σῖτον οὐκ ἔχοντι, καὶ εἰς ἀλεύρου χρείαν οὐ πεποιημένῳ. εἰ δὲ δή τι καὶ γένοιτο παρ' αὐτῶν, τουτέστι, κἂν εἰ δόξειάν πως εἶναι σπουδαῖοι καὶ γνήσιοι περὶ τὰ τῆς πλάνης ἔργα, καὶ τοῦτο εἰς ἀλλο- τρίους γενήσεται παρ' αὐτῶν, κατευφρανεῖ δὲ Θεὸν κατ' οὐ- δένα τρόπον. ἀλλοτρίους δέ φησι τοὺς ψευδωνύμους θεούς. Ἄμισθον οὖν ἄρα παντελῶς καὶ τὸ σπουδαῖον ἡμῶν ἐν τοῖς λυποῦσι Θεὸν, καὶ τῆς ἐπιεικείας οἱ τρόποι πάντῃ τε καὶ πάντως διαβεβλήσονται παρ' αὐτῷ, τῆς τοῦ ἀγαθοῦ διεκπίπτοντες θήρας.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ
Κατεπόθη Ἰσραὴλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον, ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλε καθ' ἑαυτὸν Ἐφραῒμ, δῶρα ἠγάπησε, διὰ τοῦτο παραδοθήσονται τοῖς ἔθνεσι.
Καταπεπόσθαι φησὶ τὸν Ἰσραὴλ, ὡς οἰκτρὰν ὑπομείναντα ναυαγίαν, καὶ
τοῖς τῶν ἰδίων ἁμαρτιῶν ἐναποπνιγέντα κύμασι, καὶ ὥσπερ τινὶ πέτρᾳ τοῖς ἐκ θείας ὀργῆς κινήμασι περιτεθραυσμένον. ἤγουν καὶ καθ' ἕτερον τρόπον, κατα- πεπόσθαι φησὶν αὐτὸν, ὡς ὑπὸ δεινοῦ καὶ ἀπλήστου δρά- κοντος, τοῦ Ναβουχοδονόσορ· ἔφη γὰρ ὧδε καὶ ἕτερος ἡμῖν τῶν ἁγίων προφητῶν, τὸ τοῦ Ἰσραὴλ πρόσωπον ἑαυτῷ περιτιθεὶς, δορικτήτου τε ὄντος ἤδη καὶ τοῖς ἑλοῦσι δουλεύ- οντος, "Κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκότος "λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με "δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου." Ἀληθὲς δὲ καὶ ἑτέρως, ὡς καταῤῥοφεῖ τρόπον τινὰ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἐκπίπτοντας, καὶ ἰδίαν ποιεῖται τροφὴν ὁ πολυκέφαλος δράκων, ὃν καὶ ἡ τοῦ ψάλλοντος φωνὴ βρῶμα δεδόσθαι φησὶ λαοῖς τοῖς Αἰθίοψι. "Σὺ γάρ φησι, συν- "έθλασας τὴν κεφαλὴν τοῦ δράκοντος· ἔδωκας αὐτὸν "βρῶμα λαοῖς τοῖς Αἰθίοψιν." οἱ γὰρ μελάντατον ἔχοντες ἔν γε δή σφισιν αὐτοῖς καὶ ἀφεγγῆ τὸν νοῦν, Αἰθίοπες 1.174 εἰκότως καὶ νοοῖντ' ἂν καὶ λέγοιντο πρός τε ἡμῶν αὐτῶν, καὶ παρὰ Θεοῦ. οὗτοι τρέφουσι τὸν πολυκέφαλον δράκοντα, καὶ αὐτοὶ δὲ αὐτὸν σιτοῦνται πάλιν. Καταπέποται τοίνυν ὁ Ἰσραὴλ, καὶ γέγονεν ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. ἀπενηνεγμένος γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους, ἠχρειώθη παντελῶς, τὰ ἐκείνοις δοκοῦντα φρονεῖν τάχα που βεβιασμένος. ἤγουν, ὅτι γέγονε σκεῦος ἄχρηστον, ταύτῃτοι καὶ κατεπόθη, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, μετεφοί- τησεν εἰς τὰ ἔθνη. τοιοῦτο τί φησιν ὁ πάντων ∆εσπότης καὶ διὰ φωνῆς Ἱερεμίου περί τινος τῶν ἐν Σαμαρείᾳ βεβασι- λευκότων ἐπὶ τὸν Ἰσραήλ "Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος"οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξεῤῥίφη καὶ ἐξεβλήθη εἰς "γῆν ἣν οὐκ ᾔδει. γῆ γῆ, ἄκουε λόγον Κυρίου, γράψον τὸν "ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον." ἠχρειώθη τοίνυν ὁ Ἰσραήλ. ποία γὰρ χρεία ψυχῆς τῷ Θεῷ πλανωμένης, καὶ φιλαμαρτήμονος καὶ ἀποτρεχούσης εὐκόλως εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων καὶ εἰς, τὸ πάντων ἐπέκεινα τῶν κα- κῶν, τῆς ὑπὸ Θεῷ δουλείας τὴν ἀποστροφήν; τίς οὖν ἡ αἰτία τοῦ τὰ τοιάδε πάσχειν τὸν Ἰσραήλ; ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους. μονονουχὶ γάρ φησιν, αὐτόμολοι δεδραμή- κασι πρὸς ἐχθρούς. πῶς ἢ τίνα τρόπον; δεδιότες γὰρ τὴν ἐκείνων ἔφοδον, οὐ τὴν Θεοῦ μᾶλλον ἐπικουρίαν ἐζήτουν μεταγινώσκοντες, δώροις δὲ μᾶλλον μεταπεπείκασι κατηρε- μῆσαι βραχύ. εἶτα τὴν τοιάνδε σκέψιν, ὡς εἰκαίαν αὐτοῖς ἐσομένην καὶ ἄχρηστον, διαγελᾷ τρόπον τινὰ, λέγων περὶ τῶν ἐκ φυλῆς Ἐφραῒμ βεβασιλευκότων, οἳ καὶ δῶρα πεπόμφασι τοῖς Ἀσσυρίων τυράννοις, ἀνέθαλε καθ' ἑαυτὸν Ἐφραΐμ. Ὅμοιον ὡς εἰ λέγοι· μέλλων ἐκκόπτεσθαι καθάπερ τι στέλεχος ὁ ἐκ φυλῆς Ἐφραῒμ