75
δίκην, ἄνθρωπος ἂν εἴη πάλιν θηριώδης καὶ ἀπηνὴς, ψιλῇ τῇ λέξει τῆς θείας χαίρων Γραφῆς, ἣν ἄχυρον ὁ λόγος καλεῖ. Πυρὸς γὰρ εἰκότως ὁ ἐν ἀποκρύφῳ νοῦς καὶ ὁ ψυχῶν τρόφιμος λόγος. Ἔτι πρὸς τούτοις, παιδίον νήπιον, ὁποῖον ἦν τὸ μικρῷ πρόσθεν εἰρημένον, ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων ἐπιβαλεῖν τὴν χεῖρα, φησὶν, ἀβλαβῶς. ∆ηλοῖ δὲ ταῦτα τῶν ὑπὸ δαιμόνων ἐνοχλουμένων τὰ σώματα, οἷς ἐμφωλεύοντα καὶ ἑρπυστικὰ ὄντα πνεύματα, καὶ ἰοβόλα, τρώγλαις ὥσπερ ἐγκοιτάζεται τοῖς αἰσθητηρίοις τοῦ σώματος. Ταῦτα δὲ τὸ Χριστοῦ παιδίον ἀνήρ τις ἁπλοῦς καὶ τῇ κακίᾳ νηπιάζων, τῇ τοῦ Σωτῆρος ἀπελαύνων δυνάμει, τὴν ἰδίαν ἐπιτίθησι χήρα μηδὲν κακοποιεῖν δυναμένοις, διὰ τὸν ἐκ ῥίζης Ἰεσσαὶ προελθόντα, τοῖς αὐτοῦ παιδίοις ἐξουσίαν παρέχοντα πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Νοήσεις δὲ τρώγλας καὶ κοίτας ἀσπίδων, καὶ τὰς τῶν αἱρετικῶν καταδύσεις, αἷς οἱ ἐν Χριστῷ νηπιάζοντες ἀβλαβῶς ἐπιβάλλουσι χεῖρα, Χριστοῦ τὰ κείνων δήγματα καὶ τὸν ἰὸν ἀποφαίνοντος ἄπρακτον. Ἅγιον δὲ ὄρος, τὴν Ἐκκλησίαν φησὶν ἐπηρμένην βίῳ καὶ δόγμασιν, ἔχουσάν τε τοῦ λόγου τοῦ ἐπουρανίου τὸ κήρυγμα. Ὡς ἂν δὲ μὴ τὸ κατὰ τὴν Ἰουδαίαν ὄρος νοήσωμεν, ἐπήνεγκεν, ὅτι Ἐπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασσαν· οὕτω τὴν καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίαν δηλῶν τὴν εὐσεβῆ γνῶσιν, πᾶν τὸ ἁλμυρὸν τῆς τοῦ βίου κακίας ὥσπερ πολλῷ τῷ ῥεύματι κατακλύζουσαν. Κατὰ καιρὸν δὲ, φησὶ, τὸν προφητευόμενον, ὁ ἐκ ῥίζης Ἰεσσαὶ ἀναστησόμενος, τοῦτ' ἔστι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἄρξει τῶν ἐθνῶν. Οὐ γὰρ Ἰουδαίων ἔσται βασιλεὺς, οὐδ' ὥσπερ ὁ ∆αβὶδ, οἵ τε τούτου διάδοχοι, βραχείας τινὸς γωνίας· πάσης δὲ κρατήσει τῆς γῆς, καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν συμφώνως τῷ παρὰ Μωϋσεῖ. Οὐ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. Ἀλλ' ἐκεῖ μὲν, τὴν φυλὴν εἶπεν· ἐνταῦθα δὲ, τὴν πατριὰν ἐκ ῥίζης λέγων Ἰεσσαὶ τοῦ Πατρὸς τοῦ ∆αβίδ· διῄρηντο γὰρ εἰς πατριὰς αἱ φυλαί. Τὰ τροπικῶς δὲ προειρημένα θηρία, νῦν σαφῶς ἔθνη καλεῖ. 2049 Ἀντὶ δὲ τοῦ, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ὁ μὲν Ἀκύλας ἐξέδωκεν, ὃς ἀνίσταται εἰς σύσσημον λαῶν· ὁ δὲ Σύμμαχος, ὃς ἀνίσταται σύσσημον τῶν ἐθνῶν. ∆ιὸ τὴν σφραγίδα τοῦ πάθους αὐτοῦ καὶ τὸ σωτήριον· σημεῖον περιφέρει τὰ εἰς αὐτὸν ἔθνη πεπιστευκότα. Καὶ ἔσται, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Κατὰ δὲ Ἀκύλαν καὶ Σύμμαχον, δόξα. Λίαν ἀκολούθως τῇ τῆς οἰκονομίας ἀρχῇ τε καὶ μέσοις, καὶ τὸ τέλος ὁποῖον ἔσται, δηλῶν· θάνατον μὲν οὐ λέγων αὐτοῦ, ἀνάπαυσιν δὲ καὶ τιμὴν, πρὸς βραχὺ τοῦ σώματος ἠρεμήσαντος, ὃ δὴ τέλος τῆς εἰς ἀνθρώπους οἰκονομίας. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· "Πάτερ, δόξασον με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." ∆εδόξασται γὰρ τὸν ὑπὲρ ἡμῶν ὑπομείνας σταυρὸν, πρὸς ὃν χωρῶν, τὸ, ∆όξασόν με, πρὸς τὸν Πατέρα φησί. Καὶ πάλιν. "Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου," καὶ τὰ ἑξῆς. Τῇ μὲν γὰρ ἀπονοίας τῶν τολμησάντων, μῶμος ἦν, τῇ δὲ ἀναστάσει, πρὸς δόξαν κατήντησεν. Οὐ γὰρ ἦν, ὥσπερ ἐδόκουν, τὸ πάθος ἀκούσιον. Καὶ ἄλλως· Ἀνάπαυσις αὐτὴ Χριστοῦ, ἡ τιμὴ τῶν τιμώντων αὐτόν. ∆ι' ὧν ὁμολογοῦσι Λόγον Θεοῦ καὶ σοφίαν καὶ δύναμιν τὴν πρὸς τὸν Πατέρα σημαίνοντες ὁμοφυΐαν τε καὶ ὁμοτιμίαν καὶ ὕπαρξιν τὴν ἀΐδιον. Λέγοις δ' ἂν ἀνάπαυσιν, καὶ ἣν, ἀναπαύει τοὺς ἀγαπῶντας αὐτόν. Κατὰ τὸ ἄλλῃ, Τοὺς ἐμὲ ἀγαπῶντας δοξάζω. Ἔστι γὰρ ἡ ἀνάπαυσις, ἣν ἀναπαύει Κύριος, τιμή· ἥτις κατὰ τὴν δικαιοκρισίαν τοῦ Θεοῦ πρὸς τὴν τῶν πεπραγμένων ἀξίαν διανεμηθήσεται. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατέρι. Καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. Κἀνταῦθα δὲ οἷς ἐνοικεῖ, τιμίους πάντας ποιεῖ. Ἐὰν γάρ τις ἀκούσῃ, φησὶ, τῶν λόγων μου, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν. Ἀναστήσεται τοίνυν οὐ πρὸς τὸ κατάρξαι μόνον ἐθνῶν. Ἀλλὰ γὰρ καὶ εἰς τιμὴν καὶ δόξαν, αὐτοῖς χαριεῖται τὴν ἐν αὐτοῖς ἀνάπαυσιν. ιαιδʹ. 9Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει ὁ Κύριος τοῦ