80
αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγεν περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν." Καὶ πάλιν· "Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." Πηγαὶ τοίνυν σωτηρίου, ἢ οἱ ἅγιοι ἀπόστολοι· ἢ λόγοι πνευματικοὶ ἐξ ἁγίου Πνεύματος ἀνομβρωμένοι. Καὶ οἱ προφητικοὶ δὲ λόγοι, πηγαὶ ὠνομάζοντο Ἰσραὴλ, λέγοντος τοῦ ∆αβίδ· "Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ." Εἰ δὲ ὁ εἰδωλολατρήσας ἐγκαλεῖται λαὸς, τὸ Ἐμὲ ἐγκατέλιπεν πηγὴν ὕδατος ζῶντος· δῆλον, ὡς ὁ πιστεύων, καὶ τοῖς θείοις ποτιζόμενος δόγμασιν, ἀντλεῖ ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, ἀφ' ὧν Αἰγύπτιοι πίεσθαι προφητεύονται, καὶ οἱ τούτοις τὸ σωτήριον ποτὸν διακονήσαντες. Τὴν δὲ τῶν τοῦτο πινόντων εὐφροσύνην παρίστησιν τὸ, "Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·" ὅσον γάρ τις διψᾷ, τοσοῦτον πίνων εὐφραίνεται. Ἀντλεῖ δὲ ὕδωρ μετ' εὐφροσύνης ὁ τὸν νόμον τοῦ Κυρίου μελετῶν ἡμέρας τε καὶ νυκτός. "Στόμα γὰρ δικαίου μελετήσει σοφίαν." ∆ιὰ τοῦ γὰρ ζητεῖν ὀρθῶς, τὸ πνευματικὸν βούλημα συνιεὶς τῆς Γραφῆς, ἀντλήσει ὕδωρ μετ' εὐφροσύνης, τόν τε τοῦ Θεοῦ Λόγον τὸ ζῶν ὕδωρ εὑρήσει, ὃς τοὺς ἀποστόλους ἀνέδειξε διὰ τοῦ πνεύματος πᾶσιν αὐτὸν τοῖς ἀγνοοῦσι πηγάζοντας. Περὶ ὧν φησιν ὁ ∆αβίδ· "Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης." Λίθος μὲν γὰρ ἐκλεκτὸς ὁ Χριστὸς εἰς τὰ θεμέλια Σιὼν, παρὰ τοῦ Πατρὸς τεθεῖσθαι λεγόμενος, τοῦτ' ἔστι τῆς Ἐκκλησίας. Αὐτῷ γὰρ διὰ πίστεως οἰκοδομούμεθα οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. Λίθοι δὲ μετ' αὐτὸν, ἤτοι θεμέλια τῆς οἰκουμένης, οἱ διὰ τοῦ κηρύγματος ἀνέχοντες ἡμᾶς πρὸς ἑδραιότητα τὴν ἐν πίστει καὶ ἀληθείᾳ. Σημειωτέον δὲ ὡς Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν ὁ παρὼν μέμνηται λόγος, κατὰ τὴν τῶν Ἑβραίων φωνὴν, ἀντὶ τοῦ Σωτὴρ, ἀεὶ τὸ Ἰησοῦ περιέχουσα. Ἐν τῷ, Ἰδοὺ ὁ Θεὸς ὁ Σωτήρ μου. Καὶ ἐν τῷ, ἐγένετό μοι εἰς σωτηρίαν. Καὶ ἐν τῷ, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Ἔπρεπε γὰρ τῇ περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ προφητείᾳ, τοῦ Σωτῆρος Ἰησοῦ τὴν προσηγορίαν ἐπενέγκαι. Αὐτὸς γὰρ ἦν ὁ προφητευόμενος. Ἐπὶ τούτοις προσφωνεῖ τοῖς εὐαγγελισταῖς, ἃ δεῖ τοῖς ἐξ 2065 Αἰγύπτου μαθητευομένοις ἐρεῖν, Ὑμνεῖτε, λέγων, Κύριον· βοᾶτε τὸ ὄνομα αὐτοῦ. Τοῖς ἄλλοις ταῦτα παραγγέλλειν εἰπὼν, ὅταν ἐμπλησθῶσιν αὐτοὶ τοῦ πνευματικοῦ πόματος. Ἡ δὲ βοὴ, φωνή ἐστι μέγεθος ἔχουσα δυνάμενον διϊκνεῖσθαι καὶ πρὸς τοὺς πόῤῥω. Βοᾶτε οὖν ἀντὶ τοῦ, μὴ μικρὰ φρονεῖτε περὶ Θεοῦ· μεγάλῃ δὲ θεολογεῖτε διανοίᾳ περὶ αὐτοῦ, ὡς καὶ τοῖς μακρὰν τῆς σωτηρίας ἐξάκουστον γενέσθαι τὸν λόγον, διὰ τὸ τῆς διδασκαλίας τρανόν. Ὃ δηλοῖ διὰ τῶν ἑξῆς, Ἀναγγείλατε, λέγων, ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ. Εἴπατε αὐτοῦ τὰ θαυμάσια. Τοῦτ' ἔστι, δείξατε τοῖς ἀνοήτοις τὴν περὶ τὸν κόσμον διάταξιν, ἵνα προσαχθῶσι τῇ ἀγάπῃ τοῦ Κτίσαντος. Ὑψηλὰ δέ φησιν ὅσα πεποίηκεν ἐν οὐρανῷ καὶ ἐν γῇ, νοητά τε καὶ αἰσθητά. Ἢ περὶ τῆς ἐν ἡμῖν χρηστότητος ὅτι ὑψοῖ τοὺς τεταπεινωμένους καὶ συντετριμμένους τὴν καρδίαν. Ταπεινωθέντας γὰρ τῇ ἁμαρτίᾳ τῇ ἰδίᾳ ὑπερύψωσε δόξῃ. Τὰ δὲ προκείμενα λέγειν φασί τινες τὸν ἀρτίως μυσταγωγούμενον, ὃς τῶν τοῦ σωτηρίου πηγῶν ἀρυσάμενος, τοσοῦτον ἐπέδωκεν, ὡς ἀποστολικὴν ἐνδείκνυσθαι λειτουργίαν τοῖς ἄλλοις, ὑμνεῖν τε λέγοντα Κύριον. Τίσι δὲ προστάττει βοᾷν, ἐπήνεγκε λέγων· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ. Πῶς γὰρ οὐκ ἔνδοξος γένους ἀνθρώπων ἀνάπλασις, δαιμονικῆς τυραννίδος καθαίρεσις, αἰχμαλώτων ἐλευθερία, τυφλῶν ἀνάβλεψις, δικαίωσις, ἁγιασμὸς, υἱοθεσία τῶν πρὶν φυγάδων ἀπὸ Θεοῦ, γνῶσις Θεοῦ, νεκροὶ ἀνιστάμενοι, λεπροὶ καθαιρόμενοι; Οἱ ἐν ἀσθενείαις ἐῤῥώννυντο· ἠλαύνοντο δαίμονες· φλεγμαίνουσαν ἀπηύνασε θάλατταν· ἐφ' οἷς ἀγαλλιᾶσθε, φησὶν, τοῖς κατοικοῦσι Σιὼν τοῖς ἐν Ἐκκλησίᾳ βεβαίαν ἔχουσι πίστιν. Σιὼν γὰρ ὁ εὐαγγελικὸς