κατὰ τὸν ποιητήν. Εἰ μέντοι νοῦς ὁ Ζεὺς νοοῖτο, ἀνάλογος ἂν αὐτῷ καὶ ἡ αἰγὶς ἐκλαμβάνοιτο, δύναμις δηλαδή τις νοερά, οὐ μόνον ὑψηλὴ καὶ ἀνωφορουμένη, ἀλλὰ καὶ πολὺ τὸ πυκνὸν ἔχουσα καί, ὡς ἂν εἴπῃ τις, λάσιον, ὁποῖα λάσια καὶ τὰ τοῦ Ἀχιλλέως στήθη ὡς δασυστέρνου ἐν τῇ ˉα ῥαψῳδίᾳ νοοῦσί τινες. Ἡ δὲ τοιαύτη αἰγὶς κατὰ τὸν ποιητὴν φόβῳ τε ἂν στεφανοῖτο, φοβερὰ δηλαδὴ τοῖς ἀντιμάχοις ἐπαιγίζουσα, στεφανοίη δ' ἂν αὐτὴν καὶ ἡ ἔρις ἡ ἐπ' ἀγαθῷ πάντως, ἔχοι δ' ἂν καὶ ἀλκήν, ἀλλὰ καὶ γοργότητα τὴν ἐπὶ τοῖς πρακτέοις. Τοιαύτης οὖν οὔσης τῆς κατὰ νοῦν θεωρουμένης αἰγίδος, εἴη ἂν καὶ ἡ τῆς Ἀθηνᾶς αἰγὶς ὁμοία τῇ ἠθικευομένῃ ταύτῃ αἰγίδι τοῦ ∆ιός. Ἐκεῖνός τε γὰρ νοῦς τεθεώρηται καὶ αὐτὴ θυγάτηρ ἐκείνου. ἡ φρόνησις γὰρ νοός ἐστι προβολή. Ὅθεν καὶ ἡ αἰγὶς ἐπ' ἀμφοῖν τούτοιν συγγενής, καὶ ὅσα ἐπὶ μιᾶς τῆς τοῦ νοός, ταῦτα καὶ ἐπὶ τῆς ἑτέρας συμβιβάζοιτο ἄν, ἣν ἡ Ἀθηνᾶ φορεῖ. Ἰστέον δὲ καὶ ὅτι, ἐὰν καὶ εἰς ἀέρα ἡ Ἀθηνᾶ ἐκλαμβάνηται, ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ εἴρηται, εἴη ἂν οὕτω καὶ φυσικῶς ἡ αἰγὶς τῇ Ἀθηνᾷ, ὡς καὶ τῷ πατρὶ ∆ιΐ, προσαρμόζουσα. Κἀκεῖνο 2.192 δὲ ἰστέον, ὅτι νομοθετοῦσα μὲν ἡ Ἀθηνᾶ, ἤγουν ἡ φρόνησις, καὶ οἰκονομοῦσα καὶ δικάζουσα καὶ ὅλως εἰρήνην πραγματευομένη καὶ ἡσυχάζουσα καὶ εἰς θεωρίαν ἀπασχολοῦσα ἑαυτὴν καὶ οἷον οἰκουρίαν πολιτικήν, ἧς παρώνυμον τὰ οἰκούρια παρὰ Σοφοκλεῖ, ἅπερ εἰσὶν οἰκουρίας μισθοί, θήλεια τάχα πώς ἐστι καὶ μαλακῶς ἔχει καὶ τὸν ἑανὸν πέπλον ἐνδέδυται. ὅτε δὲ πολέμοις ἐπέξεισι καὶ μάχας τάττει καὶ ἀντεπεξάγεται τῷ βροτολοιγῷ, τηνικαῦτά γε τὸν πέπλον μὲν εἰς ἔδαφος καταχέει, μετασκευάζεται δὲ πρὸς τὸ ἀρρενωπότερον καὶ ὥσπερ ἐπαιγίζει τοῖς ἀντιπάλοις καὶ οὐκέτι γαληνὸν καὶ μαλακὸν ἀλλὰ γοργὸν ἐμβλέπει καὶ τὴν σμερδαλέαν καὶ δεινὴν αἰγίδα φορεῖ. (ῃ. 738) Ἔτι ἰστέον καὶ ὅτι ὁ παλαιὸς λόγος τοὺς θυσάνους, ὅ ἐστι κροσσούς, τῆς ῥηθείσης αἰγίδος ὄφεις βούλεται εἶναι ἢ ὀφεωειδεῖς. Φησὶ γοῦν Ἡρόδοτος, ὅτι τὴν ἐσθῆτα καὶ τὰς αἰγίδας τῶν ἀγαλμάτων τῆς Ἀθηνᾶς ἐκ τῶν Λιβυσσῶν ἐποιήσαντο οἱ Ἕλληνες, πλὴν ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσῶν ἐστι καὶ οἱ θύσανοι οἱ ἐκ τῶν αἰγίδων οὐκ ὄφιές εἰσιν ἀλλὰ ἱμάντινοι. Ὁ δὲ αὐτὸς λέγει καί, ὅτι δὲ ἐκ Λιβύης ἥκει ἡ στολὴ τῶν Παλλαδίων, δῆλον. αἰγέας γὰρ περιβάλλονται ψιλὰς περὶ τὴν ἐσθῆτα θυσανωτοὺς αἱ Λίβυσσαι, κεχρισμένας ἐρευθεδάνῳ. ἐκ δὲ τῶν αἰγέων τούτων αἰγίδας οἱ Ἕλληνες μετωνόμασαν. λέγει δὲ Ἡρόδοτος ἐν τούτοις αἰγέας μὲν δορὰς αἰγῶν, ὡς καὶ προείρηται, ἐρευθεδάνῳ δέ, ἤτοι ἐρυθροδάνῳ, κεχρισμένας τὰς ἐρυθροβαφεῖς. Σημείωσαι δὲ καὶ ὡς, εἴπερ αἱ πρῶται καὶ κυρίως αἰγίδες αἱ Λίβυσσαι θυσάνους εἶχον φρικτούς, ὁποίους Ἡρόδοτος ἱστορεῖ, ἔστιν αὐτόθεν νοῆσαι τὸ ἐν τῇ ποιητικῇ αἰγίδι φοβερὸν καὶ δεινὸν καὶ σμερδνόν, διὰ τοὺς ῥηθέντας δηλαδὴ ὄφεις. Τὸ δὲ «πλὴν ὅτι σκυτίνη ἡ ἐσθὴς τῶν Λιβυσσῶν» δηλοῖ τὰς παρ' Ἕλλησιν αἰγίδας ἐν ἀγάλμασι, τυχὸν ∆ιὸς ἢ Ἀθηνᾶς, ὑφαντὰς ἢ πλεκτάς τινας εἶναι καὶ οἷον σαγοειδεῖς μαλλωτάς, τυχὸν μὲν ἐξ εὐπορίστου ὕλης, τυχὸν δὲ καὶ ἐκ τιμιωτέρας, οὐ μὴν αὐτόχρημα 2.193 αἰγᾶς, ἤτοι αἰγίδας, ὅ ἐστιν αἰγῶν δοράς. Σημείωσαι δὲ ὅτι οὐ μόνον αἰγίδες τὰ ῥηθέντα λέγονται, ἀλλὰ καὶ ἄλλο τι ἡ λέξις δηλοῖ. Αἴλιος μὲν γὰρ ∆ιονύσιός φησιν· αἰγὶς τὸ ἐκ τῶν στεμμάτων δίκτυον. Παυσανίας δὲ τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ τῶν στεμμάτων πεπλεγμένον δίκτυον. Καὶ αὐτοὶ μὲν οὕτω. οἷον δὲ ἔργον ἡ τοιαύτη αἰγίς, οὐκ ἐδήλωσαν σαφῶς. Εἰκὸς δὲ τά τε εἰρημένα στέμματα ἐξ ἐρίων εἶναι κατὰ τὸ «στέμματα ξήνασα», καὶ τὰ ἐξ αὐτῶν δὲ πλεκόμενα μὴ αὐτόχρημα δίκτυα γίνεσθαι ἁλιευτικά, ὁποῖα δὲ τὰ εἰς ζώνην παρὰ τοῖς ὕστερον χρήσιμα, οἷς ἐπανθοῦν τι χνοῶδες ἐν τῷ γναφεύεσθαι ἀποτελοίη ἂν αἰγιδοειδῆ αὐτά. Τῶν δὲ μνημονευθέντων κροσσῶν διὰ τοῦ ˉο μικροῦ ἡ παραλήγουσα, οἷς δηλαδὴ τὸ ἄκρον σείεται. Ὁ μέντοι παρὰ Σοφοκλεῖ κρωσσός, ὅ ἐστι κρατήρ, γενόμενος, φασί, παρὰ τὸ κερῶ, καὶ ἐν συγκοπῇ κρῶ, τὸ σταλάσσω καὶ ἐπιχέω, καὶ οἱ παρὰ Λυκόφρονι δὲ καὶ ἑτέροις κρωσσοί, ἀγγεῖα ἐκεῖνα δεξιὰ ὑδρεύεσθαι, λάγυνοι ἴσως ἢ ξέσται καὶ