De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
δεσπότου καὶ τὰ δύο γόνατα, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἀναστὰς ἁπλοῖ τὰς χεῖρας καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν τὸ στιχάριν καὶ τὸ βαλτίδιν. Καὶ εἰσάγει αὐτὸν ὁ πραιπόσιτος ἐν τῷ χειμερινῷ Κονσιστωρίῳ, καὶ ἐνδύει αὐτὸν τὸ στιχάριν καὶ ζώννυσιν αὐτὸν τὸ βαλτίδιν, καὶ εἶθ' οὕτως προσφέρει αὐτὸν πρὸς τοὺς πόδας τῶν δεσποτῶν, καὶ φιλεῖ τοὺς πόδας, ὡς τὸ πρότερον, ἀπευχαριστῶν τοὺς δεσπότας. Καὶ λαβὼν αὐτὸν ὁ πραιπόσιτος ἵστησιν αὐτὸν εἰς κεφαλὴν τοῦ σεκρέτου ἐπάνω τῶν πατρικίων, καὶ εἰσάγονται ἀπό τε πατρικίων μέχρι τῶν ἐσχάτων, κρατούμενοι ὑπὸ σιλεντιαρίων, καὶ ἀπευχαριστοῦσιν, ὡς λαβόντες κεφαλὴν σεκρέτου. Ὁ δὲ σιλεντιάριος, ἑστὼς μέσον τοῦ σεκρέτου, λαμβάνει νεῦμα παρὰ τοῦ πραιποσίτου καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχεται ἡ σύγκλητος· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους" καὶ ἐξέρχονται ἐν τῷ μάκρωνι τῶν κανδιδάτων, καὶ δίδονται μίνσαι παρὰ τοῦ σιλεντιαρίου. Ὁ δὲ προβληθεὶς μάγιστρος ἐξέρχεται εἰς τοὺς Ἰνδούς, καὶ ἀλλάσσει σαγίον ἀληθινὸν ἐπάνω τοῦ στιχαρίου αὐτοῦ, καὶ ἀναχωρεῖ εἰς τὸν οἶκον αὐτοῦ, καὶ εἰ μέν ἐστιν πλησιάζων τῷ παλατίῳ ὁ οἶκος αὐτοῦ, ὀψικεύεται ὑπὸ ἀξιωματικῶν καὶ δομεστίκων πεδίτου καὶ σχολαρίων πεδίτου καὶ σκουταρίων τοῦ ἀριθμοῦ καὶ διαιταρίων καὶ δεκανῶν· εἰ δέ ἐστιν μηκόθεν, οἱ αὐτοὶ ἄνευ τῶν ἀξιωματικῶν. Χρὴ δὲ γινώσκειν ὅτι καὶ ἐν ἑορτῇ, ἐὰν προβληθῇ, οὕτως ἀναχωρεῖ.
2.44 Νϛʹ (ΜΖʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ πατρικίου συγκλητικοῦ καὶ στρατηγοῦντος.
Πρὸ μιᾶς δίδοται ἀπόκρισις, καὶ μηνύεται πᾶσα ἡ σύγκλητος, ἵνα προέλθῃ μετὰ ἀλλαξίμων, καὶ τὸ πρωῒ ἀλλάσσει ἐν τῷ Ἱπποδρόμῳ, καὶ εἰσέρχεται ἡ προέλευσις εἰς τὸν τρίκλινον τοῦ Ἰουστινιανοῦ καὶ πᾶς ὁ λαός, καθὼς ἔχει ἡ συνήθεια τῆς κυριακῆς. Καὶ ὅτε κελεύουσιν οἱ δεσπόται δέξασθαι τὸ σέκρετον, λέγουσιν τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται ὁ πραιπόσιτος καὶ λέγει τῷ τῆς καταστάσεως, καὶ προσκαλεῖται ὁ τῆς καταστάσεως τοὺς πατρικίους καὶ τὴν σύγκλητον. Καὶ εἰσέρχονται εἰς τὸν Τριπέτωνα, καὶ ὁ τῆς καταστάσεως εὐτρεπίζει τὰ βῆλα εἰς τὸν αὐτὸν Τριπέτωνα, καὶ ἀλλάσσουσιν οἱ δεσπόται τὰ διβητήσια καὶ τὰς χλαμύδας καὶ τὰ στέμματα αὐτῶν, καὶ καθέζονται ἐν τῷ σένζῳ. Καὶ εὐθέως εἰσέρχονται οἱ κουβικουλάριοι μυστικῶς ἀπὸ πλαγίου ἔνθεν κἀκεῖθεν, καὶ ἵστανται κονσιστώριον, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων, ὡς ἔχει ἡ συνήθεια, καὶ προσκαλεῖται βῆλον αʹ· τῶν μαγίστρων, βῆλον βʹ· τοὺς πατρικίους, βῆλον γʹ· τοὺς ὑπάτους, βῆλον δʹ· τοὺς κόμητας τῶν σεκόρων, βῆλον εʹ· τοὺς κανδιδάτους τῶν σεκόρων, βῆλον ϛʹ· τοὺς δομεστίκους τῶν σεκόρων, βῆλον ζʹ· τοὺς ἀπὸ ἐπάρχων, τοὺς στρατηλάτας. Ὁ δὲ ῥεφερενδάριος εἰσέρχεται ἀπὸ πλαγίου, ὅτε εἰσῆλθε τὸ βῆλον τῶν πατρικίων, καὶ ἵσταται ὄπισθεν 2.45 αὐτῶν· οἱ δὲ ἀσηκρῆται οἱ μὴ ὄντες ὕπατοι, εἰσέρχονται ἀμηνυτὶ ὅτε εἰσέλθῃ τὸ βῆλον τῶν ὑπάτων, καὶ ἵστανται ὄπισθεν τῶν ὑπάτων· ὁμοίως εἰσέρχονται οἱ σιλεντιάριοι εἰς τὴν συμπλήρωσιν τῶν ζʹ βήλων, καὶ ἵστανται ὄπισθεν ἔνθεν κἀκεῖθεν. Τῷ δὲ τῆς καταστάσεως κελεύουσιν οἱ δεσπόται λαλῆσαι πρὸς τοῦ ἐλθεῖν τὰ βῆλα τῷ ὀφείλοντι προβληθῆναι, καὶ ὅτε θέλει εἰσάξαι τὰ βῆλα, λέγει πρὸς τὰ μέρη τὸ ὄνομα μυστικῶς, καὶ ἀπέρχονται τὰ μέρη, καὶ ποιοῦσι τὰ ποιήματα τοῦ προβαλλομένου κατὰ τὸ ὄνομα. Καὶ ἀφ' οὗ σταθῇ τὸ σέκρετον κονσιστώριον, καὶ σταθῶσιν οἱ σιλεντιάριοι ἔνθεν κἀκεῖθεν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ ἐπαίρει ὁ τῆς καταστάσεως μετὰ τοῦ σεκουνδικηρίου τὸν προβαλλόμενον πατρίκιον, καὶ ἵσταται μέσον τοῦ σεκρέτου, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως καὶ τοῦ ἑτέρου σιλεντιαρίου· κἄν τε εἷς ἐστιν, κἄν τε δύο, κἄν τε τρεῖς, καὶ αὐτοὶ συνεισέρχονται ὑπὸ σιλεντιαρίου κρατούμενοι, καὶ πίπτουσιν οἱ προβαλλόμενοι καὶ μόνον, καὶ εἰσάγουσι τὸν πρῶτον αὐτῶν ἔμπροσθεν τοῦ ὑποποδίου τῶν δεσποτῶν, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ δύο γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἐγερθεὶς ἁπλοῖ τὰς χεῖρας, καὶ λαμβάνει τὰ κωδικέλλια παρὰ τῶν δεσποτῶν καὶ φιλεῖ τὰς χεῖρας αὐτῶν, καὶ ἵστησιν αὐτόν, ὅπου ἵστανται οἱ λοιποί, καὶ εἰσάγει τὸν δεύτερον, καὶ προσφέρει κἀκεῖνον ἐν τῷ ὑποποδίῳ, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας ὁμοίως καὶ τὰ γόνατα