De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
κυριακῇ· καὶ τὸ ἅγιον Σάββατον μηνύεται ἡ σύγκλητος ἵνα βαστάζωσιν τὰ ἄσπρα χλανίδια μετὰ τῶν ἀτραβατικῶν, καὶ πρὸ τοῦ ἀπελθεῖν τοὺς δεσπότας εἰς τὴν ἐκκλησίαν, δέχεται σέκρετον μετὰ λευκῶν χλανιδίων εἰς τὸν Χρυσοτρίκλινον, καὶ γίνεται ἡ προβολὴ τῆς πατρικιότητος, καὶ δίδοται μεταστάσιμον ἐν τῷ Κονσιστωρίῳ, καὶ ἀλλάσσει πᾶσα ἡ σύγκλητος ἀτραβατικὰ χλανίδια κατὰ τὴν συνήθειαν τῆς ἡμέρας τοῦ ἁγίου Σαββάτου, ὁμοίως καὶ οἱ προβληθέντες πατρίκιοι τὰ ἀτραβατικά, εἰ μέν ἐστιν στρατηγὸς φορεῖ σαγίον ἀληθινόν, βαστάζων καὶ τὰ κωδικέλλια αὐτοῦ ἔμπροσθεν τῶν δεσποτῶν. Καὶ ἀπέρχονται μέχρι τῆς ἐκκλησίας, καὶ ὅτε ἀλλάξωσιν οἱ δεσπόται τὰς ἐνδυτὰς τῆς ἐκκλησίας, ὑποστρέφουσιν ἐν τῷ παλατίῳ καὶ ἀλλάσσουσιν οἱ προβληθέντες πατρίκιοι τὰ ἄσπρα χλανίδια, καὶ ἐπαίρουσιν οἱ σιλεντιάριοι τὰ κωδικέλλια αὐτῶν. Οἱ μὲν στρατηγοὶ μετὰ σαγίων ἀληθινῶν ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ, καθὼς τὰ προρρηθέντα, διὰ τῶν Σχολῶν καὶ τὰς δοχὰς τῶν μερῶν, καὶ ἐξέρχεται ὁ πατριάρχης ἐκ τοῦ θυσιαστηρίου, καὶ ποιεῖ τὴν εὐχήν, ὡς ἔχει ἡ συνή 2.49 θεια, καὶ ἀναχωροῦσιν εἰς τοὺς οἴκους αὐτῶν, καθὼς ἀνωτέρω εἴρηται. Ἐν ᾗ ἡμέρᾳ παρακυπτικὸν φιάλης γίνεται καὶ παρακύπτει μετὰ τὸ κωδικέλλιον, καὶ ἐν τῇ συμπληρώσει τοῦ παρακυπτικοῦ τῆς φιάλης τῶν Βενέτων ἀπέρχονται τὰ μέρη εἰς τοὺς τόπους αὐτῶν εἰς τὰς Σχολάς, ὁμοίως καὶ οἱ προβληθέντες πατρίκιοι ὀψικευόμενοι ἀπέρχονται εἰς τὰς Σχολάς, καὶ δέχονται αὐτοὺς τὰ μέρη, καὶ ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ, καὶ πληροῦται πᾶσα ἡ ἀκολουθία, ὡς ἔχει ἡ συνήθεια, καθὼς ἀνωτέρω εἴρηται. Εἰ δὲ οὐκ ἔστιν συγκλητικὸς ὁ προβληθεὶς πατρίκιος, ἀλλ' ἔστιν ἀπὸ σπαθίου, οὐκ εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, ἀλλ' ἐνδύει αὐτὸν ὁ τῆς καταστάσεως σαγίον ῥοῆς. Καὶ ὅτε εἰσέλθωσιν τὰ βῆλα ὅλα κατὰ τὴν συνήθειαν ἐν τῷ Χρυσοτρικλίνῳ καὶ σταθῶσι κονσιστώριον, κρατεῖ ὁ τῆς καταστάσεως τὸν ὀφείλοντα προβληθῆναι εἰς τὸ πούλπιτον τῶν ἀργυρῶν πυλῶν μετὰ ἄλλου σιλεντιαρίου, καὶ ἔρχεται ὁ ὀστιάριος μόνος, καὶ ἵσταται εἰς τὸ βῆλον ἔσωθεν, καὶ ὅτε λάβῃ τὸ νεῦμα παρὰ τοῦ πραιποσίτου, κρούει τὸ βῆλον, καὶ ἐπαίρει αὐτὸ ὁ σιλεντιάριος, καὶ εἰσέρχεται ὁ προβληθεὶς πατρίκιος ἀπὸ σαγίου ῥοῆς, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως καὶ ἑτέρου σιλεντιαρίου, καὶ πίπτει μετὰ τῶν σιλεντιαρίων ὁ προβληθεὶς τὸ πρῶτον, τὸ δεύτερον πίπτει εἰς τὴν μέσην τοῦ τρικλίνου, τὸ τρίτον πίπτει ἀπὸ διαστήματος τοῦ σένζου. Καὶ φέρουσιν αὐτόν, καὶ πίπτει ἔμπροσθεν τοῦ ὑποποδίου, καὶ φιλεῖ τοὺς πόδας τοῦ μεγάλου βασιλέως καὶ τὰ δύο αὐτοῦ γόνατα, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἁπλοῖ τὰς χεῖρας καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν τὰ κωδικέλλια, καὶ φιλεῖ τὰς χεῖρας τῶν δεσποτῶν, καὶ ὀπισθοποδεῖ αὐτὸν ὁ τῆς καταστάσεως, ἔνθα τὸ τρίτον προσεκύνησε, καὶ εἰσέρχονται οἱ πατρίκιοι 2.50 ἀπό τε μαγίστρων καὶ τῶν λοιπῶν πατρικίων, κρατούμενοι ὑπὸ σιλεντιαρίων, ἀπευχαριστοῦντες τοῖς δεσπόταις πατρίκιοι καὶ μόνον· οἱ δὲ λοιποὶ συγκλητικοὶ οὐ πίπτουσιν, ὡς μὴ γενομένου συγκλητικοῦ. Καὶ ἀπέρχεται ὀψικευόμενος ἐν τῷ Κονσιστωρίῳ, καὶ οὕτως ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ, καὶ τὰ λοιπὰ πάντα πληροῦται, ὡς ἔχει ἡ συνήθεια, καὶ ἐπὶ τῶν λοιπῶν πατρικίων καὶ ὅτε ἀναχωρεῖ ἀπὸ τῆς ἐκκλησίας, φορεῖ καὶ αὐτὸς σαγίον ἀληθινόν, καὶ οὕτως ἀναχωρεῖ εἰς τὸν οἶκον αὐτοῦ.
2.51 Νζʹ (ΜΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προβολῇ πατρικίων.
Εἰσελθὼν ὁ βασιλεὺς εἰς τὴν καμάραν τὴν οὖσαν πρὸς τὸν ναὸν τοῦ Ἁγίου Θεοδώρου ἔνδον τοῦ βήλου, προσκαλεῖται ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ περιβάλλουσι τὴν χλανίδα τὸν βασιλέα, καὶ τούτων ἐξελθόντων, στέφεται ὑπὸ τοῦ πραιποσίτου, ἔπειτα ἐξέρχεται ἐκ τῆς καμάρας, ἐν ᾗ ἐστέφθη, καὶ ἀνελθὼν καθέζεται ἐπὶ τοῦ σένζου αὐτοῦ, τοῦ ἱσταμένου εἰς τὸν Χρυσοτρίκλινον. Στάντων δὲ τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖθεν, οἱ κουβικουλάριοι καὶ οἱ σπαθαροκουβικουλάριοι ἵστανται ὀπίσω κύκλῳ τοῦ σένζου, καθώς ἐστιν τὸ ἡμικύκλιον, διὰ τὸ χωρηθῆναι τοὺς μέλλοντας εἰσελθεῖν διὰ τῶν ὀκτὼ βήλων· οἱ δὲ πρωτοσπαθάριοι εὐνοῦχοι ἵστανται πλησίον τοῦ σένζου. Εἶτα λαβὼν τὸν θυμιατὸν ὁ μινσουράτωρ ἢ καὶ ὁ παπίας τοῦ παλατίου τοῦ μεγάλου, θυμιᾷ ἀπὸ τοῦ αἰρομένου βήλου τοῦ Χρυσοτρικλίνου, καὶ ἀνέρχεται θυμιῶν τὸν βασιλέα, καὶ τοῦτο ποιῶν ἐκ γʹ ὑποχωρεῖ. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, ἀπέρχεται καὶ ἵσταται ἔμπροσθεν τοῦ βασιλέως