73
διὸ καὶ Θεοῦ ῥάβδον ταύτην ὠνόμαζε. Γέγονε γὰρ αὐτῷ ῥάβδος δυνάμεως κατὰ τὸ γεγραμμένον. Λέγεται δὲ καὶ ἄνθος. Ἐν αὐτῷ γὰρ, ἡμῶν ἡ φύσις πρὸς ἀφθαρσίαν ἀνέθαλεν, καὶ εἰς καινότητα ζωῆς. Ἄνθος δὲ καὶ διὰ τὴν νοητὴν εὐοσμίαν. "Ἐγὼ γὰρ, φησὶν, ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων." Λέγει δὲ καὶ ὁ θεῖος Ἀπόστολος, "Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμᾶς, ἐν παντὶ τόπῳ, [ὅτι] Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ." ∆ηλοῖ δὲ τὸ ἄνθος καὶ τὴν πᾶσιν αὐτοῦ κεχαρισμένην ἐπιδημίαν, ὅτι ἐν βραχεῖ τὴν χάριν παρασχόμενος τῆς ἐνανθρωπήσεως, ταχεῖαν καὶ οἱονεὶ παροδικὴν ποιεῖται τὴν ἐπιδημίαν. Ἐπαναπαύσεσθαι δέ φησι πνεῦμα Θεοῦ πολλὰς ἔχον τὰς ἐνεργείας· οὐχ ὅτι ἦν πνευματοφόρος ψιλὸς γενόμενος ἄνθρωπος, ἀλλ' ὅτι Θεὸς ἐνανθρωπήσας οἰκειοῦται τὰ τῆς ἀνθρωπότητος ἴδια. Ἄνθρωπος γὰρ οὐκ οἴκοθεν ἔχει τὰ χαρίσματα τὰ τοῦ πνεύματος, ἀλλ' αὐτὸ τοῦτο χάρισμά τε καὶ δῶρον Θεοῦ. "Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες;" Ταῦτα τοίνυν οὐχ ἑαυτῷ, Θεὸς ὢν, ἐδέξατο· ἀλλ' ἡμῖν τοῖς ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ. Χορηγὸς γὰρ αὐτὸς τοῦ πνεύματος, καὶ οὐκ ἐκ μέτρου διδοὺς, ἀλλ' ὡς ἐξ ἰδίου πληρώματος. Οὐκ οὖν τὸ λαβεῖν ἐπ' αὐτοῦ, τῷ τῆς κενώσεως λογίζεται μέτρῳ· ἀναπαύσεται δὲ, φησὶν, ἐπ' αὐτὸν, ἐπὶ τοῦ Ἀδὰμ μὴ ἀναπαυσάμενον πρὸς ἁμαρτίαν ἐκκλίναντα, καθὰ καὶ οἱ μετ' αὐτόν. Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ὁ δὲ Μονογενὴς καίτοι γεγονὼς καθ' ἡμᾶς ἀνάλωτος ἦν ἁμαρτίαις. Ἐπανεπαύσατο οὖν τῇ τοῦ ἀνθρώπου φύσει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς, ἐν αὐτῷ πρώτῳ, καὶ ὡς ἐν ἀπαρχῇ τοῦ γένους δευτέρᾳ, ὡς ἂν καὶ ἐν ἡμῖν ἐπαναπαύηται τοῖς πιστεύουσι. Κληρονομοῦμεν γὰρ τῶν τοῦ Χριστοῦ χαρισμάτων, ὡς καὶ τῶν τοῦ πρωτοπλάστου κακῶν. Ὅτι δὲ μὴ μερικὴν εἶχε τὴν τοῦ πνεύματος μέθεξιν, ἀλλ' ἦν τὸ πλήρωμα τῆς θεότητος, τὸ ὡς ἐν ἰδίῳ ναῷ καταλύον σαρκὶ τῇ ψυχῇ νοερᾷ ἐψυχωμένῃ, δηλοῖ λέγων· Καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, καὶ τὰ ἑξῆς. Οὐ καθ' ἓν δὲ χάρισμα πνεῦμα διάφορον, ἑνὶ δὲ, καὶ τῷ αὐτῷ, διάφοροι πρόσεισιν ἐνέργειαι, κατὰ Παῦλον λέγοντα· "Πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ," καθὼς βούλεται, ὡς καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐνεργεῖ πολυτρόπως. Ζωὴ γάρ ἐστι, φῶς τε, καὶ δύναμις. Εἰπὼν δὲ ὅτι τεχθήσεται κατὰ καιροὺς ὁ Ἐμμανουὴλ, τὰ δι' ὧν ἔσται γνώριμος, προσεπάγει χρησίμως, ἀπό τε τῆς ἐν αὐτῷ θεοπρεποῦς ἀρετῆς, καὶ τῆς τῶν ἔργων λαμπρότητος λέγων· Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἃ δὴ σαφῶς ἐξέδωκε Σύμμαχος εἰπών· Οὐ τῇ ὁράσει τῶν ὀφθαλμῶν αὐτοῦ κρινεῖ, οὐδὲ τῇ ἀκοῇ τῶν ὠτῶν αὐτοῦ ἐλέγξει· ἐν εὐθύτητι πτωχοὺς 2044 γῆς. Μαρτυρεῖ δὲ τούτοις τὰ Εὐαγγέλια. Σὺν παῤῥησίᾳ γὰρ ἤλεγχε πολλῇ νῦν μὲν τοὺς ἱερέας, λέγων· Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Νῦν δὲ τοῦς Γραμματεῖς καὶ Φαρισαίους, οὐαὶ τούτοις πολλάκις εἰπών. Ἀλλ' οὐδὲ κατὰ τὴν λαλιὰν ἤλεγχεν, εἰς δὲ τὰς καρδίας ὁρῶν ἔφασκε· "Τί με πειράζετε, ὑποκριταί;" τοῖς Ἡρωδιανοῖς λέγων (πράκτορες δὲ οὗτοι τελωνῶν), ἐρωτῶσιν εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι· "Ἐπιδείξατε γάρ μοι, φησὶ, τὸ νόμισμα τοῦ κήνσου," καὶ τὰ ἑξῆς. Καίτοι λόγοις ἐχρῶντο καλοῖς, "∆ιδάσκαλε, λέγοντες, οἴδαμεν ὅτι τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις ἐν ἀληθείᾳ·" καὶ ὅμως αὐτοὺς κακουργοῦντας ἐξήλεγξε. Καὶ ταπεινῷ δὲ κρίσιν ἔκρινεν, ἠλέγχετε τοὺς ταπεινοὺς τῆς γῆς, ἢ κατὰ Σύμμαχον, τοὺς πτωχοὺς ἐν εὐθύτητι· περὶ ὧν ἔλεγεν, "Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι," οἵους εἶναι συνέβαινε τοὺς αὐτοῦ μαθητὰς, οὓς ἤλεγχε, ποτὲ μὲν λέγων· "Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε." Καὶ πάλιν, "Οὔπω νοεῖτε οὐδὲ συνίετε;" ποτὲ δὲ τῷ Πέτρῳ, "Ὀλιγόπιστε, εἰς τί ἐδίστασας." Καὶ πλεῖστα τοιαῦτα λέγων διήλεγχε. Πρὸς οἷς φησι· Καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Ὅμοιον τῷ, "Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν." Μάχαιρα δὲ ὁ λόγος τοῦ στόματος αὐτοῦ, δι' οὗ τὰ γεώδη φρονήματα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀνῄρει. Τινὲς δέ φασιν, ὡς τὸ θεῖον τοῦ Σωτῆρος διὰ