77
σταυροῦ, γέγονεν ἄφεσις τῶν ἐν αἰχμαλωσίᾳ τῇ νοητῇ, συνδρομή τε πάντων εἰς ἑνότητα πίστεως, καὶ τῶν ἀκαθάρτων πνευμάτων ἀπηλλαγμένοι, εἰς τὴν Ἐκκλησίαν Χριστοῦ, τὴν νοητὴν συνῆλθον, Σιὼν, ἤγουν Ἱερουσαλὴμ, ὑφ' ἕνα τελοῦντες βασιλέα Χριστὸν, οὗ τύπος ὁ Ζοροβαβὲλ ἐκ τῆς αἰχμαλωσίας ἀνακομίζων τὸν Ἰσραὴλ, καὶ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας. Ἐν ταυτῷ γὰρ ἄμφω νοεῖται Χριστὸς βασιλεύς τε καὶ ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν, κατὰ τὴν Παύλου φωνήν. Ὃς ὑπὲρ παντὸς τοῦ ἔθνους τὸν σταυρὸν κατεδέξατο, συνάγων ἄμφω τὸν Ἰούδαν καὶ τὸν Ἐφραΐμ. Κατὰ Καΐαφαν, τὸν διὰ τὸ σχῆμα τὸ ἱερατικὸν προφητεύσαντα. Καὶ οὐ μόνον ὑπὲρ αὐτοῦ, καθά φησιν Ἰωάννης, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Ἰησοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Πάντων γὰρ γέγονεν εἰρήνη, λύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ. Τὸ δὲ, Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, καὶ θάλασσαν ἅμα προνομεύσουσιν· τὸν εἰς τὰ ἔθνη διὰ γῆς τε καὶ θαλάττης δρόμον αἰνίττεται οὐκ Ἰουδαίοις χρωμένων κυβερνήταις, τοῖς δὲ λόγον τὸν τοῦ Χριστοῦ παραδεδειγμένοις, ἤτ' οὖν ἁπλῶς ἐθνικοῖς. ∆ιὰ θαλάττης γὰρ ἰὼν ὁ Παῦλος ἔφη· Νυχθήμερον πεποίηκα ἐν τῷ βυθῷ. Ἐπιβῆναί τέ φησιν αὐτὸν ὁ Λουκᾶς ἐν πλοίῳ Ἀλεξανδρινῷ παρασήμῳ ∆ιοσκόροις. Ταῖς γὰρ πρώραις ἀεὶ θεῶν εἰκόνας ἐνέγραφον, ὡς καὶ νῦν ἁγίων μαρτύρων. Πρὸς ὃ εἰκότως τὸ ἀλλοφύλων ἐκ πολλοῦ προτεθέσπισται. Σωτῆρας δὲ πλεόντων εἶναι τοὺς ∆ιοσκόρους ἐδόξαζον. Ἐν ταυτῷ δὲ, φησὶ, τὴν θάλασσαν προνομεύουσι, τὰς νήσους οὕτω καλῶν. Ἐν παρόδῳ γὰρ αὐτὰς διερχόμενοι, τοῖς ἐνοικοῦσιν εὐ 2056 ηγγελίζοντο. Καθὰ δὴ τοῖς ἐν Μελίτῃ κατοικοῦσιν ὁ Παῦλος, ὅτεπερ εἰς Ῥώμην ἠπείγετο. Πολλάς τε κατ' αὐτὴν ἰάσεις ἐργασάμενος, πολλοὺς μετέθηκεν εἰς εὐσέβειαν. Καὶ ἄλλως δὲ, τὴν θάλασσαν προνομεύσουσιν, τοῦ δράκοντος, καὶ τῶν ὑπ' αὐτῷ τελούντων περιγινόμενοι καθάπερ ἴδια σκῦλα τοὺς πλανωμένους λαμβάνοντες. Θάλασσαν γὰρ, νῦν τὸν τῆς κακώσεως ἀκουστέον τόπον, ὃν καὶ κοιλάδα λέγεσθαι κλαυθμῶνος ἀλλαχοῦ μεμαθήκαμεν. Οὗτοι δὲ καὶ τὴν Ἰδουμαίαν προνομεύειν λέγονται τῶν γηΐνων ἐπικρατοῦντες πραγμάτων. Καὶ Μωὰβ, ὃς ἑρμηνεύεται, ἐκ πατρός. Πρὸς οὓς ἔλεγεν ὁ Σωτὴρ, ὅτι "Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ." Τούτοις τὰς ἑαυτῶν ἐπιβάλλουσι χεῖρας, διὰ πράξεως ἀγαθῆς ὑποχειρίους λαμβάνοντες. Οἱ δὲ υἱοὶ Ἀμμὼν ἐπακούσονται πρῶτοι. Καὶ γὰρ οἱ τὴν κακίαν ἐλάττους, τοὺς χείρονας εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ προσλαμβάνουσιν. Ἑρμηνεύεται δὲ Ἀμμὼν, λαὸς μεθ' ἡμῶν. Κατὰ δὲ τὴν ἱστορίαν, τὰ νῦν ἔθνη κατειλεγμένα δυσμενεῖς ἦσαν τοῦ παρ' Ἰουδαίοις τιμωμένου Θεοῦ κατὰ τὸν τοῦ προφήτου καιρόν. Ὅθεν ὀνομαστὶ τούτους ἐξέθετο, ὡς καὶ τούτους προσιεμένους τὴν θεοσέβειαν. Ἔθνη δὲ ταῦτα τῶν τὴν Ἀραβίαν οἰκούντων. Θεοῦ γὰρ Ἐκκλησιῶν οἱ Χριστοῦ μαθηταὶ τὰς χώρας ταύτας ἐπλήρωσαν, ὅτε τὰς ἑαυτῶν χεῖρας, καὶ τὰς δι' αὐτῶν ἐπιτελουμένας πράξεις ἐπὶ τὴν Ἀραβίαν ἐξέτειναν. Ὁμόρους δὲ ὄντας τοῖς Ἰουδαίοις εἰκὸς καὶ πρώτους τὸ κήρυγμα δέξασθαι. Πλὴν οὔτε τὸ Ἑβραϊκὸν, οὔτε τῶν ἑρμηνευτῶν οἱ λοιποὶ, τὴν προσθήκην περιέχουσιν τοῦ, πρῶτοι. ιε, ιʹ. 9Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι9, κ.τ.λ. Ὁ παρὼν λόγος οὐκ ἔστι περὶ τῆς Αἰγύπτου· ἰδιάζει γὰρ ἡ περὶ αὐτῆς προφητεία. Καὶ προγέγραπται ταύτης, Ὅρασις Αἰγύπτου. Τοῖς δὲ προλαβοῦσίν ἐστιν ἀκόλουθος, ὡς τοῦ ἐκ ῥίζης Ἰεσσαὶ δεισιδαιμονεστάτους καὶ τούτους ὄντας, μεθ' ὧν ἔλεγεν περὶ τὴν Ἰουδαίαν ἐθνῶν, τῆς πλάνης αὐτοὺς ἀπαλλάξοντος διὰ τὸ κατ' ἐκλογὴν ὄντων τῶν ἐξ Ἱερουσαλὴμ μαθητῶν, μηδενὸς αὐτοῖς ἐμποδὼν ἐσομένου. Πάλαι γὰρ τῶν ἐθνῶν ἀνίκτως ἐχόντων πρὸς ἄλληλα, τοῖς διαβαίνειν ἐξ ἑτέρων εἰς ἑτέρους ἐθέλουσιν, οὐκ ἦν ὁδὸς ἀσφαλής. Πολλῷ δὲ μᾶλλον εἰ καὶ κινεῖν ἐπεχείρουν τὰ καθεστῶτα· Θεὸς δὲ τοῖς ἀποστόλοις τὸν δρόμον τὸν πανταχοῦ