βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
πατέρων, δῆλον ὡς οὐδὲ γυναῖκες ὑπὲρ ἀνδρῶν, οὐδὲ οἰκέται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ' ἕκαστος ὑπὲρ τοῦ ἰδίου ἔργου τὸν λόγον ἀπαιτηθήσεται. Οὔτε γὰρ Νῶε ὑπὲρ τοῦ κόσμου καὶ σὺν τῷ κόσμῳ κατεκλύσθη, οὔτε Λὼτ ὑπὲρ Σοδόμων ἐπυρπολήθη, οὔτε Ῥαὰβ ὑπὲρ Ἱεριχουντίων ἐσφάγη, οὔτε Ἰσραὴλ ὑπὲρ Αἰγυπτίων 110.272 κατεποντώθηοὐ γὰρ ἡ συνοίκησις καταδικά ζει, ἀλλ' ἡ τῆς γνώμης ὁμόνοια. Οὐ τοίνυν ἕτερος ὑπὲρ ἑτέρου ἀποθανεῖται, ἀλλὰ "σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται·" καί· "Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ·" καί· "∆ικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται. Ἕκαστον κατὰ τὴν ὁδὸν ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός·" καί· "Τί ὑμεῖς λέγετε τὴν παραβολὴν ταύτην; Οἱ πατέρες ἔφαγον τοὺς ὄμφακας καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν;" "Ζῶ ἐγὼ, λέγει Ἀδοναῒ Κύ ριος, εἴ ἐστιν ἐν ὑμῖν ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν Ἰσραὴλ, ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτως ἡ ψυχὴ τοῦ υἱοῦ ἐμή ἐστιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθα νεῖται.
Ν∆-ʹΝΕʹ. Βασιλεία Ὀζίου. Μετὰ δὲ Ἀμεσίαν ἐβασίλευσεν Ὀζίας ὁ καὶ Ἀζαρίας, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώ πιον Κυρίου καὶ εὐοδούμενος ἐπήρθη καὶ ἠθέλησε θυμιάσαι τῷ Θεῷ αὐτὸς δι' ἑαυτοῦ, ὅπερ μόνοις 157 ἔξεστι τοῖς ἱερεῦσιν· καὶ δὴ θυμιάσας ἐν τῷ ναῷ εὐθὺς ἐλεπρώθη καὶ οὕτως ἐτελεύτησε, βασιλεύσας ἔτη νβʹ· - ̣2 ̣ Περὶ οὗ καὶ ὁ Χρυσόστομός φησιν· "Ὁ οὖν Ὀζίας ἡνίκα ἴσχυσεν, οὐκ ἤνεγκε τῆς δυναστείας τὸ μέγεθος, ἀλλ' ὥσπερ ἐξ ἀδηφα γίας μὲν γίνεται φλεγμονὴ, ἐκ δὲ φλεγμονῆς τίκτεται πυρετὸς, εἶτα θάνατος ἐκεῖθεν πολλάκις· οὕτω κἀνταῦθα ἀπὸ τῆς τῶν ̣39a πραγμάτων ὑπερβολῆς, ἀπόνοια γέγονεν· ὅπερ γὰρ ἐπὶ τῶν σωμάτων φλεγμονὴ, τοῦτο ἐπὶ τῆς ψυχῆς ἀπόνοια, εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων" ἐπακολουθεῖν εἴωθεν. Οὕτως οὖν λοιπὸν "ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἔμεινεν ἔνδον ἡ ἀπόνοια οὐδὲ ἀπεσβέσθη, ἀλλ' ἐξώκειλεν καὶ πρὸς ἔργον ἐλθοῦσα πονηρὸν, πᾶσαν αὐτοῦ τὴν ἀρετὴν δι έφθειρεν·" φησὶ γάρ· "Καὶ ὡς κατίσχυσεν ὑψώθη ἡ καρδία αὐτοῦ καταφθεῖραι καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιά ματος· εἰσῆλθεν ὀπίσω αὐτοῦ Ζαχαρίας ὁ ἀρχιερεὺς καὶ μετ' αὐτοῦ ἱερεῖς Κυρίου πʹ λέγοντες· Οὐ σοί ἐστιν, Ὀζία, θυμιάσαι τῷ Θεῷ, ἀλλὰ τοῖς ἱερεῦ σι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις· ἔξελθε οὖν ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ Ἰσραήλ. Καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ τὸ θυμιατήριον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξανέτειλεν ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου·" καὶ κατ έσπασαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν 110.273 ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν ὁ Κύριος. "Καὶ ἦν λεπρὸς καθήμενος ἐν τῷ οἴκῳ αὐτοῦ μέχρι τελευτῆς, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου." ̣3 ̣ Ἐφ' οὗ σεισμὸς μέγας ἐκεῖσε, καὶ διαῤῥα γέντος ὄρους μεγίστου, κατεκυλίσθη πρὸς τὴν πε διάδα σταδίους μʹ.
Νςʹ. Βασιλεία Ἰωάθαμ. 158 Μετὰ δὲ Ὀζίαν ἐβασίλευσεν Ἰωάθαμ, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη ιζʹ.
ΝΖʹ. Βασιλεία Ἄχαζ. Μετὰ δὲ Ἰωάθαμ ἐβασίλευσεν Ἄχαζ ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη ι ϛʹ. ̣2 ̣ Ὃν καὶ πολεμή σας Φακεὲ βασιλεὺς Ἰσραὴλ, ἀνεῖλεν ἄνδρας μὲν δυνα τοὺς ἐν ἡμέρᾳ μιᾷ χιλιάδας ρʹ, γυναῖκας δὲ καὶ παῖδας ᾐχμαλώτευσε χιλιάδας τʹ.
ΝΗʹ. Βασιλεία Ἐζεκίου. Μετὰ δὲ Ἄχαζ ἐβασίλευσεν Ἐζεκίας ὁ υἱὸς αὐτοῦ ἔτη νʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησεν. ̣2 ̣ Ἐφ' οὗ ἦν ὁ Μωσαϊκὸς χαλκοῦς ὄφις· ἔτι γὰρ αὐτῷ οἱ Ἰουδαῖοι μετὰ τῶν ἄλλων βδελλυγμάτων ἐθυμίων, ὃν καὶ ἠφάνισεν Ἐζεκίας ὥσπερ δὴ καὶ τὰς βίβλους τοῦ Σολομῶντος περὶ τῶν παραβολῶν καὶ ᾠδῶν, ἐν αἷς περὶ φυτῶν καὶ παν τοίων ζώων φυσιολογίας (ὡς