οὖν Ἕλληνες πρέσβεις τε ἔπεμπον παρὰ Ἀμουράτην καὶ ἐδέοντο· ὁ δὲ ἀπεπέμπετο καὶ οὐ προσίετο τὴν ἀξίωσιν. μετὰ δὲ ταῦτα, ὡς πειρωμένοις τοῖς Ἕλλησι τῶν σπονδῶν οὐδὲν προεχώρει, τρέπονται ἐπὶ τὸν Μουσταφᾶν τὸν Μεχμέτεω παῖδα. ἔτυχε δὲ διατρίβων παρὰ τῷ Καραμάνῳ τὴν δίαιταν ποιούμενος. πρέσβεις δὲ πέμψαντες μετεπέμποντο ἐπὶ Βυζάντιον τὸν παῖδα, γεγονότα ἀμφὶ τὰ τρισκαίδεκα ἔτη. ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον ὁ παῖς, ἔπεμπε λόγους παρὰ τοὺς Τούρκους, μεγάλα τε ὑπισχνούμενος, καὶ μετιὼν ἕκαστον ἐπηγγέλλετο διπλασίω πάντων, ὧν εἶχεν ὑπὸ Ἀμουράτεω. καὶ ηὐτομόλησαν μέν τινες Τοῦρκοι παρὰ τὸν παῖδα, οὐ πολλοὶ δέ. ὁ μέντοι παῖς τὴν Ἀσίαν διαβάς, συνεπιλαβομένου καὶ τοῦ Ἑλλήνων βασιλέως, τό τε Ἱερὸν καλούμενον ἐξεπολιόρκησε, καὶ προσελαύνοντι αὐτῷ διὰ τῆς Ἀσίας προσεχώρουν τε οἱ τῆς Ἀσίας Τοῦρκοι ἅτε βασιλέως παιδὶ ὄντι. ἐνταῦθα Ἀλιάζης ὁ οἰνοχόος ἐπίκλην, τοῦτον τὸν παῖδα ἐπιτετραμμένος ὑπὸ Μεχμέτεω, συντίθεται προδοσίαν τῷ Ἀμουράτῃ, ὥστε καταπροδοῦναι αὐτῷ τὸ παιδίον. καὶ ὡς συνέθετο αὐτῷ, ἔπρασσεν, ὥστε τὸν παῖδα αὐτῷ παραδοίη, διεσήμαινέ τε πέμπων 2.13 ἄγγελον, ὅποι διατρίβων τυγχάνοι ὁ παῖς. ὡς μὲν οὖν ἐς Νίκαιαν ἀφίκετο ὁ παῖς, τήν τε Νίκαιαν ὑπηγάγετο, καὶ ἐνταῦθα διατρίβων ὁ παῖς μετῄει τοὺς κατὰ τὴν Ἀσίαν ἀρίστους. καὶ ὡς ἤδη χειμὼν ἦν, διεκωλύετο ἐς τὸ πρόσω τῆς Ἀσίας ἰέναι. ἐνταῦθα πυθόμενος Ἀμουράτης παρὰ Ἀλιάζεω τοῦ σαραπτάρη τήν τε διατριβὴν τοῦ παιδὸς ἐν τῇ πόλει, λαβὼν ἀμφὶ τοὺς ἑξακισχιλίους τῶν θυρῶν, ὡς εἶχε τάχους, ἀφικόμενος ἐπὶ τὸν Ἑλλήσποντον καὶ διαβὰς ἤλαυνεν εὐθὺ Βιθυνίας. ἐπιπεσὼν δὲ ἄφνω ἐς τὴν πόλιν συλλαμβάνει τε τὸν παῖδα αὐτοῦ ταύτῃ, παραδιδόντος αὐτῷ τοῦ Ἀλιάζεω. ὁ μὲν γὰρ παῖς, ἅτε τοῦτο πυθόμενος, κατέφυγεν ἐπ' αὐτόν, ὡς ἐπὶ σωτηρίαν σφίσι τράπωνται· ὁ δὲ κελεύων μὴ δεδοικέναι τὸν παῖδα, ἐπέμενε τὸν ἀδελφὸν τοῦ παιδός, καὶ ἐλθόντι ἐς τὰ βασίλεια τῆς πόλεως ἐνεχείρισε τὸν παῖδα αὐτῷ. τοῦτον μέντοι ὁ Ἀμουράτης λαβὼν ἀγχόνῃ ἀνεῖλεν, ᾗ νομίζεται παρ' αὐτοῖς. λέγεται δὲ Τεζετίνην ἄνδρα γένους τοῦ βασιλείου τοῦ Ἐρτζιγγάνης βασιλέως, ἀφικόμενον τῷ παιδὶ σύμμαχον, ὡς ἐπύθετο τοὺς πολεμίους ἐπὶ τὴν πόλιν ἀφῖχθαι, ἐλάσαντα ἐς μέσους τοὺς πολεμίους τόν τε Μιχαλίην τὸν τῆς Εὐρώπης στρατηγὸν καὶ πρυτανέα ἀνελεῖν, πολέμιον αὐτῷ ὄντα, καὶ συχνοὺς ἄλλους ἀνελόντα καὶ αὐτὸν τελευτῶντα ἀποθανεῖν. Τότε μὲν δὴ Ἕλληνες οὕτω ἐπεπράγεισαν, ἑλόμενοι αἵρεσιν ἐναντίαν τῷ Ἀμουράτῃ· τὴν μέντοι Θέρμην τῆς Μακεδονίας ἀπέδοντο Ἑνετοῖς, ἀδύνατα εἶναι νομίζοντες σφίσι παραδοῦναι 2.14 τὴν πόλιν ἐς τὸν περιόντα τότε Ἀμουράτεω. Ἀμουράτης μὲν δὴ ἐπὶ Θέρμην μετὰ ταῦτα ἐστρατεύετο, καὶ ἐπολιόρκει τὴν πόλιν προσέχων ἐντεταμένως, καὶ προσῆγε τῷ τείχει μηχανάς. καὶ οὐδὲν προὐχώρει αὐτῷ ἡ τῆς πόλεως αἵρεσις. ἐνταῦθα, ὡς λέγεται, συντίθεται τοῖς ἐν τῇ πόλει προδοσίαν· ᾧ, λέγεται, ὑπορύσσοντες ἀπὸ τῶν οἰκιῶν ὀρύγματα ἐκτὸς φέροντα καὶ ἑάλωσαν ὑπὸ Οὐενετῶν, ᾗ λέγεται. καὶ οἱ ὀρύσσοντες ἀπέδρασαν ἐς τὸ τοῦ Ἀμουράτεω στρατόπεδον, καταβάντες ἀπὸ τοῦ τείχους. ὕστερον μέντοι ἀπὸ τῆς ἄκρας ὡς προσέβαλεν, εἷλέ τε κατὰ κράτος τὴν πόλιν καὶ ἠνδραποδίσατο. τοὺς μέντοι νεήλυδας πυνθάνομαι ἀναβάντας ἐς τὸ τεῖχος ἑλεῖν τε τὴν πόλιν, καὶ ἐπισπομένων τῶν ἄλλων ἁλῶναί τε τὴν πόλιν καὶ ἐπὶ ἀνδραποδισμῷ πρὸς τοῦ βασιλέως γενέσθαι. ἀνδραποδισάμενον μέντοι τὴν πόλιν ταύτην οὐδένα ἐξελέσθαι τοῦ ἀνδραποδισμοῦ ἐπυθόμεθα Ἀμουράτην, ὥστε λογίζεσθαι ἡμᾶς ἔχειν, διὰ τὴν προδοσίαν ἐξείλετο αὐτούς. ἐγένετο μὲν οὖν αὕτη μεγίστη δὴ τοῖς Ἕλλησι καὶ οὐδεμιᾶς τῶν πρόσθεν γενομένων αὐτοῖς συμφορῶν λειπομένη. οἵ τε ἄνδρες τῆς πόλεως ἀνὰ τὴν Ἀσίαν τε καὶ Εὐρώπην, αἰχμάλωτοι γενόμενοι, περιήγοντο ἀνδραποδισθέντες. ἡ μέντοι Οὐενετῶν φυλακὴ ἐν τῇ πόλει οὖσα, ὡς ᾔσθετο ἁλῶναι ἤδη τὴν πόλιν, ὥρμητο φυγεῖν ἐπὶ τὴν θάλατταν καὶ ἐπὶ τὰς ναῦς, καὶ ἐμβάντες εἰς ταύτας, ὅσαι σφίσι παροῦσαι ἐτύγχανον, ᾤχοντο ἀποπλέοντες. ἡ μὲν δὴ πόλις αὕτη