De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
νωβελήσιμον, ἡ πᾶσα τάξις καὶ ἀκολουθία τελεῖται, ὡς ἐπὶ τοῦ καίσαρος, ὁμοίως καὶ αἱ ἀκτολογίαι τῶν δήμων, ἡ δὲ χλαμὺς ἡ τούτῳ περιτιθεμένη οὐκ ἔστιν πορφυρᾶ, οἵα τοῦ καίσαρος, ἀλλὰ κόκκινος· στέφανον δὲ οὐ περιτίθεται, οὔτε μὴν προσκυνεῖται, ὡς ὁ καῖσαρ, ὑπὸ τῶν ἀρχόντων. 2.37 Ν∆ʹ (ΜΕʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ κουροπαλάτου. Ἀλλάσσουσιν οἱ δεσπόται τὰ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ τὰ στέμματα αὐτῶν, καὶ καθέζονται εἰς τὸ σένζον· ὁ δὲ τῆς καταστάσεως ἔξω ἑστὼς εὐτρεπίζει τὰ βῆλα, ὡς ἔχει ἡ συνήθεια, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων καὶ βεργίων, καὶ προσκαλεῖται βῆλα αʹ· τῶν μαγίστρων, βʹ· τοὺς πατρικίους, συνεισέρχεται δὲ καὶ ὁ βουλόμενος γενέσθαι κουροπαλάτης, βῆλον γʹ· τοὺς συγκλητικούς, ὑπάτους, κόμητας, κανδιδάτους, ἀπὸ ἐπάρχων καὶ στρατηλάτας βῆλα βῆλα· συνεισέρχονται καὶ σιλεντιάριοι εἰς τὴν συμπλήρωσιν τῶν βήλων, καὶ ἵστανται, καὶ ὅτε εἰσέλθωσιν τὰ βῆλα πάντα καὶ πληρωθῶσιν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐπαίρει τὸν ὀφείλοντα προβληθῆναι, καὶ ἵστησιν αὐτὸν μέσον τοῦ σεκρέτου, καὶ πίπτει, καὶ πάλιν προσφέρει αὐτόν, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἀναστὰς ἁπλοῖ τὰς χεῖρας, καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν διβητήσιον ἀληθινόν, καὶ φιλεῖ τὰς χεῖρας αὐτῶν. Καὶ ἐπαίρει αὐτὸν ὁ πραιπόσιτος, καὶ ἐξέρχεται εἰς ἐπισκοπὴν τῶν πατρικίων, καὶ ἐκβάλλει τὸ ἴδιον αὐτοῦ χλανίδιον καὶ ἐνδύει αὐτὸν τὸ διβητήσιον καὶ προσφέρει αὐτὸν πάλιν ὁ 2.38 πραιπόσιτος, καὶ πίπτει ἔμπροσθεν τῶν δεσποτῶν, καὶ λαμβάνουσιν οἱ πριμικήριοι καὶ οἱ ὀστιάριοι τὴν χλαμύδα, καὶ βάλλουσιν αὐτὴν αὐτῷ οἱ δεσπόται καὶ ἵστανται αὐτοὶ ὀρθοί, καὶ φιβλοῦσιν αὐτὴν ἰδίαις χερσί, καὶ ὀπισθοποδεῖ αὐτὸν ὁ πραιπόσιτος, καὶ ἵσταται εἰς τὸ μέσον, καὶ εἰσέρχονται πάντες, κρατούμενοι ὑπὸ σιλεντιαρίων, πίπτοντες καὶ ἀπευχαριστοῦντες. Καὶ ὅτε πληρώσῃ ἡ σύγκλητος τὴν εὐχαριστίαν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ προσφέρει αὐτὸν καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ ἐξέρχεται τὸ σέκρετον, συνεξέρχεται καὶ ὁ προβληθείς, καὶ ἵστανται πατρίκιοι, ὕπατοι, σιλεντιάριοι, κονσιστώριον καὶ δύο σιλεντιάριοι βαστάζοντες βεργία. Οἱ πατρίκιοι ὀψικεύουσιν αὐτόν, ὀλίγον τόπον, οἱ δὲ ὕπατοι καὶ σιλεντιάριοι συνεισέρχονται μετ' αὐτοῦ μέχρι τῆς ἐκκλησίας τοῦ Κυρίου, καὶ ἅπτει κηροὺς καὶ ἐξέρχεται ὀψικευόμενος ὑπὸ τῶν ὑπάτων καὶ σιλεντιαρίων μέχρι τῆς Ῥηγίας, καὶ ἀναχωροῦσιν. Οἱ δὲ ἀξιωματικοὶ καὶ κόμητες τοῦ ἀριθμοῦ καὶ τὰ σκουτάρια τοῦ ἀριθμοῦ καὶ κούρσωρες καὶ οἱ διαιτάριοι τῶν ὅλων διαιτῶν καὶ οἱ δεκανοὶ ὀψικεύουσιν αὐτὸν διὰ τῶν Σχολῶν. ∆έχονται τὰ μέρη εἰς τοὺς τόπους αὐτῶν, λαμβάνει καὶ λιβελλάρια παρὰ τῶν δημάρχων, καὶ ἀκτολογοῦσιν, ὡς ἔχει ἡ συνήθεια καὶ ἐπὶ τῶν πατρικίων. Καὶ εἰσέρχεται διὰ τοῦ χυτοῦ τῆς Χαλκῆς εἰς τὸ Ἅγιον Φρέαρ καὶ ἅπτει κηρούς, καὶ ἐξέρχεται ὁ πατριάρχης καὶ ποιεῖ εὐχήν, καὶ κοινωνεῖ, καὶ ὑποστρέφει εἰς τὸν οἶκον αὐτοῦ, ὀψικευόμενος ὑπὸ τῶν αὐτῶν, καὶ δύο σιλεντιάριοι βαστάζοντες τὰ βεργία αὐτῶν μέχρι τριῶν ἡμερῶν, φοροῦντος αὐτοῦ σαγίον ἀληθινόν· οὕτως προέρχεται ὀψικευόμενος ὁμοίως καὶ εἰς τὴν ἀναχώρησιν αὐτοῦ. 2.39 Περὶ προαγωγῆς κουροπαλάτου. Χρὴ εἰδέναι ὅτι, γινομένου κουροπαλάτου, οὐ γίνεται σιλέντιον, ἀλλ' ὁ βασιλεὺς λαμβάνων ἐν τῷ ἰδίῳ τὸν μέλλοντα γενέσθαι κουροπαλάτην, ἐπαίρει βεργίον ἐξ ἑνὸς τῶν βασιλικῶν ὀστιαρίων, καὶ ἐπιδίδωσιν αὐτῷ, καὶ γίνεται ἡ προαγωγὴ αὐτοῦ.
2.40 ΝΕʹ (ΜΖʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ μαγίστρου, εἰ κελεύει
αὐτὸν ποιῆσαι ἐν προκένσῳ τῆς Μεγάλης Ἐκκλησίας ὁ βασιλεύς.
74
Ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ Αὐγουστέως ἐστεμμένος, φορῶν τὴν χλαμύδα, καὶ ἵσταται εἰς τὴν Χρυσῆν Χεῖρα ἀπέναντι τοῦ βήλου τοῦ ταγηναρίου, καὶ νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τὸ βῆλον τοῦ μαρμαρινοῦ πουλπίτου τοῦ ἐξερχομένου εἰς τὸ Ὀνοπόδιον. Καὶ ὅταν λάβῃ τὸ νεῦμα, εἰσάγει τοὺς πατρικίους, καθὼς ἔχει ἡ συνήθεια τῶν ἑορτῶν· συνεισέρχεται δὲ καὶ ὁ βουλόμενος γενέσθαι μάγιστρος καὶ πίπτουσιν εἰς τὸ στενάκιον τῆς Χρυσῆς Χειρός, ἔνθα ἵστανται οἱ δεσπόται. Καὶ ἀναστάντων αὐτῶν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· "Κελεύσατε" καὶ ἐξέρχονται ὀψικεύοντες τοὺς δεσπότας μέχρι τοῦ Ὀνόποδος, ἔνθα ἵσταται ὁ