δὲ ἢ ὡς εἴδωλα ἐντετύπωται, φασί, τῇ αἰγίδι, ἢ ὡς διαθέσεις καὶ δυνάμεις ἄρρητοι καὶ θεῖαί τινες. ∆ηλοῖ δὲ διὰ τούτων ὁ μῦθος τὰ πολύτροπα τῆς φρονήσεως ἐνεργήματα, ἥτις ἐριστικὴ τοῖς ἐχθροῖς ἐπαιγίζουσα δέος τε ἐμποιεῖ καὶ εἰς φόβον, ἤτοι φυγήν, διώκει καὶ ἀλκὴν ἐνδείκνυται καὶ τὸ γοργὸν καὶ ὀξὺ πρὸς ἐνέργειαν καὶ τὸ καταπληκτικὸν ἔχει πολύ. (ῃ. 743 ς.) Λέγει δὲ ἐκφραστικῶς ὁ ποιητὴς καὶ τὸ «κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον, χρυσείην, ἑκατόν», ἤτοι πολλῶν, «πόλεων πρυλέεσιν», ὅ ἐστι πεζοῖς ὁπλίταις, «ἀραρυῖαν». Καὶ ὅρα ὡς μεγίστην κατὰ μῦθον πλάττει τὴν ῥηθεῖσαν κυνέην, εἴγε τοσούτων πόλεων ὁπλίτας καλύπτειν καὶ σκέπειν ἠδύνατο. Καὶ ἔστι καὶ τοῦτο συλλογισμὸς τὸ σχῆμα, εἴτ' οὖν ἔμφασις. Συλλογιστέον γὰρ οἵα κεφαλὴ καὶ τὸ λοιπὸν ἀναλόγως τοῦ σώματος μέγεθος τῇ Ἀθηνᾷ, εἰ τοιαύτην περικεφαλαίαν περιέκειτο. Τινὲς δέ φασιν, οὐχ' ὅτι ἑκατὸν πόλεων ὁπλίτας ἠδύνατο σκέπειν, ὡς τοσούτοις ἀριστεῦσιν ἁρμόσαι δυναμένη, ἀλλ' ὅτι ἑκατὸν πόλεων ὁπλίτας εἶχεν ἐντετυπωμένους 2.186 ἑαυτῇ. Τοῦτο δὲ καὶ ἀλληγορίαν ἔχειν ἐθέλει τοῦ προνοητικοῦ τῆς τελείας καὶ μάλιστα βασιλικῆς φρονήσεως, ἥτις ὥς που ὁ παρὰ τῷ Ἰουλιανῷ Τραϊανὸς ἐπὶ τῶν ὤμων φέρει τὰ τρόπαια, οὕτως αὐτὴ ἀναδέδεκται ὡς οἷον εἰς κεφαλὴν φροντίδας πολλῶν πόλεων, ἧς δὴ βασιλικῆς προνοίας καὶ τὰ κατωτέρω καὶ ταπεινὰ καὶ ὡς εἰπεῖν πρὸ ποδῶν φροντίσματα, ὧν οἱ θύσανοι σύμβολον, πολλὰ τυγχάνει καί, ὡς ἄν τις καιρίως εἴπῃ, πολυσχιδῆ. Σχίσματα γάρ τινα καὶ οἱ θύσανοι. Ὅθεν ἀρειθύσανοι κατὰ Παυσανίαν Ἄρεος θύσανοι οἱονεὶ ἀποσχίσματα παρ' Αἰσχύλῳ ἐν Προμηθεῖ Λυομένῳ. Τινὲς δὲ τὸ «ἑκατὸν πόλεων πρυλέεσσιν ἀραρυῖαν» οὕτως ἔφρασαν· ἑκατὸν πόλεων ἀριστεῖς ἔχουσαν, ἢ κεκοσμημένην τοῖς τῆς Κρήτης ὁπλίταις, τουτέστι τὰ τῶν Κορυβάντων ἔργα ἔχουσαν ἐντετυπωμένα. Ὅτι δὲ ἑκατόμπολις ἡ Κρήτη, καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. ὡς δὲ καὶ Κρῆτες οἱ Κορύβαντες, δῆλον καὶ αὐτό. Εὐθεῖαν δέ φασί τινες τοῦ πρυλέεσσι πρύλις, γινομένην ἐκ τοῦ περῶ περύω, τὸ ὁδεύω, περύσω, πέρυλις καὶ πρύλις, ὡς δαμάσω δάμαλις. [Ἴσως δὲ συντελεῖ τι πρὸς τὴν τοιαύτην κλίσιν καὶ τόνωσιν καὶ τὸ κύριον ὁ Πρύλις, ὁ παρὰ Λυκόφρονι.] Καὶ μὴν ἄλλοι, ἐν οἷς καὶ Ἡρῳδιανός, πρυλής γράφουσιν ὀξυτόνως καὶ κλίνουσι κανονικῶς πρυλέος, πρυλοῦς, ὥς που καὶ προείρηται. [Καὶ ἔστιν ἀσφαλέστερον τοῦτο. ἀπὸ γάρ τοι τοῦ πρύλις 2.187 πρύλεες ὤφειλεν εἶναι ὡς ὄφεες, ἀλλὰ μὴν εὕρηται πρυλέες ὡς εὐσεβέες.] (ῃ. 743) Τὸ δὲ τετραφάληρον καὶ ἀμφίφαλον ἐξηγούμενοι οἱ παλαιοί φασιν, ὅτι φάλοι μὲν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι, φάλαρα δὲ κρίκοι τινὲς τῆς περικεφαλαίας ἐν ταῖς παραγναθίσιν, ὡς εἶναι διαφορὰν ταύτην φάλων καὶ φαλάρων. Τινὲς μέντοι ταὐτὰ ὑπέλαβον ἀμφότερα, ὡς εἶναι τὸ τετραφάληρον ἐξηγητικὸν τοῦ ἀμφίφαλον. ἡ γὰρ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα τοιαῦτα καὶ αὖ πάλιν ἐν τοῖς ἔμπροσθεν καὶ ὄπισθεν ἀμφίφαλος μὲν ἤγουν δίφαλός ἐστι τῇ συζύγῳ, τετραφάληρος δὲ τοῖς καθ' ἕν. Ὅτι δὲ φάλαρα καὶ ἵππων ἐστὶ κόσμος προμετωπίδιος, ὡμολόγηται, γινόμενος καὶ αὐτὸς ἀπὸ τοῦ φάω, τὸ λάμπω, ὅθεν φάλιον τὸ λευκόν, ἐξ οὗ ἵππος τε φάλιος ὁ τὸ μέτωπον, φασίν, ἔχων λευκόν, καὶ ἄνθρωπος φάλιος, οὗ αἱ περὶ τὸ μέτωπον τρίχες λευκαί. Τινὲς δὲ καὶ ἄλλως περὶ τοῦ φάλου φράζοντες ἀνάστημά φασιν αὐτὸν περικεφαλαίας προμετωπίδιον καὶ ἀσπιδίσκιόν τι μικρὸν καὶ λαμπρὸν ἢ ἧλον λαμπρόν. (ῃ. 740 ς.) Ἐν δὲ τῷ χωρίῳ τούτῳ ὅρα καὶ τὴν ἐπιμονὴν τῆς ˉἐˉν προθέσεως καὶ τὸ ἐν τῇ ἐπιμονῇ γοργόν. Φησὶ γὰρ «ἐν δ' ἔρις, ἐν δ' ἀλκή» καὶ τὰ ἑξῆς, ὡς καὶ ἀλλαχοῦ ἐν τῷ «ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστύς». Τὸ δὲ σχῆμά ἐστι περικαλλὲς καὶ καλεῖται ἐπαναφορὰ διὰ τὸ τὰ 2.188 κῶλα ἐπαναφέρειν καὶ ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχεσθαι. Εἰσὶ δὲ καὶ παρ' ἑτέροις ὅμοιαι ἐν προθέσεσιν ἐπιμοναί, ὡς καὶ παρ' Ἡροδότῳ τὸ «κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα, κατὰ δὲ τὰ τέκνα». Ἡ δὲ ῥηθεῖσα ἔκφρασις κεκαλλώπισται καὶ ἄλλως παρίσοις, ἤγουν ὁμοιοτελεύτοις, τῷ ἀλκή, ἰωκή, κεφαλή,