76
δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλῶνος, καὶ ἀπὸ Αἰθιοπίας, καὶ ἀπὸ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίασ9, κ.τ.λ. Μνήμην τῆς τῶν ἐθνῶν ποιησάμενος πίστεως εἰς τὸν ἐκ ῥίζης Ἰεσσαὶ, καὶ τοῦ τῶν Ἰουδαίων μέμνηται μέρους. Ὡς ἂν μὴ δόξῃ τούτοις τὴν παρουσίαν 2052 ἔχειν ἀνόνητον, ἣν δηλοῖ διὰ τοῦ· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. Ἀνθ' οὗ φησὶν Ἀκύλας· Προσθήσει Κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ. Σύμμαχος δὲ, ἐκ δευτέρου, φησίν. Ὡς γὰρ ἐν Αἰγύπτῳ ταλαιπωρουμένους αὐτοὺς ἠλευθέρωσεν τὴν παραδοξοποιὸν αὐτοῦ χεῖρα τοῖς Αἰγυπτίοις ἐπαγαγὼν, οὕτω πάλιν διὰ παραδόξων αὐτὴν ἔργων κινήσειεν ὑπὲρ τοῦ κτήσασθαι, καὶ ζηλωτὸν ποιῆσαι τὸ καταλειφθὲν τοῦ λαοῦ, περὶ οὗ τὸ, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα προέλεγεν, τὸ τῶν ἀποστόλων καὶ πεπιστευκότων σημαίνων μέρος ἐξ Ἰσραήλ. Ὃ δὴ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν, ἐκ πάσης τῆς ἐν ἔθνεσιν Ἰουδαίων διασπορᾶς τοῖς διαφόρως αὐτοὺς πολεμήσασιν. Οἱ πανταχοῦ γὰρ πιστεύσαντες, λεῖμμα κατ' ἐκλογὴν λέγονται χάριτος. Οὓς καὶ δοξάσειν φησὶν εἰκότως. Αἱ πανταχοῦ γὰρ Ἐκκλησίαν διὰ τούτων συνέστησαν. Καὶ τὸ θεῖον Εὐαγγέλιον ἐκηρύχθη τοῖς ἔθνεσιν, συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ Θεοῦ σημείοις καὶ τέρασιν, δοξάζοντός τε παρὰ πᾶσι τοῖς πιστεύσασιν. Τινὲς δὲ λεῖμμά φασι, τὸ ἀπὸ τῶν πολεμίων περισωθὲν, οἷς οὐκ αὐτάρκη τὰ ἐν Αἰγύπτῳ, καὶ ἐρήμῳ, καὶ διὰ τοῦ Υἱοῦ, καὶ τῶν Κριτῶν πρὸς θεογνωσίαν ὑπῆρξε σημεῖα. ∆ιὸ προσθήσει κατὰ τὴν ἐπιδημίαν τὴν χεῖρα, ὡς ἂν εἰς ζῆλον ἀγάγοι τὸ ὑπόλοιπον τοῦ λαοῦ, πρὸς τὸ μὴ παραχωρῆσαι τούτου τοῖς ἔθνεσιν. Ὁμοίως δὲ καθηγητὴν ἐπιγράφεσθαι τὸν Χριστὸν, ὃς δή φησι διὰ φωνῆς τοῦ ∆αβίδ· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ἐπ' αὐτοὺς, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ἥκειν γὰρ ἔλεγεν εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ τοῖς ἰδίοις παρήγγελλε μαθηταῖς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι. Τοῦ δὲ Ἰσραὴλ, πλὴν ὀλίγων, μὴ δεξαμένου, εἰς τὰ ἔθνη μετελθούσης τῆς χάριτος, γεγόνασιν οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. ∆ιὸ καὶ νῦν ὁ προφήτης τῶν ἐξ ἐθνῶν πρώτων μνησθεὶς, ἐπέθηκεν αὐτοῖς τοὺς ἐξ Ἰσραὴλ, ὡς εἰς νῶτον τεθειμένου ἐν τοῖς περιλοίποις, κατὰ τὸν θεῖον ∆αβίδ. Τοῦτο δὲ, φησὶ, τὸ κατάλειμμα ἀρεῖ σημεῖον ἐν τοῖς ἔθνεσιν, καὶ πρὸ πάντων συνάξει τοὺς ἀπολομένους Ἰσραήλ· αὐτοῖς γὰρ πρώτοις ἐκήρυξαν. Ἃ πρόβατα συμφώνως ἀπολωλότα φησὶν ὁ Σωτήρ. Τίς δὲ συνάξει, ἢ ὁ τῶν ἀποστόλων χορὸς, Ἢ ὁ ἐκ ῥίζης ἀνιστάμενος Ἰεσσαί; Πρὸς γὰρ μίαν Ἐκκλησίαν τοὺς πρὶν ἀλλήλοις ἀντικαθεστῶτας συνήγαγεν. ∆ιμερεῖς γὰρ ἦσαν ἐν Ἱερουσαλήμ τε καὶ Σαμαρείᾳ· τὸ δὲ σημεῖον ὅπερ ἦρεν, ἐστὶν περὶ οὗ φησιν ὁ Σωτήρ. "Καὶ ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου," λέγων δηλαδὴ τὸν σταυρὸν, δι' οὗ τοῖς ἁγίοις ὁ κόσμος ἐσταύρωται, καὶ οὗτοι τῷ κόσμῳ. Οὗ δὴ νῦν τὴν δύναμιν ἡ προφητεία σημαίνουσα, καὶ τίνος χάριν ἡ σωτηρία διὰ σταυροῦ τοὺς πιστοὺς ἐκ τῶν τεσσάρων, φησὶ, περάτων τῆς οἰκουμένης συνάγεσθαι, τῶν ἄκρων τοῦ 2053 παντὸς εἰς τὸ μέσον συναπτομένων, καὶ τῆς ἐν τῷ μέσῳ δυνάμεως πρὸς τὰ τέσσαρα μέρη περατουμένης Τετραχῆ γὰρ τοῦ σταυροῦ τὰ μέρη διῄρηται, δι' οὗ συνάγονται δύναμιν ἔχοντος καθαιρετικὴν ἀρχῶν καὶ ἐξουσιῶν, ἃς ἐν τῷ ξύλῳ ἀπεκδυσάμενος ἐθριάμβευσεν· ὃ δὴ νοήσας ὁ ἐκ τῶν ἀπολωλότων Ἰσραὴλ Παῦλός φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ· ἐκ δὲ τῆς ἱστορίας, πράγματος νοητοῦ τῷ προφήτῃ γέγονεν ἀφορμή. Ὡς γὰρ ἁλόντες αἰχμάλωτοι Ἰούδας καὶ Ἐφραῒμ, εἶτα τυχόντες ἀφέσεως, οὐκέτι διῃρημένως κατῴκησαν, ἀλλὰ πάντες ἐν Ἱερουσαλὴμ μηκέτι μεμερισμένην ἔχοντες τὴν ἀρχὴν, ἀλλ' εἰς ἕνα πάντες Ζοροβαβὲλ τὸν τοῦ Σαλαθιὴλ ἐκ σπέρματος ὄντα ∆αβὶδ καὶ φυλῆς Ἰούδα, καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ καὶ ἀρχιερέα τυγχάνοντα. Οὕτω νῦν ἐγηγερμένου τοῦ τιμίου