De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τῶν δύο δεσποτῶν, καὶ λαβὼν τὰ κωδικέλλια φιλεῖ τὰς χεῖρας, καὶ ὀπισθοποδεῖ κἀκεῖνος, ὁμοίως καὶ οἱ λοιποί, ὅσοι ἐάν εἰσιν, ποιοῦσιν οὕτως, κἄν τε τρεῖς, κἄν τε τέσσαρες. Καὶ ὅτε λάβωσιν οἱ ἀμφότεροι τὰ κωδικέλλια καὶ σταθῶσιν, εἰσάγονται ἀπό τε τοῦ μαγίστρου μέχρι τῶν ἐσχάτων συγκλητικῶν ἔμπροσθεν τῶν δεσποτῶν, κρατούμενοι ὑπὸ σιλεν 2.46 τιαρίων, ἀπευχαριστοῦντες. Καὶ ὅτε πληρώσῃ ἡ σύγκλητος τὴν εὐχαριστίαν, προσφέρει πάλιν ὁ τῆς καταστάσεως τὸν προβληθέντα πρῶτον, καὶ πίπτει ἐν τῷ ὑποποδίῳ καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου δεσπότου, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ εὔχεται τοὺς δεσπότας, ὡς τιμηθείς. Καὶ ἵστησιν αὐτὸν ὁ τῆς καταστάσεως ἔνθα ἐστὶν ἡ τιμὴ αὐτοῦ, κἂν στρατηγὸς κἂν ἔμπραττος, κἄν τε ἄπραττος, ὁμοίως καὶ τοῖς λοιποῖς ποιεῖ οὕτως, πίπτουσιν κἀκεῖνοι καὶ φιλοῦσιν τοὺς πόδας καὶ τὰ γόνατα, καὶ ἵστησιν αὐτούς, ἕκαστον κατὰ τὴν τιμὴν αὐτοῦ, καὶ ὅτε συμπληρώσωσιν ἀμφότεροι οἱ προβληθέντες, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· "Κελεύσατε" καὶ εὔχονται τό· "Εἰς πολλοὺς χρόνους." Καὶ ἐξέρχεται ἡ σύγκλητος μετὰ τῶν προρρηθέντων, καὶ λαμβάνουσιν οἱ σιλεντιάριοι τὰ κωδικέλλια αὐτῶν, καὶ ἕκαστος σιλεντιάριος ὀψικεύει τὸν ἴδιον αὐτοῦ, βαστάζοντες τὰ κωδικέλλια αὐτῶν. Καὶ ἐξέρχονται διὰ τῆς προελεύσεως, καὶ ἀπέρχονται εἰς τὴν ἐκκλησίαν τοῦ Ἱπποδρόμου, καὶ ἅπτουσι κηρούς, ὀψικευόμενοι ὑπὸ ἀξιωματικῶν, καὶ ἀπέρχονται ἐν τῷ Κονσιστωρίῳ καὶ ἅπτουσι κἀκεῖσε κηρούς, ὁμοίως καὶ εἰς τοῦ Κυρίου. Καὶ ἵστανται οἱ ἀξιωματικοὶ καὶ τὰ σκουτάρια τοῦ ἀριθμοῦ καὶ οἱ διαιτάριοι τῶν ὅλων διαιτῶν καὶ οἱ δεκανοὶ εἰς τὸν μάκρωνα τῶν κανδιδάτων, καὶ ἀπέρχονται οἱ αὐτοὶ πατρίκιοι ὀψικευόμενοι μέχρι τῶν χαλκῶν πυλῶν τῶν κορτινῶν, καὶ λέγει ὁ ἀδμηνσουνάλιος, ἅπερ φωνοβολεῖ ὁ νουμεράριος καὶ λέγει· "Στήτω" καὶ κρατεῖ ὁ νουμεράριος τὸ βῆλον, καὶ πάλιν λέγει ὁ ἀδμηνσουνάλιος, ἅπερ φωνοβολεῖ ὁ νουμεράριος· "Λεβά, πατρίκιε στρατηγέ, λώκ," καὶ ἐξέρχεται ὁ πρῶτος πατρίκιος, καὶ πάλιν λέγει· "Στήτω" εἰς τὸν δεύτερον, καὶ λέγει, ἅπερ φωνο 2.47 βολεῖ ὁ νουμεράριος, εἰ μέν ἐστιν ἔπαρχος, εἴτε λογοθέτης, εἴτε κυαίστωρ, λέγει· "Λεβά, πατρίκιε ἔπαρχε, λώκ·" εἰ δέ ἐστιν πατρίκιος μόνον· "Λεβά, πατρίκιε." Καὶ ἐξέρχεται κἀκεῖνος εἰς τὴν πύλην, καὶ ἀπέρχονται οἱ αὐτοὶ πατρίκιοι ὀψικευόμενοι διὰ τῶν Σχολῶν, καὶ δέχονται τὰ μέρη ἕκαστον εἰς τοὺς ἰδίους τόπους, καὶ ἀκτολογοῦσιν ἕνα ἕνα πατρίκιον, ἕκαστον κατὰ τὴν τιμὴν αὐτοῦ, καὶ ἐπιδίδωσιν τὸ λιβελλάριν ὁ δήμαρχος τῷ πρώτῳ ὡς πρώτῳ, τῷ δευτέρῳ ὡς δευτέρῳ, ὁμοίως καὶ τοῖς λοιποῖς, λέγων καὶ τὰ ποιήματα αὐτῶν. Ὅτε δὲ λέγει τὸ ὄνομα καὶ τὴν ἀξίαν, προσκυνεῖ πρὸς τὸν δήμαρχον καὶ τὸν δῆμον, καὶ ὁ δήμαρχος πρὸς αὐτὸν ποιῶν τὸ σέβας· ὁμοίως ἀκτολογοῦσιν καὶ τοὺς λοιπούς, ὁμοίως καὶ ὁ δῆμος τοῦ Βενέτου. Καὶ ἀπέρχονται οἱ προβληθέντες διὰ τοῦ χυτοῦ τῆς Χαλκῆς εἰς τὸ Ἅγιον Φρέαρ, καὶ ἅπτουσιν κηροὺς καὶ εἰσέρχονται ἐν τῷ ναῷ, καὶ ἵστανται εἰς τὸ σκάμνον τῶν πατρικίων, καὶ ὅτε ἐστὶν ὁ καιρὸς γενέσθαι τὴν εὐχὴν τῶν πατρικίων παρὰ τοῦ πατριάρχου, ἔρχεται ὁ ῥεφερενδάριος καὶ προσκαλεῖται αὐτούς, καὶ εἰσέρχονται εἰς τὸν ναόν, εἰς τὴν σωλαίαν, ἔνθα ἵσταται τὸ ἀντιμίσιον. Καὶ ἐξέρχεται ὁ πατριάρχης ἐκ τοῦ θυσιαστηρίου, καὶ λαμβάνει τὰ κωδικέλλια ἐξ αὐτῶν, καὶ τίθησιν αὐτὰ ἐν τῷ ἀντιμισίῳ, καὶ ποιεῖ τὴν εὐχήν, καὶ εἶθ' οὕτως ἐπιδίδωσιν ἑνὶ ἑκάστῳ πατρικίῳ τὰ κωδικέλλια αὐτῶν, καὶ ἕκαστος πατρίκιος τίθησιν τὸ ἀποκόμβιον αὐτοῦ ἐν τῷ ἀντιμισίῳ, ὁ στρατηγὸς νομίσματα οβʹ, ὁ ἔμπραττος νομίσματα νʹ, ὁ ἄπραττος νομίσματα λϛʹ. Καὶ ἀπέρχεται ὁ πατριάρχης ἐν τῷ ἀντιμισίῳ, ἔνθα μεταδίδει, καὶ εἰσέρχονται οἱ πατρίκιοι καὶ κοινωνοῦσιν, εἶθ' οὕτως ἀπέρχονται εἰς τὸ σκάμνον τῶν πατρικίων, καὶ φοροῦσιν σαγία ἀληθινὰ ἀμφότεροι καὶ διαμερίζεται τὸ ὀψίκιν εἰς τοὺς προβληθέντας, καὶ ἀναχωροῦσιν εἰς τοὺς οἴκους αὐτῶν ὀψικευόμενοι. Καὶ οἱ σιλεντιάριοι φοροῦντες 2.48 σαγία ῥοῆς καβαλλάριοι, βαστάζοντες τὰ κωδικέλλια αὐτῶν, καὶ ἀπέρχονται μέχρι τῶν οἴκων αὐτῶν ὀψικεύοντες. Εἰ μὲν ἔχει γυναῖκα ὁ προβληθεὶς πατρίκιος, ἐπιδίδωσιν ὁ σιλεντιάριος τὰ κωδικέλλια τῇ πατρικίᾳ, καὶ λαμβάνει ἐξ αὐτῆς νομίσματα ιβʹ· εἰ δὲ οὐκ ἔχει γυναῖκα, τίθησιν αὐτὰ εἰς τὸν κράβαττον αὐτοῦ, καὶ λαμβάνει τὰ ιβʹ νομίσματα ἐξ αὐτοῦ, καὶ ἀριστᾷ μετ' αὐτοῦ, καὶ οὕτως ἀναχωρεῖ εἰς τὸν οἶκον αὐτοῦ. Χρὴ δὲ γινώσκειν ὅτι ἐν ἑορτῇ προβολὴ πατρικίου οὐ γίνεται· τὴν δωδεκαήμερον τῶν ἑορτῶν γίνεται καὶ τὴν ἑξαήμερον τῆς διακαινησίμου, καὶ τὴν ἡμέραν τῶν Βαΐων καὶ ἐν παγανῇ