74
τούτων παρίσταται. Γῆν γὰρ λέγει μάλιστα μὲν, ἢν ἂν καταρᾶσαι. Τὸ ἀληθὲς δ' ἂν εἴη καὶ ἐπὶ πάσης τὸ εἰρημένον. Κατηράσατο γὰρ σύμπασαν τὴν ἀνθρώπου φύσιν εἰπών· "Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." Καὶ κόσμον ἀσεβῶν ὕδατι καταπνίξας· ἔτι δὲ καὶ τὴν Ἰουδαίαν ἐπὶ τῇ κατ' αὐτοῦ παροινίᾳ λέγων, "Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Ἐγκαταλειφθεῖσα δὲ παρ' αὐτοῦ πολέμῳ καὶ πυρὶ δεδαπάνηται. Τὴν δὲ θείαν αὐτοῦ φύσιν πρὸς τοῦτο παρίστησι τὸ, Ἐν πνεύματι τὰ χειλέων ἀνελεῖν ἀσεβῆ. Ἐπετίμα γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι. Καὶ ὅσον μὲν ἧκεν εἰς τὸ ἀνθρώπινον, ἡ διὰ στόματος καὶ χειλέων ἀπεκτυπεῖτο φωνή. Τῇ δὲ ἀῤῥήτῳ δυνάμει τοῦ Πνεύματος τὸ τῶν δαιμονίων συνεθραύετο γένος, ὡς βοῶντας λέγειν· "Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οἴδαμέν σε, τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ." Ἀλλὰ καὶ ἔσται, φησὶν, δικαιοσύνη ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ. Καὶ ἀλήθεια εἰλημμένος τὰς πλευράς. Κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ἔσται δικαιοσύνη περίζωμα 2045 τῆς ὀσφύος αὐτοῦ. Καὶ ἡ πίστις περίζωμα τῶν λαγόνων αὐτοῦ. Ἀξίωμα γὰρ αὐτῷ τῶν ἐν κόσμῳ τὸ σύμπαν οὐδέν. Ἀντὶ βασιλικῆς δὲ ζώνης χρυσῆς τε καὶ διαλίθου, τὴν δικαιοσύνην φησὶν ἐξῶσθαι καὶ τὴν ἀλήθειαν. ∆ηλοῖ δὲ καὶ ταῦτα τὴν τοῦ λόγου θεότητα, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, κατὰ τὸν θεῖον Ἀπόστολον. Καὶ ὁ Σωτὴρ δέ φησιν· "Ἐγώ εἰμι τὸ φῶς" ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἃ δὴ τὸν ἐκ ῥίζης Ἰεσσαὶ ζώνης περιέσφιγγον τρόπον, βασιλικῷ τε καὶ στρατικῷ σχήματι τὸ κατὰ τῶν ἀφανῶν καὶ ἀοράτων πολεμίων παράστημα τοῦ λόγου σημαίνοντος. Εἰκὸς δὲ καὶ τὸ εὐαγγελικὸν διὰ τούτου σημαίνεσθαι κήρυγμα, κατὰ τὸ, "Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια." Ἦν μὲν γὰρ καὶ ὁ νόμος δικαιοσύνης διδάσκαλος, ἀλλ' οὐκ ἔμεινεν εἰς τὸν αἰῶνα τῆς τελειοτέρας ἀντεισηγμένης. Ἦν δὲ καὶ τύπος ἀληθείας· ὁ δὲ Χριστὸς ἔλεγεν, Ἐγώ εἰμι ἡ ἀλήθεια. ∆ιὰ τοσούτων ὥσπερ εἰκονογραφήσας τὸν προφητευόμενον, ἑξῆς αὐτοῦ διαγράφει τὰ κατορθώματα, δηλῶν ὡς τὰ ἤθη τὰ ἁρπακτικά τε καὶ θηριώδη τὸν τοιοῦτον ἀποθέμενα τρόπον, τοῖς ἐναντίοις ἀνακραθήσεται. Ὁμοῦ τε τοῖς ἐν Ἐκκλησίᾳ νεογνοῖς ὥσπερ ταῦρος καὶ μόσχος βοσκηθήσονται, τῆς αὐτῆς ἐκ τῶν θείων Λόγων μεταληψόμενοι τροφῆς. Καὶ βασιλικοὺς δὲ ἄνδρας καὶ ἐν ἀρχαῖς ὁρῶν πένησι καὶ τοῖς τυχοῦσιν ἐν Ἐκκλησίᾳ συναναστρεφομένους, εἴποις ἂν τὸ παρὸν πληροῦσθαι ῥητόν. Οὐκ ἂν δὲ ἁμάρτοις διὰ μὲν τῶν θηρίων τοὺς ἐθνικοὺς λέγων σημαίνεσθαι, ἄλλου κατ' ἄλλο τῆς ἀλογίας εἴδους χαρακτηριζομένους. ∆ιὰ δὲ τῶν ἡμέρων ζώων καὶ καθαρῶν τοὺς Ἰσραηλίτας, οἳ τῇ τοῦ νόμου διδασκαλίᾳ γεγόνασιν ἡμερώτεροι, σημαίνοντος τοῦ λόγου μίαν ἐξ ἀμφοῖν συστήσεσθαι ποίμνην ἀγρίων τε καὶ ἡμέρων, ἱερῶν τε καὶ ἀνιέρων ὑπὸ τῷ πάντων ἀρχιποίμενι τῷ νέμειν εἰδότι, καθά φησιν ὁ προφήτης, ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι. Καλεῖ δὲ μοσχάριον, τὸν νέον τῶν πιστευσάντων λαὸν τὸν ἐν Χριστῷ νηπιάζοντα. Ταῦρον δὲ τάχα τὸν Ἰσραὴλ, ὡς ἡλικίᾳ προήκοντα· ἤγουν τὸ μὲν τοὺς εἰσαγομένους τῇ πίστει, τὸ δὲ τοὺς ὑπερκειμένους ἀρετῇ τε καὶ γνώσει. Κατὰ τὸ, "Εὐλόγησεν, Κύριος, τοὺς μικροὺς μετὰ τῶν μεγάλων." Φησὶ δὲ καὶ ∆αβίδ· "Πρεσβύται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Τὰς ἐν Χριστῷ γὰρ ἡλικίας καὶ Ἰωάννης ἐμφαίνων γράφει παιδίοις καὶ πατράσι καὶ νεανίσκοις· Καὶ παιδίον, φησὶ, νήπιον ἄξει. Τὸ ἄξει, ἀντὶ τοῦ συνάξει λέλεκται. Καὶ τοῦτο δὲ μετὰ τῶν ἄλλων ἐν ἐκκλησίαις ἔστιν ἰδεῖν, τοὺς 2048 πλείστους τῶν προεστώτων δι' ἀπλότητα ψυχῆς καὶ ἀκακίαν οὐδὲν νηπίων διαφέροντας. Ὅμως δ' οὖν ἡγουμένους τῶν ἀπὸ παντὸς γένους κατὰ τὸ αὐτὸ συναγομένων. Καὶ βοῦς δὲ φησὶ, καὶ ἄρκτος ὁμοῦ βοσκηθήσονται, καὶ ἅμα ἔσται τὰ παιδία αὐτῶν. Γεωργικῶν γὰρ ἀνδρῶν καὶ ἀγρίων, πενήτων τε καὶ πλουσίων, πονηρῶν τε καὶ ἀγαθῶν ὅπου παῖδες ἐν Ἐκκλησίᾳ συνέρχονται. Ἴσως δὲ παῖδάς φησιν, τὴν τῶν εἰρημένων ὁμοψυχίαν τε καὶ ὁμοπιστίαν. Σαρκοβόρος δὲ τὴν φύσιν λέων ἀχύροις τρεφόμενος ποηφάγου ζώου