72
Ἰσχυροὶ γὰρ ὄντως τῇ ὕβρει γεγόνασιν, οὐ προφήτας μόνον ἀπεκτονότες, καὶ τοῖς τὰ βέλτιστα συμβουλεύουσι μαθηταῖς λέγοντες ἀναιδῶς, Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, ἀλλὰ καὶ αὐτῷ τὴν γλῶτταν ἐπιθήγοντες τῷ Χριστῷ, οἷς ὀξυτάτην τὸν Θεὸν ἐποίσειν ὀργὴν τῆς ἱερωσύνης τούτους ἐκτέμνουσαν ἢν ἐκάλεσε μάχαιραν. Εἴποι δ' ἂν καὶ τῶν πολεμίων τὴν ἐπ' αὐτοὺς χωρήσασαν μάχαιραν. Ἀλλὰ καὶ ὁ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται, οὕτω τὸν νεὼν μετὰ τῶν ἐπηρμένων ἱερέων δηλῶν. Λίβανον δὲ καὶ τὴν Ἱερουσαλὴμ οἱ δὲ καλεῖν ἡ Γραφή. Πρὸς ἣν ὁ Ζαχαρίας φησί· "∆ιάνοιξον, ὁ Λίβανος. τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω, πίτυς, ὅτι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμός σου ὁ σύμφυτος." Κατὰ δὲ τὴν προτέραν ἐξήγησιν, τὴν τῶν κατ' ἔθνος βασιλέων, καὶ αὐτοῦ τοῦ κατὰ τὸν νόμον ζῶντος λαοῦ παριστῶν τὴν καθαίρεσιν, τὸν χρόνον καθ' ὃν ἔσται ταῦτα συνάπτει, τὴν εἰς ἀνθρώπους λέγων πάροδον τοῦ Χριστοῦ. Ἔδει γὰρ αὐτοῦ τὰ περὶ τῆς ἐκ Παρθένου γενέσεως ἤδη διδάξαντα, καὶ τὸν τρόπον τῆς γενέσεως, τάς τε ἐπωνύμους προσηγορίας τῶν ἐπινοουμένων ἐν αὐτῷ δυνάμεων, ἀκολούθως συνειπεῖν, ἐξ ὁποίου γένους, ὁποίας ἔσται φυλῆς, οἷά τε κατορθώσειν αὐτοῦ ἡ εἰς ἀνθρώπους ἤμελλε κάθοδος, ἐν οἷς ἐστι καὶ ἡ τῶν κατὰ τόπον ἀρχόντων καθαί 2040 ρεσις αἰσθητῶν τε καὶ ἀοράτων, οἳ τὴν πλάνην αὐτοῖς τῆς εἰδωλολατρείας εἰργάζοντο. Τοὺς δὲ ὑψηλοὺς πολλάκις ὠνόμασεν, ὧν τὸ σύστημα τῷ Λιβάνῳ καὶ ταῖς ἐν αὐτῷ κέδροις, διὰ τὸ ὕψος ἀφομοιοῖ, συμφώνως τὸ, "Εἶδον τὸν ἀσεβῆ ἐπαιρόμενον ὑπὲρ τὰς κέδρους τοῦ Λιβάνου." Καὶ πάλιν, "Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον," καὶ τὴν Ἱερουσαλὴμ δὲ μετὰ τῶν ἱερέων καὶ τῶν ἐν αὐτῇ νομοδιδασκάλων σημαίνων φησίν· Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. ΚΕΦΑΛ. ΙΑʹ. αιʹ. 9Καὶ ἐξελεύσεται ῥάβδος ἐκτῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ. πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύοσ9, κ.τ.λ. Πῶς δὲ τοῦτο ἔσται, παρίστησιν, ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον εἰπὼν ἐξελεύσεσθαι, ἣ πάντας συντρίψει τοὺς ὑψηλούς. Ἀντὶ δὲ τοῦ ἐκ ῥίζης, ἀπὸ κορμοῦ συμφώνως ἑρμήνευσαν οἱ λοιποί. Καὶ γὰρ ἦν ἡ φυλὴ, καὶ πάτρια, ἐξ ἧς ἦν ὁ Χριστὸς, ὥσπερ τις κορμὸς, οὐκέτι κλάδους ἔχων, τῶν ἐκ διαδοχῆς τοῦ ∆αβὶδ βασιλέων ἐκλελοιπότων μετὰ τὴν ἅλωσιν τὴν ὑπὸ τῶν Ἀσσυρίων. Τὴν δὲ ῥάβδον, ῥαβδίον Ἀκύλας ἐξέδωκε, τοῦ Χριστοῦ δηλῶν τὸ κατὰ σάρκα μέτριόν τε καὶ ταπεινόν. Εἴρητο δὲ πρὸς ∆αβίδ· "Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου." Οἷς δὴ σύμφωνα καὶ οἱ προφῆταί φασιν, ὡς ἂν πανταχόθεν μαρτυρούμενον πιστεύηται γεγονός· πρὸς ἃ δὴ βλέπων καὶ ὁ Παῦλός φησιν, "Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα." ∆ηλοῖ δὲ ἡ ῥάβδος, ἢ τὸ βασιλικὸν ἀξίωμα τοῦ προφητευομένου (σύνθημα γὰρ βασιλείας ἡ ῥάβδος), ἢ τὴν παντοκρατορικὴν αὐτοῦ δύναμιν, δι' ἧς ἀνέχει τὸ πᾶν. Ἢ δι' ἧς ἀνέχει τὴν τῶν ἀνθρώπων ἀσθένειαν· κατὰ τὸ, "Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν." Ὑποστηρίζει γὰρ δικαίους ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Ὠνόμασται δὲ διὰ φωνῆς προφητῶν ῥάβδος εὐκλεὴς, ῥάβδος μεγαλοσύνης. Ῥάβδος δὲ καὶ ἑτέρως, ἐπείπερ ἐστὶ ποιμὴν ἀγαθός· πρὸς ὅν φησί τις προφήτης· "Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου." Καὶ, ὡς κριτὴς δὲ λέγοιτο ῥάβδος, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πρὸς ὃν εἴρηται περὶ τῶν ἐξ Ἰσραὴλ ἀπειθῶν, "Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ." Οὗπερ εἰς τύπον ἐλήφθη καὶ ἡ ῥάβδος Ἀαρὼν, ἡ βλαστήσασα κάρυα· σύμβολον δέ φασιν τοῦτο τῆς πρὸς ὀλίγον τοῦ Σωτῆρος ἐν τῷ θανάτῳ κοιμήσεως. Ἀϋπνίας γὰρ εἶναι τὸ δένδρον 2041 ποιητικὸν, δι' ἧς ῥάβδου θείας ὄντως καὶ νοητῆς, Μωϋσῆς θαυματουργῶν εἰς ἐλευθερίαν ἐξῆγε τὸν Ἰσραήλ·