βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
μύθους, καὶ γνώστας ἐπλήθυνεν καὶ ἐκληδονίζετο·" στρατιὰν μὲν λέγει τοῦ οὐρανοῦ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, κληδονισμὸν δὲ τὰς διὰ τῶν λόγων παρατηρήσεις, γαστριμυθίαν δὲ τὰς διὰ τῆς γαστρὸς ψευδομαντείας, οἰωνισμὸν δὲ τὰς διὰ τῶν πτηνῶν περιεργείας, γνώστας δὲ τοὺς δι' ἥπατος ἢ ἄλλως πῶς μαντευομένους καὶ προφητεύοντας δαιμονίως, περὶ ὧν εἶπεν ὁ Θεὸς πρὸς Ἱερεμίαν· "Ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν ̣43a αὐτοὶ προφη τεύουσιν." ̣7 ̣ "Τῶν γὰρ προφητειῶν, ὥς φησιν ὁ μέγας Χρυσόστομος, ἡ μέν ἐστι πνευματικὴ, ἡ δὲ διαβολική· λέγονται γὰρ παρ' ἐκείνοις ὁμωνύμως προφητεῖαι· ἡ δὲ μέση τούτων, φυσική τις ἣ τεχνική, ἡ δὲ κοινὴ καὶ δημώδης. Τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστιν, δι' οἰκονο μίας δὲ τοῖς μὴ τοιούτοις ὡς τῷ Φαραὼ, καὶ Βα λαὰμ, καὶ Ναβουχοδονόσωρ, καὶ Καϊάφα, τῆς δὲ διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοῦ γὰρ οἱ ἀλευρομάντεις καὶ κριθομάντεις, καὶ ἡ διὰ τῶν μωρίων τὰ θεῖα μαντευομένη Πυθία, καὶ ἡ διὰ δρυὸς, καὶ ἡ ∆οδώνης ἱέρεια· καὶ μέντοι καὶ ἡ διὰ σπλάγχνων καὶ πτήσεων ὀρνέων καὶ κλαγγῶν, συμ βόλων τε καὶ πταρμῶν, κληδόνων καὶ βροντῆς, μυῶν τε καὶ γαλῆς, καὶ τρισμῶν ξύλου, καὶ ὤτων ἤχου, καὶ παλμῶν σώματος, καὶ δι' ὀνόματος νεκρῶν, καὶ μυρίων τοιούτων· ἡ γὰρ δι' ὀνείρων καὶ παρ' ἡμῖν διὰ κατοχῆς 170 μὲν καὶ αὐτὴ, ἡ δὲ πρόγνωσις αὐτοῖς, οὐ δι' ἀρετῆς ὡς ἡμῖν, ἀλλὰ διά τινος κα κοτεχνίας· καὶ ὁ μὲν Θεὸς προλέγων καὶ λύσιν ὑποτίθεται, καὶ τὸ πέρας μετὰ πάσης ἀκριβείας γίνεται· ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀλη θεύσαντες, ἐν τοῖς πλείοσι διήμαρτον. Καὶ τοιαύτη μὲν ἥ τε θεία καὶ διαβολικὴ προφητεία. Φυσικὴ δὲ ἡ τῶν ἀλόγων· χελιδόνες γὰρ καὶ γερανοὶ καὶ μύρ μηκες ἐπίοντος χειμῶνος αἰσθάνονται, ἔχινοί τε καὶ ἀλκύονες, φύσει τοῦτο κτησάμενοι. Ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς καὶ συμβόλοις καὶ κυβερ νήταις· οἱ μὲν γὰρ ἀῤῥωστείας καὶ τὰς λύσεις τού των προλέγουσιν· οἱ δὲ πνευμάτων μεταβολὴν, οἱ δὲ τοῦ μέλλοντος συνέπειν καταστοχάζοντες. Ἡ δὲ κοινὴ καὶ δημώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ μῆνας γʹ ὁ χειμὼν γίνεται· πάντες γὰρ ἔχουσι τὰς περιόδων προτηρήσεις· οὐδὲν γὰρ, εἰ καὶ δαί μονες πρόγνωσιν ἔχοιεν ὅπου γε καὶ μύρμηκες ἔχουσι· καὶ δεινοὶ ἄνθρωποι τοῦ μέλλοντος κατα στοχασταί εἰσιν, ἀλλ' οὐχ ὡς πάντως πάντα εἰδέναι, ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσεν εἰπών· "Τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν," καὶ ἐγένετο. Καὶ πάλιν ὁ Βαλαὰμ προεῖπεν, ὅτι Πόρνους στῆσον, καὶ προδοθήσεται δι' αὐτῶν Ἰερουσαλὴμ, καὶ ἐγένετο οὕτως, ὅπερ στοχασμός ἐστι μᾶλλον ἢ πρόῤῥησις· καὶ οὐδὲν παράδοξον αἱ τοιαῦται προφητεῖαι ἔχουσιν. 110.292
ΞΑʹ. Βασιλεία Ἀμώς. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς, (ὁ) υἱὸς αὐτοῦ, (καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ, βασιλεύσας) ἔτη βʹ ̣2 ̣. Κατὰ τούτους τοὺς χρόνους Μίδας ὁ Φρύγιος ἐγνω ρίζετο (ὅστις διέλαβέ ποτε τὸ ἑαυτοῦ ἅρμα καὶ ἐλ θὼν εἴς τινα τόπον, καὶ τὸ ἅρμα περαιτέρω μὴ προβαῖνον, ἔστη τοῦ δρόμου, καὶ κτίσας ἐκεῖσε πό λιν, ἐκάλεσεν αὐτὴν Ἄγκυραν, 171 ἄγκυρα γὰρ, σιδήριον πλοίου ποταμίου, ἐπισχὸν ̣43b τὸ ἅρμα, ἔστησε τὸν Μίδαν), ὅντινα ὦτα ἔχειν ὄνου ἔλεγον. ̣3 ̣ Ἄξιον τοίνυν ἐπαπορῆσαι τί δήποτε τὸν Ναβου χοδονόσωρ καὶ τὸν Μανασσῆν ὁ Θεὸς παιδεύσας, εἰς τὴν βασιλείαν πάλιν αὐτοὺς ἐπανήγαγε, τὸν δὲ Βαλτάσαρ καὶ τὸν Ἀμὼς αὐτίκα τῆς βασιλείας καὶ τῆς ζωῆς αἰσχίστως καὶ ἀσυγγνώστως ἀπεστέρησεν. Ἀλλ' εὔδηλον διὰ τὸ τὴν πατρικὴν ἀσέβειαν καὶ κακουργίαν αὐτοὺς μιμήσασθαι καὶ μὴ σωφρονισθέν τας ἐκ τῆς ἐκείνων παιδείας καὶ τιμωρίας, τὴν δὲ μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν μὴ ζηλώσαντας· εἰκότως οὖν ὁ δίκαιος Κριτὴς ἐπ' ἐκείνους μὲν ῥητῷ χρόνῳ τὴν βασιλείαν περιώρισεν, τούτους δὲ οὐδε μιᾶς ἠξίωσε συγγνώμης· ἀλλ' ὥστε δὲ καὶ πάντα προορῶν ὁ Θεὸς τὰ ἑπόμενα, γινώσκει ἑκάστου καὶ τὸν τρόπον καὶ τὴν γνώμην, "ἐτάζων καρδίας καὶ νεφροὺς," καὶ συνιὼν εἰς πάντα τὰ ἔργα ἡμῶν, διὰ