ταύτῃ ὁρμιζομένῃ, συντίθεται τῷ νεὼς δεσπότῃ διαπορθμεῦσαι αὐτόν τε ἅμα καὶ τοὺς νεήλυδας 2.7 καὶ τοὺς τῶν θυρῶν αὐτοῦ καὶ ἅπαν τὸ στράτευμα ἐς τὴν Εὐρώπην, καὶ ἐτέλεσεν αὐτῷ ἀργύριον ἱκανόν, ὅσον δὴ ᾐτήσατο. καὶ διεπόρθμευσεν αὐτῷ τε ἅμα καὶ τῷ στρατῷ ἅπαντι. ὁ μὲν οὖν Μουσταφᾶς, ὡς ἐπύθετο διαβεβηκότα Ἀμουράτην ἐς τὴν Εὐρώπην, καὶ ᾗ, ὅποι σώζοιτο, ἀνεώρα ἐπισφαλὲς ὂν ἤδη ἁπανταχῇ, ἅτε Ἀμουράτεω καταλαβόντος αὐτόν, ἐσώζετο ἐπὶ τὸ ὄρος τοῦ Γάνου οὕτω καλούμενον. ὁ δὲ ὡς ἐδίωκε, καὶ ἐπισχών, πάντα ζητῶν οὐκ ἀνίει, σαγηνεύσας τε τὸν χῶρον αὐτοῦ, ᾗ ἐδόκει καὶ ἤδη ὑποψίαν παρεῖχεν ἐνταυθὶ κρύπτεσθαι, εὗρεν αὐτὸν ὑπὸ θάμνῳ τινὶ κεκρυμμένον, καὶ ζωγρήσας ἀγχόνῃ τε τὸν λαιμὸν αὐτοῦ ἐχρήσατο. ἐτελεύτησε δὲ Μουσταφᾶς βασιλεύσας ἐν τῇ Εὐρώπῃ ἔτη τρία. Ἀμουράτης δὲ ὡς ἔσχε τὴν ἀρχὴν ἀμφοῖν ταῖν ἠπείροιν, ἐς τὴν βασιλείαν κατέστη. Οὐ πολλῷ δὲ ὕστερον ἐστρατεύετο ἐπὶ Βυζάντιον καὶ ἐπὶ τοὺς Ἕλληνας. προέπεμψε δὲ Μιχαλόγλην, πρυτανέα τε ἅμα καὶ στρατηγὸν τῆς Εὐρώπης. καὶ λαβὼν οὗτος τὸ ἀπὸ τῆς Εὐρώπης στράτευμα ἅπαν, ἐπέδραμέ τε τὴν Βυζαντίου χώραν. μετὰ δὲ ταῦτα ἐστρατοπεδεύετο, καὶ αὐτίκα ἀπήλαυνεν Ἀμουράτης ὁ Μεχμέτεω, τούς τε νεήλυδας ἔχων καὶ τὴν θύραν ἅμα, ὅσοι βασιλεῖ ἕπονται, ὅποι ἂν στρατεύηται. καὶ τὰ Ἀσίας στρατεύματα ἔχων παρεγένετο, καὶ ἐστρατοπεδεύετο ἀπὸ θαλάσσης εἰς θάλασσαν. Αἱ μὲν οὖν θύραι ὧδέ πῃ ἔχουσαι. πεζοὶ πάρεισι τῷ βασιλεῖ ἀμφὶ τοὺς ἑξακισχιλίους καὶ ἐνίοτε ἀμφὶ τοὺς μυρίους· ἀπὸ 2.8 γὰρ τούτων φρουράν τε φαίνει ἐν ταῖς ἀκροπόλεσι, καὶ αὖθις ἑτέραν ἐς τὴν χώραν ἐκείνων καθίστησι. παρεγένοντο δ' αὐτῷ τῇδε. παῖδας λαβὼν αἰχμαλώτους, ὅσους ἂν τύχῃ ἀνδραποδισάμενος, κατατίθεται ἐς τὴν Ἀσίαν παρὰ τοῖς Τούρκοις, ὥστε τὴν φωνὴν ἐκμαθεῖν ἕνα ἕκαστον. καὶ ἐπὶ δύο ἢ καὶ τρία ἔτη διαγενόμενοι τήν τε γλῶσσαν ἐκμανθάνουσι, καὶ συνιέντες τῆς φωνῆς, ὅσα ἂν δυνηθῶσιν, αὖθις συλλέγει, ἀφ' ὧν κατέθετο, ἐς δισχιλίους καὶ πλείους τούτων. ἄγει δ' αὐτοὺς ξύμπαντας ἐς τὴν Καλλιούπολιν, καὶ καθίστησιν αὐτοὺς ἐς τὰ πλοῖα, ναυτίζεσθαί τε καὶ διαπορθμεύειν ἐς τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης τοὺς βουλομένους διαβαίνειν. ὀβολὸν δ' ἔχει ἕκαστος ἐνταῦθα, καὶ χιτῶνα τοῦ ἐνιαυτοῦ. μετ' οὐ πολὺν δὲ χρόνον μεταπέμπονται ἐς τὰς θύρας αὐτοῦ, παρέχων τε μισθόν, ὅσος ἂν ἱκανὸς εἴη ἐς τὸ ἀποζῆν αὐτούς, ἐνίοις· ἄλλοις δὲ πλείω παρέχεται. καὶ ἐς δεκαδάρχας τε καὶ πεντηκοντάρχας καὶ ἐνωμοτίας καὶ λόχους τεταγμένοι τε καὶ διακεκριμένοι στρατεύονται, κατὰ τὰ συσσίτιά τε καὶ τῇ δύσει ἡλίου εἶναι σὺν τῷ δεκαδάρχῃ ἐς τὴν σκηνήν. σκηνοῦσι δὲ οὗτοι ἀμφὶ τὸν βασιλέα, ἐς τὸν ἑαυτοῦ χῶρον ἕκαστος ἐχόμενος τοῦ ἑτέρου. ἐντὸς μέντοι τούτων οὐδενὶ ἔξεστι σκηνοῦν, πλὴν τῶν τοῦ βασιλέως παίδων καὶ τῶν θησαυρῶν τοῦ βασιλέως καὶ τοῦ κοιτῶνος. σκηνὴ δὲ ἐρυθρὰ αὐτῷ. ὁτὲ μὲν δύο, ὁτὲ δὲ καὶ τρεῖς ἵδρυνται αὐτῷ τῷ βασιλεῖ, ἀπὸ πίλου ἐρυθροῦ χρυσόπαστοι, καὶ σκηναὶ ἕτεραι ἀμφὶ τὰς πεντεκαίδεκα, πᾶσαι ἐντὸς τῶν νεηλύδων. ἐκτὸς δὲ σκηνοῦσιν οἱ λοιποὶ τῶν 2.9 θυρῶν ἄνδρες, οἵτε ἀμουραχόριοι καὶ οἰνοχόοι οἱ λεγόμενοι παρ' αὐτῶν σαραπτάριοι, καὶ σημαιοφόροι οἱ λεγόμενοι ἐμουραλάμιοι, καὶ οἱ τῶν θυρῶν πρυτανεῖς, βεζίριδες οὕτω καλούμενοι, τοῦ βασιλέως ἀγγελιαφόροι. οὗτοι μὲν οὖν μεγάλοι τε ὄντες, καὶ ὡς πλείους ἐπαγόμενοι θεράποντας, πληθὺν παρέχοντας ἄπλετον. μετὰ δὲ συλικτάριδες ἔνεισι τῶν βασιλέως θυρῶν ἀμφὶ τῶν τριακοσίων, οἳ ἱππεῖς ὄντες ἀπὸ τῶν νεηλύδων ἐπὶ ταύτην παραγίνονται τὴν χώραν. μετὰ δὲ τούτους καρίπιδες οἱ ἐπήλυδες καλούμενοι, ἀπό τε Ἀσίας καὶ Αἰγύπτου καὶ δὴ καὶ Λιβύης αὐτῷ ἐς τὰς θύρας παραγενόμενοι, καὶ ἀρετῆς ἀντιποιούμενοι ἔναντι βασιλέως, μεμισθωμένοι αὐτῷ, ὁ μὲν πλείονος, ὁ δὲ ἐλάττονος. τούτων δὲ ἔχονται ἀλοφατζίδες οἱ μισθωτοὶ καλούμενοι, ἀμφὶ τοὺς ὀκτακοσίους. τούτων δὲ αὖθις ἔχονται οἱ σπαχίδες καλούμενοι, ἀμφὶ τοὺς διακοσίους. οὗτοι δ' εἰσὶν οἱ τῶν ἀρχόντων παῖδες, ὧν τοὺς μὲν ἀπὸ τοῦ κοιτῶνος ἐκβαλὼν ἐς ταύτην αὐτοὺς καθίστησι τὴν χώραν, τοὺς δὲ