De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
μέσον τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ ἐφαπλώσας τὰς χεῖρας αὐτοῦ μετὰ τοῦ χλανιδίου αὐτοῦ, προσκυνεῖ τὸν βασιλέα, μὴ κλίνας τὰ γόνατα, εἰ μὴ μόνον τὸ σχῆμα τῆς προσκυνήσεως, ὃν τρό 2.52 πον ἡ τῆς ἡμέρας τάξις ἀπαιτεῖ. Καὶ εἶθ' οὕτως ἐξέρχεται μετὰ δύο ὀστιαρίων, ἔμπροσθεν αὐτοῦ βασταζόντων καὶ τὰ βεργία αὐτῶν ἐν τῷ Τριπέτωνι, καὶ εὑρίσκει τοὺς μαγίστρους ἑτοιμασθέντας παρὰ τοῦ τῆς καταστάσεως, καὶ προσκαλεῖται αὐτοὺς ὁ πραιπόσιτος· καὶ ἵστανται ἔξω τοῦ βήλου τῆς πύλης τοῦ Χρυσοτρικλίνου δύο σιλεντιάριοι, καὶ ἡνίκα προσκληθῶσιν οἱ μάγιστροι παρὰ τοῦ πραιποσίτου, αἴρεται ὕπερθεν τὸ βῆλον ὑπὸ σιλεντιαρίων, καὶ εἰσέρχονται οἱ μάγιστροι μετὰ τοῦ πραιποσίτου, τὸ πρῶτον βῆλον, καὶ στὰς ὁ πραιπόσιτος πλησίον τοῦ αὐτοῦ βήλου, οἱ δὲ μάγιστροι ὀπίσω αὐτοῦ, νεύει ὁ πραιπόσιτος τοὺς ὀστιαρίους, καὶ ἵστανται ἔνδον τοῦ βήλου. Λαβὼν δὲ νεῦμα ὁ ἔνδον πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσι νεῦμα τῷ μινσουράτωρι ἢ τῷ κουβικουλαρίῳ τῷ αἴροντι τὸ βῆλον, καὶ εἰσέρχεται ὁ πραιπόσιτος καὶ ἀνέρχεται ἐν τῇ στάσει αὐτοῦ· οἱ δὲ μάγιστροι εἰσελθόντες ἔνδον τοῦ βήλου, πίπτουσιν, καὶ ἀναστάντες ἵστανται ἐν τῇ τάξει αὐτῶν ἀπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖθεν. Καὶ αὖθις λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, εἰσέρχεται εἰς τὸ μέσον, καὶ προσκυνήσας, ὡς ἀνωτέρω εἴρηται, ἐξέρχεται μετὰ δύο ὀστιαρίων ἐν τῷ Τριπέτωνι, καὶ προσκαλεσάμενος τοὺς ἀνθυπάτους, εἰσάγει αὐτούς, βῆλον βʹ· προσκυνήσαντες δὲ καὶ αὐτοί, ἵστανται ἀπὸ τῶν μαγίστρων ἔνθεν κἀκεῖθεν, ὁ δὲ πραιπόσιτος ἀνέρχεται ἐν τῇ στάσει αὐτοῦ, τοῦτο δὲ ποιεῖ κατὰ εἴσοδον ἑκάστου βήλου. Καὶ αὔθις λαβὼν νεῦμα, ἐξέρχεται, ὡς ἀνωτέρω εἴρηται, ἐν τῷ Τριπέτωνι, καὶ προσκαλεῖται τοὺς πατρικίους καὶ στρατηγούς, καὶ εἰσάγει αὐτούς, βῆλον γʹ. Ἐκτελούντων καὶ αὐτῶν προσκύνησιν καὶ στάσιν, ὡς καὶ οἱ πρῴην. 2.53 Ἰστέον δὲ ὅτι, εἰ μὲν οὐκ ἔστιν ὁ ὕπαρχος πατρίκιος, ἐν τῷ τρίτῳ βήλῳ τῶν πατρικίων εἰσέρχεται ἐν τῇ δοχῇ, ἐὰν δὲ κυαίστωρ ἢ λογοθέτης ἢ γενικὸς ἢ ἐκ τῶν τὰ πρῶτα ὀφφίκια κατεχόντων οὔκ εἰσι πατρίκιοι, οὐδεὶς εἰσέρχεται μετὰ τῶν πατρικίων, ἀλλ' εἰσέρχονται μετὰ τῆς συγκλήτου. Καὶ λαβὼν πάλιν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, εἰσέρχεται εἰς τὸ μέσον, καὶ προσκυνήσας καὶ ἐκτελέσας πάντα ἃ ἐν τῷ πρώτῳ βήλῳ ἐξετέλεσεν, ἐξέρχεται μετὰ δύο ὀστιαρίων ἐν τῷ Τριπέτωνι, καὶ εἰσάγει τὴν σύγκλητον, δʹ βῆλον· ἐκτελοῦσιν δὲ καὶ αὐτοὶ ὁμοίως. Συνεισέρχονται αὐτοῖς διὰ τῆς πλαγίας αὐτῶν ἐν μὲν τῷ δεξιῷ μέρει οἱ βεστήτορες, ἐν δὲ τῷ εὐωνύμῳ ὁ λογοθέτης μετὰ τῶν ἀσηκρητῶν καὶ ὁ ῥεφερενδάριος μετ' αὐτῶν φορῶν φελώνην ἄσπρον. Ἰστέον δὲ ὅτι οἱ μὲν ἀσηκρῆται καὶ οἱ βεστήτορες καὶ ὁ λογοθέτης καὶ ὁ δεκανὸς εἰσιόντες οὐ πίπτουσιν, ἀλλ' ἵστανται ὄπισθεν τοῦ σεκρέτου ἔνθεν κἀκεῖθεν, ἡ δὲ σύγκλητος, ὡς προείρηται, ἐπελθοῦσα ἐκτελεῖ ἅπαντα, ὡς καὶ οἱ πρότερον. Εἶτα ἀνελθὼν πάλιν ὁ πραιπόσιτος, ἵσταται ἐν τῇ τάξει αὐτοῦ, καὶ λαβὼν παρὰ τοῦ βασιλέως νεῦμα, εἰσέρχεται μέσον, καὶ προσκυνήσας ἐξέρχεται μετὰ ὀστιαρίων καὶ βεργίων ἐν τῷ Τριπέτωνι, καὶ εἰσάγει τοὺς κόμητας τῶν σχολῶν εἰς τὸ εʹ βῆλον· ἐκτελοῦσιν δὲ καὶ αὐτοὶ ὁμοίως. Ὁ δὲ πραιπόσιτος ἀνέρχεται καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ, καὶ αὖθις λαβὼν νεῦμα εἰσέρχεται εἰς τὸ μέσον καὶ προσκυνεῖ, καὶ ἐξελθὼν εἰσάγει κανδιδάτους, βῆλον ϛʹ, καὶ αὐτοί, ὡς προείρηται, τὰ συνήθη ἐκτελέσαντες, ἵστανται ἐν τῇ τάξει αὐτῶν. Καὶ ὁ πραιπόσιτος εἰσελθὼν πάλιν καὶ προσκυνήσας, εἰσάγει δομεστίκους, βῆλον ζʹ· καὶ αὐτοὶ ἐκτελοῦσιν ὁμοίως. Εἶτα εἰσάγει τοὺς ἀπὸ ἐπάρχων, βῆλον ηʹ. 2.54 Καὶ τελεσθέντων τῶν ηʹ βήλων, συνεισέρχονται μετὰ τοῦ ὀγδόου βήλου ὁ τῆς καταστάσεως καὶ οἱ σιλεντιάριοι ἔνθεν κἀκεῖθεν ὄπισθεν τοῦ σεκρέτου, καὶ εἰ μὲν εἰσῆλθεν ὁ μέλλων γίνεσθαι πατρίκιος ἐν ἑνὶ τῶν βήλων, καὶ ἵσταται ἐν τῇ δοχῇ τοῦ σεκρέτου, προσκαλεῖται ὁ βασιλεὺς τὸν πραιπόσιτον, καὶ ὃν ἂν κελεύῃ προβαλέσθαι πατρίκιον, λέγει τὸ ὄνομα αὐτοῦ τῷ πραιποσίτῳ, κἀκεῖνος λέγει τῷ τῆς καταστάσεως, κἀκεῖνος λαβὼν μετ' αὐτοῦ σιλεντιάριον καὶ τὸν μέλλοντα προβληθῆναι, ἐξαίφνης ἄγουσιν καὶ ἱστᾶσιν μέσον ἔμπροσθεν τοῦ βασιλέως· Εἰ δὲ ἔξω ἔμεινεν, ὡς μὴ ἀξίας οὔσης τῆς τάξεως αὐτοῦ εἰσελθεῖν μετὰ τῶν ηʹ βήλων, μένει μετ' αὐτοῦ ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίου ἑνός, ὁ δὲ βασιλεὺς προσκαλεῖται τὸν πραιπόσιτον καὶ γνωρίζει τὸ ὄνομα τοῦ μέλλοντος προβληθῆναι, ὁ δὲ πραιπόσιτος ἵσταται μέσον τοῦ σεκρέτου, καὶ προσκυνήσας, ἐξελθὼν μετὰ δύο ὀστιαρίων,