βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
προείρηται). ̣3 ̣ Ἐφ' ὧν χρόνων Ῥῶμος καὶ Ῥῆμος ἐβασίλευσαν ἐν Ῥώμῃ, καὶ Σίβυλλα ἡ Ἐρυθραία ἐγνωρίζετο, καὶ Σαλ μανᾶς, ὁ τῶν Ἀσσυρίων βασιλεὺς, παραλαβὼν τὴν ἐν Σαμαρείᾳ βασιλείαν Ἰσραὴλ, τὰς ὑπ' αὐτὴν ιʹ φυ λὰς ᾐχμαλώτευσεν. ̣4 ̣ Κατὰ δὲ Ἐζεκίου ἀνέβη Σεναχειρὶμ, ὁ διάδοχος Σαλμανάσαρ, καὶ πλεῖστα μεγαλοῤῥημονήσας κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ λαοῦ, παρεκλήθη ὁ διασκεδάζων 159 βουλὰς ἐθνῶν καὶ ἀθετῶν λογισμοὺς λαῶν καὶ βουλὰς ἀρχόντων (καὶ φρονήματα ἀποστρέφων εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων)· καὶ ἀποστείλας ἄγγελον, ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ρπεʹ χι λιάδας· καὶ οὕτως μετ' αἰσχύνης καὶ λύπης ὁ Σενα χειρὶμ ἀναζεύξας εἰς Νινευῒ, δεινῶς ἀνῄρει τοὺς αἰχμαλωτισθέντας ὑπὸ Σαλμανάσαρ ἀπὸ Σαμαρείας τοῦ Ἰσραὴλ, ὃν αὐτίκα (ἡ) θεία δίκη μετελθοῦσα ..... ̣39b καὶ ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεθεὶς ἐπαύθη τῆς αἰχμαλωσίας ἄδικος σφαγὴ διὰ τῆς ἐνδίκου ἀναιρέσεως.
ΝΘʹ. Περὶ τοῦ Τωβὶτ καὶ Ἀγγέλου. Ἐξ ἧς αἰχμαλωσίας ὑπῆρχέ τις ἐλεήμων ἄν θρωπος τοὔνομα Τωβὶτ πολλὴν ἔχων σπουδὴν εἰς τὸ θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων, περὶ ὧν 110.276 διαβληθεὶς τῷ βασιλεῖ καὶ φυγὼν ἐκοιμήθη ἔξω τοῦ τείχους· καὶ, ὡς εἴωθεν πολλάκις γίνεσθαι, κοιμώ μενος καὶ τοὺς ὀφθαλμοὺς ἀνεῳγμένους ἔχων, στρου θίον ἀφοδεῦσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ λευκόμ ματον πεποίηκεν. ̣2 ̣ Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις κόρη συγγενὴς αὐτοῦ, ἥτις ἑπτὰ ἄνδρας λαβοῦσα καὶ πάντων ὑπὸ δαίμονος ἀναιρουμένων πρὸ τοῦ γνῶναι ταύτην, ηὔξατο· καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς τὸν ἄγγελον Ῥαφαήλ. ̣3 ̣ Ὁ οὖν Τωβὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαχεῖν ἀλλαχόθεν γυναῖκα εἰ μὴ ἐκ τῆς φυλῆς τοῦ γένους αὐτοῦ, κατὰ τὸν νόμον, δίδωσιν αὐτῷ χειρόγραφον περὶ ταλάντων ιʹ χρυσίου, ἃ καὶ παρέθετο ἐν τῇ Μη δίᾳ, πρὸς τὸ ἀπελθεῖν καὶ λαβεῖν αὐτὰ διὰ τάχους. ̣4 ̣ Τοῦ δὲ παιδίου ζητοῦντος συνοδοιπόρον ὡς τὴν ὁδὸν ἀγνοοῦντος, εὑρίσκει, Θεοῦ προνοίᾳ, τὸν ἄγ γελον Ῥαφαὴλ ὡς ἄνθρωπον ἑστῶτα, ὃν μισθωσά μενος, εἰδέναι τὴν ὁδὸν λέγοντα καὶ Ἀζαρίαν ὀνο μαζόμενον, συνοδεύει τούτῳ. ̣5 ̣ Καὶ δὴ ἐλθόντων αὐτῶν εἰς τὸν ποταμὸν Τίγριν καὶ τοῦ παιδὸς εἰσελ θόντος λούσασθαι, ἰχθύος αὐτῷ 160 μεγάλου ἐπι πηδήσαντος, εἶπεν αὐτῷ ὁ ἄγγελος ἐπιλαβέσθαι τοῦ ἰχθύος, καὶ τεμεῖν αὐτοῦ τὴν γαστέρα, καὶ λαβεῖν τό τε ἧπαρ, καὶ καρδίαν, καὶ τὴν χολὴν, καὶ φυλάτ τειν. Τοῦ δὲ πυνθανομένου τὸ χρήσιμον αὐτῶν, "Τὸ μὲν ἧπαρ, φησὶ, καὶ ἡ καρδία θυμιώμενα διώκει δαίμονας· ἡ δὲ χολὴ καθαρίζει λευκόμματον. ̣6 ̣ Εἶτα ὁ παῖς λαμβάνει τὴν ἐκ τοῦ γένους αὐτοῦ προλεχθεῖσαν κόρην εἰς γυναῖκα, τῇ συμβουλῇ καὶ συνεργείᾳ τοῦ ἀγγέλου διωχθέντος τοῦ πονηροῦ δαί μονος ἐν τῷ θυμιάματι τούτῳ. ̣7 ̣ Ὁ δὲ ἄγγελος ὁ καὶ Ἀζαρίας ἀπελθὼν εἰς τὴν Μηδίαν καὶ τὰ ιʹ τά λαντα λαβὼν ὑποστρέφει μετὰ τῆς γυναικὸς καὶ τοῦ παιδὸς πρὸς τὸν πατέρα Τωβὶτ, οὗ τοὺς ὀφθαλμοὺς ὁ παῖς τῇ χολῇ τοῦ ἰχθύος ἐπιχρίσας, καὶ παρευθὺς ὁ Τωβὶτ ἀναβλέψας ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπός ἐστιν, ἀλλὰ παρὰ Θεοῦ ἄγγελος ἀπεστάλη πρὸς βοήθειαν αὐτοῖς τε καὶ τῇ κόρῃ Σάῤ ῥα, διὰ τὴν αὐτῶν εὐσέβειαν, λέγων πρὸς αὐτούς· "Μυστήριον βασιλέως κρύπτειν καλὸν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνυμνεῖν ἐνδόξως ἀγαθόν." ̣8 ̣ Ὅθεν φη σὶν ὁ Χρυσόστομος· Οὐκοῦν "Ἀγγέλους ἐγκω μιάζειν χρὴ, καὶ γὰρ αὐτοὶ τὸν ∆ημιουργὸν ἀσίγη τον ὑμνοῦντες ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρασκευάζουσιν· ἀγγέλους δέ φημι, τοὺς ὑμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικει μένων δυνάμεων ἐκστρατεύοντας, ὧν ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ, πρὸς μὲν τὸν διάβολον ὑπὲρ τοῦ Μωσέως σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρ χοντα Περσῶν ὑπὲρ τῆς ἐλευθερίας τοῦ λαοῦ ἀνθ ιστάμενος·" προστάγματι γὰρ Θεοῦ τὴν πᾶσαν κτίσιν διαλαχόντες καὶ τῶν ἐθνῶν τοῖς κρατίστοις ἐπιστατοῦντες ̣40a, τὸν μὲν Γαβριὴλ τοὺς Πέρσας ἐφορᾷν ἐδικαίωσεν, τὸν δὲ Μιχαὴλ τὸν ἐκ περιτομῆς 110.277 λαὸν φρουρεῖν ἐκέλευσεν, ἀλλὰ κατὰ θεῖον τινὰ καὶ ἀπόῤῥητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις