De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τῆς καταστάσεως καὶ τὰ ἄρματα καὶ οἱ σπαθάριοι βαστάζοντες τὰ ὅπλα αὐτῶν, καὶ πίπτουσιν οἱ αὐτοὶ πατρίκιοι κατὰ συνήθειαν, καὶ νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται οἱ πατρίκιοι, ὀψικεύοντες τοὺς δεσπότας μέχρι τοῦ μεγάλου Κονσιστωρίου, ἔνθα ἵστανται οἱ ὕπατοι κονσιστώριον καὶ οἱ λοιποὶ συγκλητικοί, καὶ στάντων τῶν δεσποτῶν εἰς τὸ κιβώριον ἐπάνω τῶν πορφυρῶν γραδηλίων, πίπτουσιν οἱ συγκλητικοὶ πάντες. 2.41 Καὶ εἶθ' οὕτως νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ εἰσάγει τὸν ὀφείλοντα προβληθῆναι μάγιστρον εἰς τοὺς πόδας τῶν δεσποτῶν, καὶ πίπτει εἰς τὸ πρῶτον γραδήλιν ὁ προβαλλόμενος, καὶ ἀναφέρει αὐτὸν εἰς τὸ τρίτον γραδήλιν, καὶ προσκυνῶν φιλεῖ τοὺς πόδας τῶν δεσποτῶν, ἑστώτων αὐτῶν καὶ οὐ καθεζομένων διότι εἰς ἑορτὴν προβάλλεται ἐν προκένσῳ τῆς ἐκκλησίας. Καὶ ἀσπασάμενος τοὺς πόδας ὁ προβληθείς, ἀνίσταται, καὶ ὁ ἕτερος πραιπόσιτος παρέχει τοῖς δεσπόταις τὸ στιχάριν καὶ τὸ βαλτίδιν, καὶ οἱ δεσπόται ἐπιδιδοῦσιν τῷ προβαλλομένῳ μαγίστρῳ, καὶ φιλεῖ τὰς χεῖρας τῶν δεσποτῶν ὁ προβληθείς, λαμβάνων τὸ στιχάριν καὶ τὸ βαλτίδιν, καὶ λαμβάνει αὐτὰ ὁ αὐτὸς πραιπόσιτος, εἰσάγων αὐτὸν ἐν τῷ χειμερινῷ Κονσιστωρίῳ, καὶ ἐνδύει αὐτὸν τὸ στιχάριν καὶ ζώννυσιν αὐτὸν τὸ βαλτίδιν, καὶ φορεῖ τὸ χλανίδιον αὐτοῦ τὸ ἴδιον ἐπάνω τοῦ στιχαρίου. Καὶ ἐπαίρει αὐτὸν ὁ αὐτὸς πραιπόσιτος, καὶ εἰσάγει αὐτὸν εἰς τὸ κιβώριον, ἔνθα ἵστανται οἱ δεσπόται, καὶ πίπτει εἰς τὸ πρῶτον γραδήλιν καὶ φιλεῖ τοὺς πόδας τῶν δεσποτῶν, καὶ ἀναστὰς ἀπευχαριστεῖ, καὶ ἵστησιν αὐτὸν ὁ πραιπόσιτος εἰς κεφαλὴν τοῦ σεκρέτου ἐπάνω πάντων τῶν πατρικίων, καὶ εὐθέως οἱ σιλεντιάριοι ὄπισθεν τοῦ σεκρέτου ἔνθεν κἀκεῖθεν εἰσάγουσιν, κατὰ τιμήν, ἕκαστον, καὶ πίπτουσιν ἔμπροσθεν τῶν δεσποτῶν ἀπευχαριστοῦντες, ὡς λαβόντες κεφαλὴν σεκρέτου, ὁμοίως καὶ ὑπάτους μέχρι τοῦ ἐσχάτου τῶν συγκλητικῶν. Εἶθ' οὕτως νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, κἀκεῖνος νεύει διὰ τῆς χλανίδος αὐτοῦ τὸν σιλεντιάριον τὸν ἑστῶτα μέσον τοῦ σεκρέτου, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχεται πᾶσα ἡ σύγκλητος· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους," καὶ ἀποκινεῖ ἐν τῷ προκένσῳ τῆς ἐκκλησίας ἅμα τοῖς δεσπόταις.
2.42 Οσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ μαγίστρου, εἰ κελεύει αὐτὸν ποιῆσαι εἰς κυριακὴν παγανήν.
75
Πρὸ μιᾶς τῇ αὐτῇ ἑσπέρᾳ ἀσφαλίζονται οἱ τρεῖς πυλῶνες οἱ ἐλεφάντινοι τοῦ Κονσιστωρίου, καὶ οἱ ἐξερχόμενοι εἰς τὸν μάκρωνα τῶν κανδιδάτων καὶ κρεμῶσιν βῆλα εἰς τοὺς τρεῖς πυλῶνας, ἀσφαλίζεται καὶ τὸ τρίθυρον τοῦ Ὀνοποδίου, ὁμοίως καὶ αἱ θύραι τοῦ ∆έλφακος, καὶ ἵσταται τὸ σένζον εἰς τὸ κιβώριν τοῦ Κονσιστωρίου, καὶ τῇ ἑσπέρᾳ φυλάττεται ὑπὸ σιλεντιαρίων καὶ χοσβαϊτῶν, καὶ οὐδεὶς διέρχεται τῇ ἑσπέρᾳ ἐκείνῃ ἐν τῷ Κονσιστωρίῳ, ἱσταμένου τοῦ σένζου. Καὶ μηνύεται ἀφ' ἑσπέρας πᾶσα ἡ σύγκλητος, ἵνα προέλθωσιν ἐπὶ προελεύσει, καὶ τὸ πρωῒ ἀλλάσσει ἡ σύγκλητος ἐν τῷ μάκρωνι τῶν κανδιδάτων, καὶ οἱ πατρίκιοι ἀλλάσσουσιν εἰς τοὺς Ἰνδούς, μὴ ἔχοντες ἄδειαν εἰσιέναι ἐν τῷ Κονσιστωρίῳ, ἱσταμένου τοῦ σένζου. Καὶ ὅτε κελεύουσιν οἱ δεσπόται καθίσαι εἰς τὸ σένζον, ἐξέρχονται ἐκ τοῦ Αὐγουστέως ἐστεμμένοι, φοροῦντες καὶ τὰς χλαμύδας, καὶ μυστικῶς ὀψικευόμενοι ὑπὸ τοῦ κουβουκλείου, καθέζονται εἰς τὸ σένζον, ὁ δὲ τῆς καταστάσεως, ἔξωθεν τῶν ἐλεφαντίνων πυλῶν εἰς τὸν μάκρωνα τῶν κανδιδάτων, ἔνθα καὶ ἡ προέλευσις, εὐτρεπίζει τὰ βῆλα ἀπό τε μαγίστρων, πατρικίων καὶ λοιπῶν συγκλητικῶν. Λαμβάνει νεῦμα παρὰ τῶν δεσποτῶν ὁ πραιπόσιτος καὶ ἐξέρχεται ἔξω διὰ τοῦ μέσου πυλῶνος τοῦ Κονσιστωρίου, ὀψικευόμενος ὑπὸ δύο ὀστιαρίων, καὶ εἰσάγει βῆλον αʹ· μαγίστρους, βῆλον βʹ· πατρικίους, βῆλον γʹ· τοὺς ὑπάτους, βῆλον δʹ· τοὺς κόμητας σεκόρων, βῆλον εʹ· τοὺς ἀπὸ ἐπάρχον καὶ στρατηλάτας. Καὶ ἀφ' οὗ πληρωθῶσι τὰ βῆλα καὶ 2.43 εἰσέλθωσιν ἔνδον τοῦ Κονσιστωρίου, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ εἰσάγει τὸν ὀφείλοντα προβληθῆναι μάγιστρον ἐκ τῆς τάξεως τῶν πατρικίων, καὶ φέρει αὐτὸν μέσον τῶν πορφυρῶν γραδηλίων ἔμπροσθεν τοῦ κιβωρίου, καὶ ἀναφέρει αὐτὸν εἰς τὸ τρίτον γραδήλιν, καὶ πίπτει ἔμπροσθεν τοῦ ὑποποδίου τοῦ σένζου, καὶ φιλεῖ τοὺς πόδας τοῦ μεγάλου