78
προποιεῖν ἐθέλων ἀκώλυτον, τὰς κατὰ μέρος καθελὼν δυναστείας, Ῥωμαίοις πάντα φέρων, ὑπέταξεν σύμβολον καταλύσεως τῆς 2057 ἐκ δαιμόνων πολυαρχία, μίαν τε πολιτείαν, καὶ μίαν ἀρχὴν, ὥσπερ οὖν Ἐκκλησίαν καὶ πίστιν, ἀπέδειξεν. Ὅτε δὴ καὶ Καῖσαρ Αὔγουστος ἐπιστρατεύσας Αἰγυπτίοις κεχείρωται, Θεοῦ νότῳ βιαίῳ πρὸς θάλασσαν τοῦ ποταμοῦ τὸ ὕδωρ κενώσαντος, δι' οὗ καὶ χωρὶς μάχης ἄβατον ᾤοντο Καίσαρι γενέσθαι τὴν Αἴγυπτον, διὰ πλῆθος ἅμα καὶ πλάτος τῶν ἀποτελουμένων ἐκ τούτου λιμνῶν ἃς ἄνωθεν καταῤῥέων ἐν τοῖς κάτω μέρεσιν ἀπεργάζεται διὰ τῶν ἑπτὰ στομά των, δι' ὧν ἐκδίδοται πρὸς τὴν θάλασσαν, ἃ δὴ φάραγγας ἡ προφητεία καλεῖ. Τοῦτο δὲ πάλιν αὐτὸς ἡμᾶς ὁ προφήτης διδάσκει λέγων· "Τάδε λέγει Κύριος Σαβαώθ· Καὶ πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν. Ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται," καὶ τὰ ἐπὶ τούτοις. Φίλον δὲ τῇ θείᾳ Γραφῇ καὶ αὐτὰς τὰς λίμνας θαλάσσας ἀποκαλεῖν. Πνεῦμα δέ φησι βιαιότατον, τὴν γενομένην τοῦ νότου κατὰ τῶν ὑδάτων ἐπαγωγὴν, ὡς τοσοῦτον ξηρανθῆναι τοῦ Νείλου τὰ στόματα, ὡς δύνασθαι καὶ μεθ' ὑποδημάτων διαβαίνειν αὐτά. Τινὲς δὲ τῶν ἐν τοῖς προφήταις τὰ μὲν ῥητῶς ἀξιοῦντες ἐννοεῖν, τὰ δὲ δι' ἀλληγορίας. Οἷον ῥητῶς μὲν, τὸν Ἰεσσαὶ, τροπικῶς δὲ, τὴν ἐκ τῆς αὐτοῦ ῥίζης ῥάβδον. Καὶ ῥητῶς μὲν, τὰ ἔθνη, τροπικῶς δὲ, δι' ὧν ἐν τοῖς πρόσθεν ἐδηλοῦτο θηρίων. Κἀν τοῖς μετὰ χεῖρας, Αἴγυπτον μὲν τὴν αἰσθητὴν χώραν τῶν Αἰγυπτίων φασὶν, ἣν οὐκ ἐρημώσειν ὁ Κύριος εἴρηται· θάλασσαν δὲ ξηραινομένην, τῆς εἰδωλολατρείας τὸ πλῆθος. Τοῦτο γὰρ ὑποφαίνειν τό τε Ἑβραϊκὸν, καὶ τῶν λοιπῶν τὰς ἐκδόσεις εἰπόντων συμφώνως, καὶ ἀναθεματίσει Κύριος τὴν γλῶσσαν θαλάσσης Αἰγύπτου. Θάλασσαν δὲ εἴωθεν ὁ λόγος καλεῖν, ἢ τῶν ἀσεβούντων τὸ πλῆθος, ἢ τῆς κακίας τὸ χύμα ἁλμυρῶν ὥσπερ ὑδάτων πεπληρωμένης. ∆ιὸ καὶ τὸν δράκοντα κατοικεῖν φησιν ἐν αὐτῇ. Ἄλλα τε γὰρ ὥς ἐστιν ἐν αὐτῇ λέγει ∆αβίδ· "Καὶ δράκων ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ." Καὶ νῦν οὖν γλῶσσαν ἀσεβῶν διὰ τούτων ὁ λόγος δηλοῖ πάλαι τὸν Θεὸν ἀγνοούντων, ὡς ἔφασκε Φαραώ· "Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἀποστελῶ." Ταύτην οὖν ἀναθεματίσειν φησὶν, ἵνα μὴ τὴν πλάνην γλώσσῃ Αἰγυπτίᾳ κρατύνωσι, μάθωσι δὲ λαλεῖν τὰ τοῦ Θεοῦ λόγια, ὀμνύναι τε ἐν τῷ ὀνόματι Κυρίου Σαβαὼθ, ὃ δή φησιν προϊών· ἐντεῦθεν σιγᾷ τὰ παρ' ἐκείνοις χρηστήρια, γοητεία τε πᾶσα καὶ πλάνη μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν ἐπαύσατο τῶν Αἰγυπτιαζόντων τὸ πρότερον. Εἰς δὲ τὸ ποταμὸν ἰδεῖν, πατασσόμενον, ἀφορμὰς ἐκ τῶν πρώην εἰρημένων ληψόμεθα, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλοὰμ, τὸ πορευόμενον ἡσυχῇ. ∆ιὰ τοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν, καὶ τὸ 2060 πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων. Οὕτως οὖν καὶ νῦν τὸ ἐξ αἰῶνος ἐν Αἰγύπτῳ βασίλειον ὁ προφήτης δηλοῖ, καθὰ φθάσας αὐτὸς ἐπὶ τοῦ βασιλέως τῶν Ἀσσυρίων ἑρμήνευσαν. Καὶ Ἰεζεκιὴλ δὲ ἀλληγορικῶς Αἰγύπτου λέγει ποταμοὺς, οὓς Φαραὼ πεποιηκέναι ἀλαζονεύεται. Εὐεργεσίας δὲ Θεοῦ ἡ ἀπὸ μοχθηρῶν πραγμάτων ἐρήμωσις ἐν καιρῷ ἐπαγομένη δεκτῷ· πνεῦμα δὲ βίαιον οὐκ ἂν ἁμάρτοις λέγων τὸν πρῶτον καθελόντα τὴν βασιλείαν Αἰγύπτου Ῥωμαίων ἄρχοντα. Μεθ' ὃ λοιπὸν μερικοὶ παρὰ τούτοις ὑπὸ Ῥωμαίων κατέστησαν ἄρχοντες ἐν Αἰγύπτῳ πολιτικοί τε καὶ στρατιωτικοὶ, νῦν ὀνομαζόμενοι φάραγγες, διὰ τὸ κοῖλον, ὥσπερ καὶ ταπεινότερον τῆς καθόλης ἐν αὐτῇ πρώην ἀρχῆς, ἣν κέκληκε ποταμόν. Τὸ δὲ πλῆθος τῶν κατ' Αἴγυπτον ἀρχόντων ὁ τῶν ἑπτὰ παρίστησιν ἀριθμός. Τούτων δὲ γενομένων, βατὴ γέγονε λοιπὸν τοῖς εὐαγγελιζομένοις ἡ χώρα. Τούτους γὰρ [καλεῖ] καταλειφθέντα λαὸν ἐν ὑποδήμασι τὸν ποταμὸν διαβαίνοντα, τάχα ἐπειδὴ Μωϋσεῖ καὶ Ἰησοῦ λέλεκται λῦσαι τὸ ὑπόδημα τοῦ ποδὸς, διὰ τὸ τὴν γῆν, ἐφ' ἧς εἱστήκεσαν, ἁγίαν εἶναι· μὴ τοιαύτην δὲ εἶναι τὴν Αἴγυπτον, ἀλλὰ βέβηλον, κελεύονται τὸν ποταμὸν ὑποδεδεμένοι καταπατεῖν. Ξηραίνεται δὲ βιαίῳ Θεοῦ κεκρατημένος