βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Ναβουχοδονόσωρ, ὁπόταν ἐπέκεινα τῆς ἀνθρωπίνης φύσεως καὶ φρονήσας καὶ πράξας ἐφωράθη, τότε τῆς τῶν ἀνθρώπων μὲν ἐξηλάθη συνουσίας τε καὶ τιμῆς, τοῖς δὲ θηρίοις συνέστιος καὶ σύνοικος γέγονεν. Ἡνίκα δὲ τὴν προσήκουσαν ἔσχε περὶ Θεοῦ δόξαν, τότε τὴν οἰκείαν δόξαν ἀπέλα βεν καὶ τῆς ἀνθρωπίνης φύσεως τὰ μέτρα διέγνωκεν· τῆς γὰρ συμφορὰς ἦν ὅρος ἡ τοῦ κρείττονος ἐπί γνωσις. Ὅτι δὲ ἀπὸ χαρᾶς αἴρονται πάντως αἱ ψυχαὶ, ἔδειξαν οἱ Ἰουδαῖοι· ὅτε γὰρ ἀπηλλάγησαν τῶν Αἰ γυπτίων καὶ εἶδον τὸν βυθὸν τάφον γεγενημένον, τότε εἰς εἰδωλολατρείαν ἐτράπησαν, καὶ τὴν θάλασ σαν διαβάντες ἀκινδύνως, εἰς τὴν γῆν ἐναυάγησαν, ὅθεν ὁ Θηβαίων στρατηγὸς Ἐπαμεινόνδας, ἄριστα τοῦτο εἰδὼς, Λακεδαιμονίους νικήσας, τῇ ἑξῆς ὤφθη τοῖς φίλοις κατηφὴς κοὶ στυγνός· τῶν δὲ ἐρωτησάν των· "Μή τι λυπηρὸν συνέβη;" ἀπεκρίνατο· "Οὐχὶ, φησὶ, ἀλλὰ χθὲς ᾐσθόμην ἑαυτὸν μεῖζον ἢ καλῶς ἔχειν φρονήσαντα· διὸ σήμερον τὴν ἀμετρίαν κο λάζω τῆς χαρᾶς καὶ νίκης ἑκουσίως, μήπως ἐκ ταύτης εἰς λύπην καὶ ἥτταν ἀκούσιον καταντήσω." "Καὶ γὰρ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται."
Ξʹ. Βασιλεία Μανασσῆ. Μετὰ δὲ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς, (ὁ) υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη νεʹ. ̣2 ̣ Ὃς παρανομώ τατος ὑπὲρ πάντας τοὺς ἔμπροσθεν βασιλεῖς ὑπάρ χων ἐπὶ εἰδωλομανίᾳ τε καὶ αἱματεκχυσίᾳ, καὶ τὸν 110.288 μέγαν Ἡσαΐαν πρίσας, καὶ τὴν Ἱερουσαλὴμ αἵματι ἀθώων πληρώσας, οὐχ ἧττον εἰδωλολάτρησε τῶν Ἀμοῤῥαίων. Καὶ (μέντοι καὶ) τὸν οἶκον Κυρίου καταμολύνας καὶ τετραπρόσωπον εἴδωλον τοῦ ∆ιὸς ἐν αὐτῷ στήσας, οὐ διέλιπεν οἰωνιζόμενος καὶ φαρ μακεύων καὶ 168 αἰσχρουργῶν καὶ πᾶν εἶδος κακίας δι' ὑπερβολῆς μανίας ̣42b διαπραττόμενος. ̣3 ̣ ∆ιὸ καὶ κατὰ (τὴν) θείαν ὀργὴν συλληφθεὶς ὑπὸ Μαροδὰχ, βασιλέως (Ἀσσυρίων), δέσμιος εἰς Νινευὶ (τὴν πόλιν αἰχμάλωτος) ἀπήχθη. ̣4 ̣ (Περὶ οὗ φησι καὶ Ἰώση πος, ὅτι συλληφθεὶς ὑπὸ τοῦ βασιλέως Ἀσσυρίων) καὶ χαλκοῖς δεσμοῖς αὐτὸν ὑποβαλὼν (αἰχμάλωτον ἀπήγαγεν· καὶ "συνεὶς" ἐπὶ τοῖς πλημμελήμα σιν ἀξίαν εἰληφέναι τὴν τιμωρίαν καὶ) δι' εἰλικρινοῦς μετανοίας δεηθεὶς τοῦ Θεοῦ, (παραχρῆμα) τὸν βα σιλέα (ὁ Θεὸς) ἠγάθυνε, εἰς Ἱερουσαλὴμ αὐτὸν ἐξέπεμψεν· ὁ δὲ ἐπανελθὼν, πᾶσαν μὲν εἰδωλικὴν κατέστρεψε σκηνὴν, τὸ δὲ ἱερὸν τοῦ Θεοῦ ἥγνισε, καὶ τὸν νόμον ἐφύλαξε, καὶ εὐσεβῶς ἐβίωσεν. ̣5 ̣ Ὡσαύτως δὲ ἐν ταῖς ∆ιατάξεσι τῶν ἀποστό λων οὕτως γέγραπται· "Μανασσῆς, υἱὸς Ἐζεκίου, ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ, καθά· φησιν ἡ Γραφὴ, ἐπήγα γεν ἐπ' αὐτὸν Κύριος τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως, καὶ δήσαντες αὐτὸν ἐν πέδαις χαλ καῖς, ἀπήγαγον εἰς Βαβυλῶνα." Καὶ ἦν δεδεμένος καὶ σιδηρωμένος ἐν οἴκῳ φυλακῆς, καὶ ἐδίδοτο αὐτῷ ἐκ πιτύρων ἄρτος βραχὺς καὶ ὕδωρ ὀλίγον σὺν ὄξει ἐν μέτρῳ πρὸς τὸ ζῇν αὐτὸν καὶ μόνον. Συνεχόμενος δὲ σφόδρα καὶ ὀδυνώμενος "ἐζή τησε τὸ πρόσωπον Κυρίου τοῦ Θεοῦ""καὶ προσηύξατο" λέγων· "Κύριε παντοκράτωρ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν τοῦ Ἀβραὰμ, καὶ Ἰσαὰκ,καὶ Ἰακὼβ," καὶ τὰ ἑξῆς. "Καὶ ἐπακούσας ὁ Θεὸς τῆς φωνῆς αὐτοῦ," καὶ διαλύσας τὰ δεσμὰ αὐτοῦ, "ἀπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ." Καὶ λατρεύσας Κυρίῳ τῷ Θεῷ μόνῳ ἐξ ὅλης καρδίας αὐτοῦ, ἐλογίσθη δίκαιος." - ̣6 ̣ Ὦ φιλανθρωπίας Θεοῦ, ὅτι μεῖζον 169 εἰ δωλολατρείας οὐκ ἔστιν ἁμαρτία· εἰς Θεὸν γάρ ἐστιν ἡ δυσσέβεια, ἀλλ' ὅμως καὶ αὕτη διὰ γνησίας καὶ ὁλοψύχου μετανοίας συγκεχώρηται. Καὶ γὰρ ἄξιον θαυμάσαι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς τὸν τοσαῦτα καὶ τηλικαῦτα πλημμεληκότα χρόνοις τοσ ούτοις, ἐν μιᾷ καιροῦ ῥοπῇ συγγνώμης ἠξίωσεν. Ἔτι γὰρ πᾶν εἶδος κακίας μετῆλθεν· ἄκουσον τί φησιν ἡ Γραφή· "Καὶ ᾠκοδόμησε Μανασσῆς τὰ ὑψηλὰ, ἃ κατέστρεψεν Ἐζεκίας, ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ, ὁ βασιλεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ 110.289 ἐδούλευσεν αὐτοῖς," "καὶ ἐποίησεν ἐγγαστρι