79
πνεύματι. ∆ιόπερ ἀνάξιόν ἐστι τὸ ἔδαφος Αἰγύπτου γυμνὸν δέξασθαι τὸ ἴχνος τῶν διαπορευομένων ἁγίων. Ὅθεν καὶ οἱ τὸ πάσχα ἐσθίοντες τοὺς πόδας ὑποδήμασιν ἀσφαλίζονται. Φθάσας δέ τις ἐπὶ τὸν ἅγιον τόπον, ὑπολυέσθω. ∆ιὸ καὶ τοῖς ἀποστόλοις ἐλέγετο, μὴ ὑποδήματα αἴρειν. Καὶ ἔσται, φησὶ, τῷ Ἰσραὴλ, ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Τότε γὰρ, φασὶ, παρῆλθον τὴν Ἐρυθρὰν θάλασσαν, καὶ τὸν Ἰορδάνην ποταμὸν ὑποδεδεμένοι. Τινὲς δέ φασιν, ὡς ὁμοίως ἡσθήσονται ποσὶν τὸν ποταμὸν διαβαίνοντες, ἀκώλυτόν τε ποιούμενοι τὴν πανταχοῦ τῆς Αἰγυπτίων ὁδὸν, καὶ ᾄδοντες ᾠδὴν, ἣν ὁ προφήτης ἐκτίθεται παρόμοιον οὖσαν τῇ, "Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται." ΚΕΦΑΛ. ΙΒʹ. ἡʹ. 9Καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἐλέησάς με. Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου. Πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, σωθήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν9, κ.τ.λ. Τοῖς γὰρ Ἰουδαίοις τὸ Εὐαγγέλιον κηρύττοντες ἐν συναγωγαῖς, ἐκ δὲ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς Ἐκκλησίας ποιούμενοι, καινὸν ᾄδειν ᾆσμα τοὺς ὑπ' αὐτῶν ὠφελουμένους ἐδίδασκον. Ὡς γὰρ ἀναιρεθέντος τοῦ πάλαι παρ' αὐτοῖς ποταμοῦ, καὶ τῆς κυματουμένης θαλάσσης, φασίν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ 2061 μου· πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Καὶ οὐ φοβηθήσομαι, τῶν εὐσεβεῖν κωλυόντων ἀνηρημένων. Ἀντὶ δὲ τῶν πάλαι δαιμόνων, δόξα μου καὶ ἡ αἴνεσίς μου ὁ Κύριος. Ὠργίσθης δέ μοι, φησὶν, ἐξομολογούμενος, ὡς δίκαια παθὼν ἀποστραφεὶς τὸν Θεόν. Τὴν δὲ δοθεῖσαν τῶν ἁμαρτημάτων ἄφεσιν διὰ Χριστοῦ παρίστησι, λέγων· Ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. Πολλάκις γὰρ ἀφίεταί τις καταλειπόμενος ἅπαξ τοῖς Αἰγυπτιακοῖς συναπαχθεὶς χρόνον ἀπολαῦσαί τινα τῆς ἰδίας ἀβουλίας, ἵνα θερίσῃ ἃ κακῶς ἔσπειρεν. Ἐλεηθεὶς δὲ δι' ἀνακλήσεως, ᾄδει τὴν παροῦσαν ᾠδήν. Ὅμοιον δὲ τοῦτο τῷ· "Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ." Καὶ τὸ, "Οὐ γὰρ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ." Αἰσθανόμενος δὲ τῆς εὐεργεσίας, καὶ λέγων, ὅτι ὠργίσθης μοι, καὶ ἠλέησάς με, φησίν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου. Οὔτε δὲ οἱ ποιοῦντες τὴν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων, οὔτε οἱ δόξαν παρ' ἀλλήλων ζητοῦντες, δύνανται λέγειν, ὅτι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου ὁ Κύριος. Ἀλλ' οἱ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ ζητοῦντες, καὶ τὴν τοῦ, μὴ γινώμεθα κενόδοξοι, μὴ παραβαίνοντες ἐντολήν. Ἐπαγγελλομένου δὲ Θεοῦ, ὡς τοὺς δοξάζοντάς με δοξάσω, δῆλον ὡς καλῶς τις δοξάζων Θεὸν, δεδοξασμένος ἐστὶ παρ' αὐτῷ. Καὶ Μωϋσέως γὰρ ἐδοξάσθη τὸ πρόσωπον, ἐπειδὴ καλῶς ᾔδει δοξάζειν Θεόν. Οὐδεὶς δὲ διημαρτημένας ἔχων ὑπολήψεις περὶ Θεοῦ, δεκτὴν ἔχει τὴν αἴνεσιν. Ἑνὸς γὰρ ἄμφω αἰνεῖν τε καὶ δοξάζειν καλῶς. Κεκτήμεθα δὲ τούτων ἑκάτερον ἠλεημένοι ὑπὸ Θεοῦ. Οὐ γὰρ κατὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἡ δοθεῖσα χάρις ἡμῖν. Καὶ ἄλλως δὲ, τὰ ἐν Αἰγύπτῳ, τοῖς ἐπὶ τῆς ἐπιδημίας παρόμοια· δουλείας γὰρ ἐλευθερία γεγένηται, τότε μὲν αἰσθητοῦ, νυνὶ δὲ νοητοῦ Φαραώ. Τότε μὲν εἰς αἷμα τὸ ὕδωρ μετεσκευάζετο, νῦν δὲ σωτήριον γέγονεν διὰ τοῦ ἁγίου βαπτίσματος. Οἱ τὸν Ἰσραὴλ διώκοντες ἐπὶ θαλάσσης Ἐρυθρᾶςἀπεπνίγοντο· διὰ δὲ τῶν ἁγίων ἐδιδάσκοντο μαθητῶν τῶν τοῦ παρόντος βίου κυμάτων τε τῶν ἐν αὐτῷ διανήχεσθαι κλύδωνα. Χάλαζα τότε δεινή· νῦν ὁ θεῖος εἰς νοῦν αὐτοῖς καταβέβηκεν ὑετὸς ἐγκάρπους ἀποτελῶν. Σκότος τότε βαθύ· νῦν δὲ φῶς ἐν Χριστῷ. Ἐθρήνησαν Αἰγύπτιοι τὰ πρωτότοκα· νῦν δὲ σέσωκεν αὐτοὺς ὁ πρωτότοκος ἐκ νεκρῶν, ὡς πάλαι τοῦ Ἰσραὴλ τὰ πρωτότοκα. Πῶς οὖν οὐκ ἦν ἐπὶ τούτοις ἀκόλουθον, εὐφραινομένους τὸν δοτῆρα τούτων ὑμνεῖν; Ὁ δὲ Θεὸς ἕτοιμος ὢν εἰς ἀντίδοσιν, τοὺς γνησίως αὐτὸν δοξάζοντας, πνευματικαῖς ἀμείβεται δωρεαῖς, λέγων, Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Νοήσει δέ τις αὐτὸ τοῦ Σωτῆρος ἀκούων εἰπόντος, "Εἴ τις 2064 διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας