ἔργα σου, καὶ συνετρίβησαν τὰ πλοῖά σου." ̣3 ̣ Κἀντεῦθεν διδασκόμεθα, ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτήμασιν ἐκείνοις ἀντιμετρῶν, οὕτως ἐκφέρει τὴν ψῆφον. Προσήκει τοίνυν ταῦτα μεμα θηκότες φεύγειν τῶν θεοστυγῶν καὶ τὴν φιλίαν καὶ τὴν συγγένειαν· οὐδὲ γὰρ μία κοινωνία φωτὶ πρὸς σκότος, οὔτε μὴν ἀρετῇ καὶ κακίᾳ, καὶ οὔτε κλέπτῃ δεῖ συμμετέχειν οὔτε μετὰ μοιχῶν τὴν με ρίδα τιθέναι· διό φησι· "Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκό μην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι·" "καὶ παρανομίαν ἐμίσησα, καὶ οὐκ ἐκολλήθη μοι καρδία σκαμβή." Καὶ μέντοι γε καὶ ὅτι πταίοντες ὡς ἄνθρωποι οἱ τοῦ Θεοῦ δοῦλοι, φιλανθρωπίας ἀξιοῦνται πολλάκις, διὰ τὰς προειρ γασμένας ἀρετὰς, εἰς δὲ τὰ κτήματα καὶ τὰ ὑπάρ χοντα αὐτοῖς ἡ θεία δίκη ἀνταποδίδωσιν ὑπὲρ τῶν πταισμάτων αὐτῶν λεληθότως· οὐ μὴν δὲ ἀλλὰ καὶ ἑτέρων ἁμαρτωλῶν συνόντων δικαίοις, τοῦτο διὰ τὴν τοῦ δικαίου δικαιοσύνην ὁ φιλάνθρωπος Κύριος ποιεῖν εἴωθε, ὅπερ ἤδη καὶ ἐπὶ Ἰωσαφὰτ καὶ Παύλου σαφῶς ἐδήλωσε καὶ τῆς τοῦ πλοίου συν τριβῆς τε καὶ ἀπωλείας· ὅθεν οὖν πρὸς τοὺς ἐν τῷ πλοίῳ χειμαζομένους μετ' αὐτοῦ Παῦλός φησι· "Ἔδει μὲν οὖν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμιᾶς ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου."
ΜΗʹ. Βασιλεία Ἰωράμ. Μετὰ Ἰωσαφὰτ ἐβασίλευσε Ἰωρὰμ, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· πρὸς δὲ καὶ τοὺς ἒξ ἀδέλφους 153 αὐτοῦ ἀποκτείνας ἀπέ θανε δυσεντερικὸς, βασιλεύσας ἔτη ηʹ.
ΜΘʹ. Βασιλεία Ὀχοζίου. Μετὰ τοῦτον ἐβασίλευσεν Ὀχοζίας, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀνεῖλεν αὐτὸν Ἰηοῦ, βασιλεύσαντα ἔτος αʹ.
Νʹ. Βασιλεία Γοθολίας. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Γοθολία, ἡ μήτηρ αὐτοῦ, καὶ ἀποκτείνασα πάντας τοὺς υἱοὺς Ὀχοζίου παρεκτὸς νηπίου ἑνὸς διασωθέντος παραδόξως ὑπὸ τῆς γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως· αἰφνίδιον τὸ ἀποκεκρυμμένον παιδίον Ἰωὰς ἀναγορεύεται βασι 110.268 λεὺς ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως καὶ τοῦ λαοῦ παντὸς, ὑπάρχον ἐτῶν ζʹ. Καὶ ὁ μὲν λαὸς ἅπας ηὐφράνθη καὶ ἡ πόλις ἡσύχασεν· τὴν δὲ Γοθολίαν ἀπέκτειναν ἐν οἴκῳ τοῦ βασιλέως, βασιλεύσασαν ἔτη ϛʹ.
ΝΑʹ. Βασιλεία Ἰωᾶ. Μετὰ δὲ Γοθολίαν ἐβασίλευσεν Ἰωὰς Ὀχοζίου ἑπταετὴς καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου πρότερον· εἶτα παρατραπεὶς, ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ, βασιλεύσας ἔτη μʹ. ̣2 ̣ Ἕως μὲν γὰρ ἦν φωτιζόμενος ὑπὸ Ἰωδαὲ, τοῦ ἱερέως τοῦ καὶ βιώ σαντος διὰ τὴν πολλὴν αὐτοῦ ̣38 ̣ εὐσέβειαν ἔτη ρλʹ. καλῶς ἐπολιτεύετο. ̣3 ̣ Μετὰ δὲ τὴν τελευτὴν τοῦ θείου ἱερέως πρὸς ἀσέβειαν ἀποκλίνας, ἀπέκτεινε Ζαχαρίαν, τὸν προφήτην καὶ υἱὸν τοῦ διδασκάλου αὐτοῦ, φησὶ γάρ· "Καὶ πνεῦμα Κυρίου ἐνέδυσε Ζαχαρίαν τὸν τοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἀνέστη κατὰ