πλούτοιο μεμηλότα ἱστορεῖ, ἤτοι φροντίδα πλούτου ἔχοντα, καὶ οὐκ ἐκ τύχης πλούσιον ἢ διαδοχῆς. Ἰστέον δὲ ὅτι δοκεῖ μὲν ὁ Ὀρέσβιος οὕτω κληθῆναι κατά τινα φερωνυμίαν τοπικὴν ἀστείως, ὡς ἐν τῇ ὕλῃ βιοὺς καὶ ἀνατραφείς. ταὐτὸν γὰρ εἰπεῖν ὑλαῖον καὶ ὀρέσβιον. Οὐ πάνυ δὲ ἀστεῖον τοῦτο, ἀλλ' ἔχει τινὰ διθυραμβώδη ψυχρότητα. ὁ μὲν γὰρ ἐξ ὕλης ὀρεινῆς οὐκ ἀπεικότως ἂν ὀνομασθείη ὀρέσβιος, ἀλλὰ προσφυῶς, οὐ μὴν δὲ καὶ ὁ ἐξ Ὕλης πόλεως, εἰ μὴ τάχα διὰ μόνην ὁμωνυμίαν τῆς ὕλης. (ῃ. 708-10) Ἔστι δὲ τὸ περὶ τῆς τοιαύτης Ὕλης Ὁμηρικὸν ῥητὸν τοιοῦτον· Ὀρέσβιος»ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε, λίμνῃ κεκλιμένος Κηφισσίδι», τουτέστι περιεχόμενος, «πὰρ δέ οἱ ἄλλοι ναῖον Βοιωτοί» καὶ ἑξῆς. Τὸ δὲ ἄλλοι, ὡς καὶ αὐτοῦ Βοιωτοῦ ὄντος. Ἐνταῦθα δὲ ἱστορεῖ ὁ Γεωγράφος, ὅτι Κηφισσίδα λίμνην οὐ τὴν Κωπαΐδα λέγει κατά τινας ὁ ποιητής, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην, διὰ τὸ «ἐν Ὕλῃ ναίεσκε, λίμνῃ Κηφισσίδι κεκλιμένος». Λέγει δὲ καὶ ὅτι οὐ γραπτέον Ὕδῃ, ὥς τινες ἔγραψαν. Ὕδη μὲν γὰρ ἐν Λυδίᾳ, ὡς δηλοῖ τὸ «Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ». ἡ δὲ Ὕλη Βοιωτική, ὅπου ὁ Κηφισσός. διό φησιν ὁ ποιητής «λίμνῃ Κηφισσίδι· πὰρ δέ οἱ Βοιωτοὶ ἄλλοι». (ῃ. 714-8) Ὅτι συμμαχίας εὐϋπολήπτου φραστικὸν τὸ τῆς Ἥρας πρὸς Ἀθηνᾶν περὶ Μενελάου, τοιοῦτον ὄν· «ὦ πόποι, ἦ ῥ' ἅλιον», ἤγουν ἆρα δὴ ἢ ὄντως δὴ μάταιον, «τὸν μῦθον ὑπέστημεν», ἤγουν ὑπεσχόμεθα, τῷ δεῖνι, «εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς», ὅ ἐστι· ἀλλ' ἄγε δὴ καὶ ἡμεῖς βουλευσώμεθα περὶ βοηθείας. Ἐξευτελίζει δὲ ἡ ποίησις ἐνταῦθα τὴν Ἕκτορος ἀριστείαν, εἰ δι' Ἄρεος γίνεται, καὶ ἅμα προκατασκευάζει εὐαφόρμως προεκθέσεως λόγῳ τὸ πληγῆναι μικρὸν ὅσον τὸν 2.178 Ἄρην, ὃν καὶ προσφυῶς, ὡς καὶ προείρηται, μαίνεσθαί φησιν. (ῃ. 722-32) Ὅτι τὸ τῆς Ἥρας ἅρμα συντιθεὶς Ὅμηρος ἐκ τῶν κάτω καὶ τῶν ὡσανεὶποδῶν τοῦ ἅρματος ἄρχεται. Ἡ τοίνυν Ἥβη πρῶτα μὲν ἀμφὶ τῷ ἅρματι «θοῶς βάλε καμπύλα κύκλα», ἤτοι τροχούς, «χάλκεα, ὀκτάκνημα» καὶ ἑξῆς. Εἶτα ἐπ' ἄκρῳ ῥυμῷ «δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα καλὰ ἔβαλε χρύσεια, ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη ἵππους ὠκύποδας, μεμαυῖα», ἤγουν ἐπιθυμοῦσα, «ἔριδος καὶ ἀϋτῆς», ἡ καὶ προετοιμάσασα τοὺς τοιούτους ἵππους. (ῃ. 720 ς.) Ἔφη γὰρ «ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους Ἥρη πρέσβα θυγάτηρ μεγάλοιο Κρόνοιο». μεθ' ἣν ἐπήγαγε τὰ εἰρημένα περὶ τῆς Ἥβης. (ῃ. 722 ετ 731) Ἐν οἷς ὅρα τὸ ἔβαλε κύκλα τῷ ἄξονι, καί· ἔβαλεν ἐπὶ τῷ ῥυμῷ λέπαδνα. Οὐ γὰρ τὸ σύνηθες βάλλειν ἡ λέξις ἐν τούτοις, ἀλλά τινα θέσιν δηλοῖ κοινότερον, ὡς εἶναι κἀντεῦθεν ἐκδηλότατον ὡς οὐκ ἀεὶ πολεμικὴ λέξις τὸ βάλλειν ἐστίν. (ῃ. 723) Εἰσὶ δὲ ὀκτάκνημα μὲν τὰ ὀκτάραβδα διὰ πλείω στερρότητα. Κνῆμαι γὰρ νῦν αἱ ἀπὸ τῶν ἔσω χοινικίδων ἕως τῆς ἔξω περιφερείας ῥάβδοι, οὕτω ῥηθεῖσαι πρὸς ὁμοιότητα ζωϊκῆς κνήμης ὑπανεχούσης τὰ ἐπικείμενα. Χάλκεα δὲ ἐκ τῆς ἐπιπολαζούσης ὕλης. (ῃ. 725 ς.) Ἐρεῖ γὰρ τὰ ἐπίσωτρα, ἤτοι τοὺς ἐπικειμένους κύκλους τοῖς τροχοῖς, χαλκᾶ εἶναι, εἰ καὶ τὰ ἐντὸς ἀργύρῳ καὶ χρυσῷ συγκεκρότηνται. (ῃ. 724-6) Ποικίλως γὰρ ὁ ποιητὴς αὐτὰ χαλκεύει, χρυσῆν μὲν αὐτοῖς καὶ ἄφθιτον ἱστορῶν τὴν ἴτυν, ἤγουν τὴν περιφέρειαν. -Φησὶ γὰρ «τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος» -, ὕπερθε δὲ τὰ ῥηθέντα ἐπίσωτρα, ἤγουν οἱ τὴν ἴτυν περιέχοντες κύκλοι ἤτοι οἱ κανθοί, χάλκεα προσαρηρότα, θαῦμα ἰδέσθαι. Αἱ πλῆμναι δέ, φησίν, ἐξ ἀργύρου εἰσί, περίδρομοι ἀμφοτέρωθεν, ἤγουν ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν τοῦ ἅρματος, ὅπερ ἀμφίς ἐπὶ τοῦ ἄξονός φησιν. (ῃ. 726) Εἰσὶ δὲ πλῆμναι αἱ τῶν τροχῶν χοινικίδες, ἤτοι σύριγγες, ὅ ἐστιν ὀπαί, ἅς τινες καὶ χνόας φασίν, ὡς 2.179 δηλοῖ καὶ Σοφοκλῆς, ἤγουν τὰ μέσα τῶν εἰρημένων συρίγγων, εἰς ἃς ἐντίθενται τὰ τοῦ ἄξονος ἄκρα, πλῆμναι καλούμεναι διὰ τὸ πλήθεσθαι ἢ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. [Ἰστέον δὲ ὅτι πλεονασμὸν τοῦ ˉν ἔσχεν ἡ Ὁμηρικὴ πλήμνη, ὡς δῆλον ἔκ τε τῆς πλήμης τῆς ἐν ὕδασι, ὁποῖαι καὶ περὶ τὸν Ὠκεανὸν μάλιστα ἱστοροῦνται γίνεσθαι, ἧς πλήμης