De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
προσκαλεῖται αὐτόν, καὶ εἰσάγει, φοροῦντα σαγίον ῥοῆς. Κρατοῦσι δὲ αὐτὸν ὅ τε τῆς καταστάσεως καὶ σιλεντιάριος, καὶ ἱστᾶσιν αὐτὸν μέσον τοῦ σεκρέτου ἔμπροσθεν τοῦ βασιλέως, ὁ δὲ πραιπόσιτος εἰσελθὼν ἐν τῇ καμάρᾳ καὶ τὰς πλάκας παρὰ τοῦ δευτέρου λαβών, ἐπιδίδωσιν αὐτὰς τῷ βασιλεῖ. Ἄγουσι δὲ τὸν μέλλοντα προβληθῆναι ὁ τῆς καταστάσεως καὶ ὁ σιλεντιάριος, καὶ ῥίπτουσιν αὐτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως, καὶ προσκυνήσας ἀσπάζεται αὐτούς, εἶτα τὰ γόνατα αὐτοῦ, εἶτα λαβὼν τὰς πλάκας ἀπὸ τοῦ βασιλέως, φιλεῖ καὶ τὰς χεῖρας αὐτοῦ. Καὶ λαβόντες αὐτόν, ἀποφέρουσιν ὀπισθοφανῶς, καὶ ἱστῶσιν αὐτὸν μέσον τοῦ σεκρέτου ἀναμεταξὺ τῶν τοῦ κουβουκλείου ἀρχόντων, διαμερίζονται δὲ οἱ σιλεντιάριοι, οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ ἐξ εὐωνύμων, καὶ λαβὼν ὁ δεξιὸς τὸν πρῶτον μάγιστρον, ἄγει αὐτὸν καὶ ἵστησιν ἐν τῷ δεξιῷ μέρει τοῦ προβληθέντος πατρικίου, κἀκεῖνος προσκυνήσας, ὑπερεύχεται τὸν βασιλέα, καὶ εἶθ' οὕτως 2.55 ἀπέρχεται ἐν τῇ αὐτοῦ στάσει τε καὶ τάξει. Καὶ ἡνίκα τελέσῃ τὴν εὐχὴν καὶ εὐχαριστίαν ὁ πρῶτος μάγιστρος, εὐθέως καταλαμβάνει ὁ εὐώνυμος σιλεντιάριος, εἰσάγων μάγιστρον ἐκ τοῦ ἑτέρου μέρους, καὶ ἵστησιν αὐτὸν ἐξ εὐωνύμων τοῦ προβληθέντος πατρικίου, καὶ αὐτὸς ὑπερεύχεται τὸν βασιλέα ἀπευχαριστῶν· ἡνίκα δὲ μέλλει ἐξελθεῖν ὁ αὐτὸς μάγιστρος, καταλαμβάνει ὁ ἐκ δεξιῶν τὰ αὐτὰ ποιῶν. Ἰστέον δὲ ὅτι πάντες οἱ εἰσελθόντες διὰ τῶν ὀκτὼ βήλων χωρὶς τῶν ἀσηκρητῶν καὶ τῶν βεστητόρων καὶ τοῦ ῥεφερενδαρίου, ἕκαστος αὐτῶν κατὰ τὴν ἰδίαν τάξιν εἰσέρχεται, κρατούμενος ὑπὸ σιλεντιαρίου, πλησίον τοῦ προβληθέντος πατρικίου, οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ ἐξ ἀριστερῶν, ἐκτελοῦσιν δὲ καὶ αὐτοὶ πάντα ἀκολούθως, ὃν τρόπον ὁ ἐκ δεξιῶν μάγιστρος καὶ ὁ ἐξ ἀριστερῶν ἐξετέλεσαν. Καὶ πάντων προσκυνησάντων καὶ ἀπευχαριστησάντων τὸν βασιλέα, λαβόντες τὸν προβληθέντα πατρίκιον ὅ τε τῆς καταστάσεως καὶ ὁ σιλεντιάριος, ἄγουσιν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ πεσὼν φιλεῖ τοὺς πόδας τοῦ βασιλέως, εἶτα τὰ γόνατα αὐτοῦ, καὶ εὐξάμενος καὶ ἀπευχαριστήσας τὸν βασιλέα, ἀπελθὼν ἵσταται ἐν τῇ τάξει αὐτοῦ, εἶτα λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως λέγει· "Κελεύσατε." Καὶ πάντες ὑπερευξάμενοι ἐξέρχονται, ὁ δὲ βασιλεὺς ἀναστὰς ἀπὸ τοῦ σένζου αὐτοῦ, εἰσέρχεται ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, καὶ λαβὼν ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, προσκαλεῖται τοὺς βεστήτορας, καὶ ἀπαλλάσσουσιν αὐτοὶ τὴν χλανίδα αὐτοῦ. Ὁ δὲ προβληθεὶς πατρίκιος ἐξέρχεται διὰ τῶν Σκύλων ἐν τῷ Ἱπποδρόμῳ, καὶ περιπατεῖ ἔμπροσθεν αὐτοῦ σιλεντιάριος βαστάζων τὰς πλάκας, καὶ εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Ἁγίου Στεφάνου, ἅπτει κηρούς, καὶ εὐξάμενος ἐξέρχεται 2.56 ἐκεῖθεν, καὶ δηριγευόμενος ὑπό τε ἀξιωματικῶν, σκευοφόρων, στρατιωτῶν ταγμάτων, δεκανῶν καὶ διαιταρίων, διέρχεται διὰ τοῦ Ἱπποδρόμου καὶ τῆς Θερμάστρας καὶ ἀπέρχεται ἐν τῷ Κονσιστωρίῳ, καὶ ἅψας κηροὺς ἐξέρχεται, καὶ ὑπὸ τῶν αὐτῶν δηριγευόμενος, ἐξέρχεται διά τε τῶν Ἐξκουβίτων καὶ τῶν Σχολῶν. ∆έχονται αὐτὸν οἱ τοῦ μέρους τῶν Βενέτων, ἐν ᾧ ἅπτει κηροὺς ὁ βασιλεὺς ἐν τῇ τρίτῃ τάξει ὅτε προέρχεται ἔξωθεν τῶν μεγάλων πυλῶν, ἀκτολογοῦσι δὲ αὐτόν, καθὼς τελοῦσιν ἐν ταῖς προβολαῖς τῶν πατρικίων, λέγοντες καὶ τό· "Ὁ δεῖνα" καὶ· "Εἶσε πατρίκιος" καὶ ἐπιδίδωσιν αὐτῷ ὁ δήμαρχος λιβελλάριν. Καὶ ἀνελθὼν ἐν τῇ πύλῃ πλησίον τῆς Χαλκῆς, δέχεται αὐτὸν τὸ μέρος τῶν Πρασίνων, καὶ ἐπιδίδωσιν ὁ δήμαρχος τὸ λιβελλάριν, καὶ ἵσταται μέσον, ὡς εἴθισται αὐτῷ πάντοτε ἐν ταῖς δοχαῖς γίνεσθαι. Εἶτα τελεσάντων τῶν δύο μερῶν, ἐξέρχεται διὰ τῆς Χαλκῆς, καὶ διελθὼν μέχρι τοῦ Ἁγίου Φρέατος, ἅπτει ἐκεῖσε κηρούς, καὶ εἶθ' οὕτως εἰσέρχεται εἰς τὴν Μεγάλην Ἐκκλησίαν, καὶ ἔμπροσθεν τῶν ἁγίων θυρῶν ἑστώς, εὔχεται, καὶ προσκαλεσάμενος αὐτὸν ὁ πατριάρχης, κλίνει τὴν αὐτοῦ κεφαλήν, λέγων εὐχήν, εἶθ' οὕτως κοινωνεῖ τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρὰ τοῦ πατριάρχου, καὶ ἀσπασάμενος αὐτὸν ὁ πατριάρχης, ἀποπέμπει αὐτόν. Ὁ δὲ πατρίκιος τὴν ἐξ ἔθους τῇ ἐκκλησίᾳ διδομένην συνήθειαν δεδωκώς, ἐξέρχεται διὰ μέσου τοῦ ναοῦ εἰς τὸν νάρθηκα, κἀκεῖσε ἀπαλλάξας βάλλει τὸ σκαραμάγγιον αὐτοῦ καὶ σαγίον ἀληθινόν, καὶ εἶθ' οὕτως ἐξελθὼν ἀπέρχεται ἔφιππος αὐτός, καὶ ὁ σιλεντιάριος ἔμπροσθεν αὐτοῦ, βαστάζων τὰς πλάκας, φορῶν σαγίον ἀληθινόν, οἱ δὲ λοιποί, οὓς ἀνωτέρω εἰρήκαμεν, δηριγεύουσιν αὐτὸν μέχρι τοῦ οἴκου αὐτοῦ. Ἰστέον δὲ ὅτι οὓς ἀνωτέρω εἴπομεν, πεζοὶ δηριγεύουσιν, 2.57 καταλαβὼν δὲ ὁ πατρίκιος τὸν οἶκον αὐτοῦ, ὑποδέχεται πάντας, ἡ δὲ ἐν τῇ τραπέζῃ καθέδρα τοῦ σιλεντιαρίου πλησίον τοῦ πατρικίου εἰς τὸ